Commentarii in Psalmos · §u16-rem-mid

Unit 16 rem mid

Rem mid: Unit 16; lemma continues; reading with the letter.

Greek

τοὺς πόδας μου"· ἡ γὰρ εὐθύτης ὥσπερ πέτρα ἀρραγὴς καὶ ἀδιάκοπός ἐστιν. ὁ πούς μου οὖν βέβαιός ἐστιν ἐν τῇ εὐθύτητί μου. ταὐτὸν δὲ τὸ ἑστάναι ἐν τῇ εὐθύτητι τῷ ἑστάναι ἐν τῇ 98 πίστει· λέγει γάρ· "καὶ γὰρ ἐν τῇ πίστει ἑστήκατε". ἡ τοιαύτη στάσις ἄνευ Ἰησοῦ οὐ γίνεται. παρ' αὐτῷ ἵστανται οἱ ταύτην ἔχοντες τὴν στάσιν ὡς αὐτὸν λέγειν· "εἰσίν τινες τῶν ὧδε ἑστηκότων", τῶν ὧδε παρ' ἐμοί. 12 ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε. ἐν ἐκκλησίᾳ τοὺς χαριστηρίους ὕμνους ἀποδώσω, οὐκ ἔξω που. ὁ ἔξω παρὰ τὴν ἐκκλησιαστικὴν γνώμην ἐπαγγελλόμενος εὐχαριστεῖν τῷ θεῷ οὐκ ἐν ἐκκλησίαις εὐλογεῖ. 1 Τοῦ ∆αυίδ· πρὸ τοῦ χρισθῆναι. οἱ πρὸ τούτου ψαλμοὶ "τῷ ∆αυὶδ" ἦσαν· οὗτος "τοῦ ∆αυὶδ" ἀναγέγραπται. αὐτὸς αὐτὸν προήγαγεν ἐξ ὑποβολῆς τοῦ ἁγίου πνεύματος. ἀνέπεμψεν αὐτὸν "πρὸ τοῦ χρισθῆναι". τρίτον δὲ φαίνεται ὁ ∆αυὶδ χρισθείς· πρῶτον μέν, ὅτε πρὸς τὸν Σαμουὴλ ἀπῆλθεν καὶ ἐχρίσθη, καὶ ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαί. δεύτερον τελευτήσαντος τοῦ Σαούλ· διῃρέθη ἡ ἀρχή· οἱ μὲν γὰρ ἦσαν ἑλόμενοι τὸν ∆αυὶδ βασιλέα, οἱ δὲ τὸν Μεμφιβόστε τὸν υἱὸν τοῦ Σαούλ. προδοθέντος τοῦ υἱοῦ Σαοὺλ ὑπὸ τοῦ Ἀβεννὴρ προφάσεως γυναικὸς ἕνεκα, ἐχρίσθη ἐπὶ πάντα τὸν λαὸν ὁ ∆αυὶδ ἐν τῇ Χιβρών. τρίτον οὖν ἐχρίσθη. πρότερον ἀκμὴν φανερῶς ἰδιωτεύει. δεύτερον, ἵνα τινὸς μέρους τοῦ λαοῦ ἄρξῃ. κατὰ τὸν θάνατον τοῦ υἱοῦ Σαούλ, ἵνα καὶ τοῦ λοιποῦ μέρους τοῦ λαοῦ, ἑξῆς καὶ πάλιν κέχρισται παρὰ πάντων. ζητοῦμεν οὖν, περὶ ποίας χρίσεως ἐνταῦθα λέγει. ὁ μὲν ἐρεῖ 66 ὅτι καθόλου περὶ πάσης χρίσεως· λέγει τὸν ψαλμὸν εἰρῆσθαι πρὸ τοῦ ὅλως χρισθῆναι, καὶ εἰκότως γε· εἰ πρὸ τῆς προτέρας χρίσεως, φανερὸν ὅτι καὶ τῆς δευτέρας καὶ τῆς τρίτης. εἰ δὲ πρὸ τῆς δευτέρας, οὐ πάντως πρὸ τῆς πρώτης. εἰ πρὸ τῆς τρίτης, οὐκ ἐξ ἀνάγκης καὶ πρὸ τῆς πρώτης καὶ δευτέρας. φαίνεται δὲ ὁ ψαλμὸς μάλιστα πρὸ τῆς προτέρας χρίσεως εἰρῆσθαι, ὅ ἐστιν πρὸ πάσης χρίσεως. "πρὸ τοῦ χρισθῆναι" οὖν ἐστιν ὁ ψαλμός. 1 κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; εἰ θεὸς φωτίζει με καὶ σῴζει με, τίνα φοβοῦμαι; οὐδὲ ἄνθρωπον οὐδὲ πονηρὰν δύναμιν οὐδὲ αὐτὸν τὸν διάβολον. τὸ δὲ "τίς" ἐνταῦθα α ἀντὶ τοῦ "οὐδείς" ἐστιν· κεῖται γὰρ ἡ χρῆσις αὕτη συνεχῶς ἐν ταῖς γραφαῖς· "τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν"; ἀντὶ τοῦ "οὐδείς". "τίς ἐνκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ"; ἀντὶ τοῦ "οὐδείς", καὶ ἔτι· "ἰδού, κύριος βοηθεῖ μοι· τίς κακώσει με"; πολλῶν οὖν σημαινομένων διὰ τῆς λέξεως, ὡς ἐν ἄλλοις εἴρηται, νῦν τὸ "τίς" ἀντὶ τοῦ "οὐδεὶς" κεῖται. οὐ περὶ τῆς αἰσθητῆς οὖν ζωῆς καὶ αἰσθητοῦ τινος φωτισμοῦ ὁ λόγος ἐστίν· τῷ γὰρ θείῳ φωτὶ καταυγάζονται τὸν νοῦν καὶ τὴν ψυχήν. ἀεὶ συνέζευκται δὲ ἡ ζωὴ τῇ σωτηρίᾳ. ταὐτὸν δέ ἐστιν αἰώνιος ζωὴ καὶ σωτηρία αἰώνιος· "Ἰσραὴλ" γοῦν "σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον". ὅτι δὲ συνέζευκται ἀεὶ τῷ φωτισμῷ ἡ ζωή, ἔστιν ἐκ πολλῶν ἰδεῖν· "ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων", καὶ πάλιν οὗτος ὁ ἅγιος εὔχεται· "φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον", σημαίνων, ὅτι ὁ στερόμενος τοῦ φωτισμοῦ τοῦ ἀληθινοῦ ὑπνοῖ εἰς θάνατον· θάνατον οὐ τὸν κοινόν, ἀλλὰ τὸν ἀντικείμενον τῇ μακαρίᾳ ζωῇ. "κύριος" οὖν "φωτισμός μου καὶ σωτήρ μου". αὐτὸς παι99 δεύει με, κατὰ τὸ κρυπτόν μοι λαλεῖ, φωτίζει με δι' ὧν ὁμιλεῖ, καὶ σωτηρίαν εὐθέως ἔχειν παρασκευάζει ὁ λόγος αὐτοῦ. ἐπεὶ εἶπον τὸν πεφωτισμένον πάντως ἔχειν ζωήν–λέγει γοῦν καὶ αὐτὸς ὁ σωτήρ· "ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς". ὁ τὸ φῶς τῆς ζωῆς ἔχων οὐδένα δεδίττεται, μάλιστα ὅτι αὐτὴ ἡ ἀλήθεια τοῦ θεοῦ ἀσπὶς γίνεται ὑπερμαχοῦσα αὐτοῦ· "ὅπλῳ" γὰρ "κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ". διὸ εὐθέως ἐπενήνεκται· "κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω"; 1 κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; τίς μοι δέος ἐνποιῆσαι δύναται; ἐνδεδυμένος εἰμὶ "τὴν θεοῦ πανοπλίαν", "τὸν θυρεὸν "ἔχω" τῆς πίστεως", τὰ σβέννυντα "πάντα τὰ τοῦ πονηροῦ βέλη πεπυρωμένα". εἰ δὲ τὰ τοῦ πονηροῦ βέλη σβέννυσιν ὁ θυρεὸς τῆς πίστεως, πολλῷ πλέον καὶ τὰ τῶν ὑποδεεστέρων τοξευτῶν· εἰσὶν γὰρ καὶ ἄλλοι φαῦλοι τοξευταί. ἀμέλει γοῦν "ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι τοὺς εὐθεῖς τῇ καρδίᾳ". οὐδένα δεδίττομαι. ἄτρωτος καὶ ἄβλητός ἐστιν ἡ τοῦ θεοῦ πανοπλία. ἡ ἀσπὶς αὐτοῦ ἀλήθειά ἐστιν. οὐδεὶς δὲ κατὰ τῆς ἀληθείας οἷός

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.