Unit 18 rem mid
Rem mid: Unit 18; lemma continues; reading with the letter.
Greek
ὢν κατ' ὑποκείμενον λέγεται ζωή, ἀλήθεια. "αἰτεῖτε", φησίν, "τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται". ὥστε ὁ μικρὰ αἰτούμενος λέγει μὲν πρὸς θεόν, οὐκ ἐπιτεταμένην δὲ φωνήν. "αἰτεῖτε", φησίν, "τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται". ὁ περὶ τῶν αἰσθητῶν οὖν προηγουμένως εὐχὴν ἀναπέμπων οὐ κράζει πρὸς τὸν θεόν· ἠρέμα πρὸς αὐτὸν λέγει. ὁ δὲ αἰτούμενος ἐκεῖνα ἀληθῶς μεγάλα καὶ ἐπουράνια καὶ θεοποιοῦντα κράζει πρὸς θεόν. ἡ νόησις δέ ἐστιν ἡ κραυγή. 7–8 ἐλέησόν με καὶ εἰσάκουσόν μου, σοὶ εἶπεν ἡ καρδία μου. ὁ νοῦς μου σοὶ εἶπεν· τὸν ἔλεον παρὰ σοῦ αἰτῶ. ἡ καρδία μου τὸν ἔλεον παρὰ σοῦ προσδοκᾷ καὶ λέγει σοὶ ὅτι "ἐπάκουσόν μου". ταῦτα ἀντιστρέφει πρὸς ἑαυτά· ὁ ἐλεώμενος ὑπὸ θεοῦ εἰσακούεται καὶ ὁ εἰσακουόμενος ἐλεᾶται. οὐκ ἔστιν οὖν θάτερον πρὸ θατέρου εἰπεῖν. προηγεῖται δὲ τοῦ ἐλεῆσαι τὸ εἰσακοῦσαι. οὐ πάντως δὲ χρόνῳ πρότερον. καὶ ὥσπερ οὐκ ἔστιν ἐπιφάνειαν πρὸ χρώματος εἰπεῖν οὐδὲ χρῶμα πρὸ ἐπιφανείας. εἰ ἔστιν χρῶμα, ἔστιν ἐπιφάνεια. εἰ ἔστιν ἐπιφάνεια, κέχρωσται. προεπινοεῖται ἡ ἐπιφάνεια. 110 δεῖ ἐπιφάνειαν εἶναι, ἵν' οὕτω χρῶμα. τὸ δὲ "δεῖ" οὐ κατὰ χρόνον λαμβάνω, ἀλλὰ κατὰ νόησιν. "σοὶ εἶπεν ἡ καρδία μου". πρόσωπα σημαίνει. κατὰ πᾶν ῥῆμα τὰ τρία πρόσωπα σημαίνεται, τὸ λέγον, καὶ πρὸς ὃ λέγει, καὶ περὶ οὗ λέγει. πρόσωπον οὖν ἐστιν τοῦ εὐχομένου τὸ νῦν ἀπαγγέλλον. ἀπαγγέλλει δὲ τὴν δέησιν οὐκ ἄλλῳ ἢ τῷ θεῷ. 8 ἐξεζήτησα τὸ πρόσωπόν σου. ἡ καρδία μου ἡ λέγουσα· "ἐλέησον καὶ εἰσάκουσόν μου". οὐ νῦν πρότερον ἐζήτησά. σου τὸ πρόσωπον, οὐ νῦν μόνον παρεκάλεσα τό· "ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα". ἐπιτεταμένην δὲ ζήτησιν σημαίνει, εἰ ἐξεζήτησα. 8 τὸ πρόσωπόν σου, κύριε, ζητήσω. ἡ καρδία μου τὸ πρόσωπόν σου, κύριε, ζητήσει. εἰ καὶ "ἐξεζήτησα" καὶ ἔσχον αὐτὸ καταλάμπον με, ἀλλ' οὐ παύομαι μέχρι τούτου. πάλιν ἐκζητῶ αὐτό. 9 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. ὁ ὀφθαλμὸς ὁ ὑγιαίνων καὶ σῴζων τὴν ὁρατικὴν ἀρετήν, ὅτε πάρεστιν φῶς ἐστιν, πόθον αὐτοῦ ἔχει, οὐ κορέννυται αὐτοῦ ποτε· ἀκόρεστον γὰρ τοῖς ὀφθαλμοῖς ἐστιν τὸ φῶς· "γλυκύ ἐστιν ὀφθαλμοῖς", ὡς ὁ ἐκκλησιαστὴς λέγει. οὐδεὶς δὲ τοῦ γλυκέος κόρον λαμβάνει. ἔστιν γλυκέα τὰ τίκτοντα κόρον, οἷον ἡ ἐκ μέλιτος γλυκύτης. ἡ δὲ ἐκ τοῦ φωτὸς οὐκ ἔχει κό ρον, μάλιστα, ὅταν ἔχῃ τὴν οἰκείαν ἀρετὴν ἡ ὄψις. λοιπὸν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά· ὁ τοῦ ἔσω ἀνθρώπου ὀφθαλμὸς ἢ οἱ ὀφθαλμοὶ οὐδέποτε κορέννυνται οὐδὲ κόρον λαμβάνουσιν τοῦ προσώπου τοῦ θεοῦ· ἐπιφαινόμενον γὰρ ἀεὶ φωτίζει καὶ αὐξάνει καὶ τὸν πόθον. "ἐσημειώθη" γοῦν "ἐφ' 75 ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε"· παραμένει. τὸ δὲ τοῦ ἡλίου ἢ ἁπαξαπλῶς τοῦ αἰσθητοῦ φωτὸς οὐ παραμένει. ἐὰν γοῦν τις ἀναχωρήσῃ ἀπὸ τοῦ ὁρᾶν τὸ φῶς ἢ μύσῃ τοὺς ὀφθαλμούς, οὐκ ἔχει αὐτὸ σεσημειωμένον. φαίνεται δὲ τὸ νοητὸν φῶς παραμένον τῷ φωτισθέντι, ἀναπόβλητόν ἐστιν. 9 μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. ἔστιν ποτὲ δοκεῖν ἐκκλίνειν τὸν θεόν, μὴ ἐν ὀργῇ δέ. ἔδοξάν αν τινες, ὅτι ἐξέκλινεν ἀπὸ τοῦ Ἰώβ, ὅτε παρεδόθη τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰ τέκνα καὶ τὸ σῶμα τῷ ἐξαιτησαμένῳ· ἀλλ' οὐκ ἐν ὀργῇ τοῦτο γέγονεν. μὴ οὕτω τὰ κατ' ἐμὲ γένοιτο ἐξ ἡμετέρας ῥαθυμίας ὥστε ἐν ὀργῇ ἐκκλῖναι ἀπ' ἐμοῦ τὸ πρόσωπόν σου. ἀμφότερα οὖν δύναται· μὴ τοιαῦτά μοι πραχθείη ὥστε ὀργισθέντα σὲ ἐκκλῖναι ἀπ' ἐμοῦ. ἢ οὕτως· μὴ οὕτως ὀργισθείην ὥστε στερηθῆναι τῆς παρουσίας σου. 9 βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με. ἔνια ἀντίγραφα ἔχει· "μὴ ἐνκαταλίπῃς με". τὸ αὐτὸ δέ ἐστιν τὸ ἀποσκορακίσαι, τὸ ἀπορίψαι, τὸ ἀποπέμψαι. ἐν γοῦν τῷ Ἰσαίᾳ φέρεται· "καὶ ἀποσκορακιεῖ αὐτόν". καὶ θεώρει γε τὴν ἀκρίβειαν τῆς λέξεως· οὐκ ἀεὶ τὸ γενέσθαι γένεσιν σημαίνει, ἀλλὰ ἐκεῖνο δηλοῖ, ὃ ἡ προσθήκη βούλεται. πρόσκειται δὲ ὧδε τὸ "βοηθός μου γενοῦ". μὴ γὰρ ὁ γινόμενός τινι βοηθὸς "γίνεται". εἶπον δὲ καὶ ἄλλοτε ὅτι τὰ ῥήματα τὰ γένεσιν ὑποβάλλοντα ἐὰν ἀπολελυμένως λέγηται, δημιουργίαν σημαίνει· "πάντα δι' αὐτοῦ ἐγένετο", ἀντὶ τοῦ· "πάντα δι' αὐτοῦ ὑπέστη". "ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν". οὐκ εἶ111 πεν· "τί ἐποίησεν", ἀλλ' αὐτὸ τοῦτο "οὐρανὸν καὶ γῆν". ὅταν δὲ λέγῃ ὅτι· "βοηθός μου γενοῦ, μὴ ἐνκαταλίπῃς με", τοῦτο λέγει· "βοηθὸς μοὶ γενοῦ". σχέσιν σημαίνει τὴν βοηθοῦ πρὸς βοηθούμενον. οὕτω λέγομεν καί· "διδάσκαλός μου γενοῦ", καὶ οὐ δήπου οὐσίωσιν σημαίνει, ἀλλὰ "ἐμοὶ διδάσκαλος γενοῦ". τοιαῦτά ἐστιν καὶ τὰ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.