Commentarii in Psalmos · §u16-rem-close

Unit 16 rem close

Rem CLOSEOUT: Unit 16 CLOSEOUT.

Greek

τέ ἐστιν γενέσθαι· "οὐ γὰρ δυνάμεθα", φησίν, "κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας". πανοπλία ἐστὶν σφίνγουσα τὸν ὡπλισμένον καὶ ἀβλαβῆ διαφυλάττουσα. "κύριος" οὖν "ὑπερασπιστὴς τῆς ζωῆς μου". οὐ περὶ τῆς κοινῆς ζωῆς τοῦτο λέγει· πολλοὶ γὰρ τῶν θεῷ ἀνακειμένων καὶ τὴν πανοπλίαν αὐτοῦ ἐνδυσάμενοι τεθνήκασιν τὸν κοινὸν θάνατον, ἵνα μὴ εἴπω πάντες· ἀλλὰ καὶ βίαιον πολλοὶ παρέστησαν, ὧν ἐστιν Ναβουθὲμ καὶ ἀπόστολοι πολλοί. Ἰσαίας γοῦν ἐπρίσθη. 2 ἐν τῷ ἐνγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου. οἱ προσέχοντες κακῶσαι τὴν ψυχὴν σάρκας ἐσθίουσιν. ἐὰν εὑρεθῇ τις ἔχων σάρκας, ἰσχυροὺς ἔχει τοὺς πολεμίους κατ' αὐτοῦ. τροφή ἐστιν αὐτοῦ ἡ σάρξ. σάρκα δέ, περὶ ἧς ὁ Παῦλος λέγει· "ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν", καί· "ἡμεῖς οὔκ ἐσμεν ἐν σαρκί". εἰ περὶ τῆς αἰςθητῆς σαρκὸς ἔλεγεν, ψευδὴς ἦν ὁ λόγος· πάντες γὰρ οἱ ἅγιοι ἐν σαρκὶ ὄντες θεῷ ἤρεσαν ἔτι τὴν σάρκα περικείμενοι, καὶ οὐ δύνανται εἰπεῖν· "οὔκ ἐσμεν ἐν 67 σαρκί". ὅταν δέ τις νεκρώσῃ τὴν σάρκα καὶ τὰ ἔργα αὐτῆς καθαιρῇ, οὔκ ἐστιν ἐν σαρκί. διὸ λέγεται· "οἱ τοῦ Ἰησοῦ Χριστοῦ ἐσταύρωσαν τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις" καὶ νενεκρωμένην αὐτὴν ἔχουσιν, οὐκέτι ἐνεργοῦσαν. ὁ σταυρούμενος κωλυομένας ἔχει τὰς χεῖρας πρὸς τὸ πράττειν καὶ τοὺς πόδας ὅποι βούλεται πορεύεσθαι. οἱ σταυρωθέντες οὖν σὺν τῷ Χριστῷ ἐσταύρωσαν τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις αὐτῆς, νεκρὰν αὐτὴν ἀπέφηναν, ὡς τὴν Ἰησοῦ λοιπὸν ἐν τῇ σαρκὶ ἑαυτῶν περιφέρειν νέκρωσιν· "πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρομεν". "κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; ἐν τῷ ἐνγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου", ἐπεὶ οὐχ εὗρον ἣν ἐπόθουν τροφήν, "ἠσθένησαν καὶ ἔπεσαν". θεώρει δὲ τί συνημμένον ἐστίν. 100 2 οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. ἐληλύθασιν ἐμὲ κατασπάσαι εἰς ἀσθένειαν, διαθεῖναί με κακωτικῶς. αὐτοῖς δὲ τὸ πάθος ἐνγέγονεν ὃ ἐμοὶ ἐνποιῆσαι ἠβούλοντο· εἰ γὰρ ἦσαν εὑρόντες "σάρκας", κατήσθιόν με καὶ εἰς ἀσθένειαν καὶ νόσον με κατέσπων. ἐπειδὴ δὲ "σάρκας" οὐχ εὗρον, "αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν" λιμῷ ὑποβληθέντες. "οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν". οὐ πάντως ὁ θλίβων ἐχθρός ἐστιν· καὶ ὁ ἀγαθὸς θλίβει. πολλοὶ γὰρ ἐχθροὶ θλίψεσιν βουλόμενοι καὶ κακώσει περιβαλεῖν ἐκείνους καθ' ὧν ἐχθρεύουσιν, οὐχ οἷοί τέ εἰσιν τοῦτο ποιῆσαι θεοῦ μὴ συνχωροῦντος. πολλοὶ δὲ καὶ θλίβουσιν οὐκ ἐχθροὶ ὄντες. θλίβουσιν γοῦν γονεῖς παιδεύοντες τέκνα καὶ δεσπόται δούλους, καὶ οὐ δήπου ἐχθροὶ ὄντες τοῦτο ποιοῦσιν. δύναται γοῦν λέγειν ὅτι ἀμφότερα τὰ τάγματα τό τε τῶν θλιβόντων καὶ τῶν ἐχθρῶν ἠσθένησαν καὶ ἔπεσαν. δυνατὸν δὲ τοῦτο· αὐτοὶ οἱ θλίβοντες καὶ ἐχθροί εἰσιν· οὐ γὰρ ἐπὶ νουθεσίᾳ καὶ παιδεύσει θλίβουσιν. οὐ τοῖοί εἰσιν περὶ ὧν λέγεται· "ὃς προφέρει ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον", καί· "τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ"; οὗτοι οἱ θλίβοντες οὔκ εἰσιν ἐχθροί. ἔστιν δὲ ὅτε ὁ ἐχθρὸς καὶ θλίβει· οὐκ ἐξ ἀνάγκης δέ. ἐπερ · ποίαν "νέκρωσιν"; –τοῦτο τὸ μὴ ζῆν κατὰ τὰς ἐνεργείας τὰς φαύλας. ὁ τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρων οὐκ ἀκολασταίνει· νενέκρωται πρὸς ἀκολασίαν, νενέκρωται πρὸς τὸ θεοποιεῖν τὴν κοιλίαν ἑαυτοῦ, ἀνενέργητα ἔχει τὰ μέλη περὶ τὰς σαρκικὰς ἐπιθυμίας· οὐκ ἐᾷ αὐτὸ αὐτόνομον εἶναι· ἔχει γὰρ ἐπιθυμίας ψεκτάς. εἴρηται γοῦν· "μὴ βασιλευέτω ὑμῶν ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι πρὸς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ". 3 ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία. λοιπὸν τὸ πῶς οὐ φοβεῖται οὐδὲ δειλιᾷ ἐξηγεῖται εἰπών· "τίνα φοβηθήσομαι"; καί· "ἀπὸ τίνος δειλιάσω"; ἐπεὶ δόκει ἡ λέξις ὑπερβάλλειν "τίνα". κἂν ὅλη παρεμβολὴ πονηρῶν ἀν θρώπων τε καὶ δυνάμεων παρατάξεται ἐπ' ἐμέ, οὐ φοβεῖταί μου ἡ καρδία· κἂν ἀποκτείνωσιν τὸ σῶμα, ἀκλόνητος μένει ἡ καρδία, ἡ νόησίς μου οὐ βάλλεται. ἐὰν ὅλον στρατόπεδον σὺν στρατηγοῖς μεγάλοις ἐπέλθῃ ἐπ' ἐμέ, τὴν καρδίαν ἔχω ἄφοβον, οὐ φοβεῖταί μου ἡ νόησις. ὅτι δὲ τὸ πλῆθος τῶν στρατευμάτων τούτῳ τῷ ὀνόματι καλεῖται· ὁ Ἰακὼβ ὅτε ἀπὸ τῆς Μεσοποταμίας ἐπέστρεφεν καὶ ἤμελλεν συντυγχάνειν τῷ Ἠσαῦ, εἶδεν παρεμβολὴν ἀγγέλων· πῶς γὰρ οὐκ ἤμελλεν παρεμβολὴ ἔσεσθαι περὶ τὸν μέλλοντα πρὸς πολέμιον ὑπερβάλλοντα καὶ μισοῦντα ἔρχεσθαι; καὶ ὁ Ἐλισαῖος ὁμοίως· παρεμβολὴ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.