Unit 18 rem close
Rem CLOSEOUT: Unit 18 CLOSEOUT.
Greek
λεγόμενα περὶ τοῦ σωτῆρος· "κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, πιστὸν ἐν τῷ ποιήσαντι αὐτόν". ἀπόστολον αὐτὸν ἐποίησεν, οὐχ ἁπλῶς αὐτὸν ἐποίησεν, ἀλλὰ ἀπόστολον. καὶ ὅρα γε· ἡ οὐσία τοῦ υἱοῦ ἀίδιός ἐστιν. τὸ δὲ γενέσθαι ἀπόστολον τότε γίνεται, ὅταν ἀποστῶσίν τινες ἀπ' αὐτοῦ· πρὸς τοὺς μακρὰν γὰρ πέμπεται. καὶ θεώρει, ὅτι συνυπάρχει τὸ ἀπόστολον αὐτὸν γενέσθαι τῷ εἶναι μακράν τινας αὐτοῦ, μεμακρυνμένους αὐτοῦ. πάλιν ἀρχιερεὺς γίνεται, ὅταν ἦσαν ὑπὲρ ὧν ἱερᾶται. οὐ τότε δὲ ἡ ὑπόστασις τοῦ σωτῆρος γέγονεν, ὡς ἐκεῖνοι οἴονται, ἀλλὰ ἡ ἀρχή, ἡ ἀρχιιερωσύνη. οὕτω πάλιν καὶ ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων λέγει· "τοῦτο ἀσφαλῶς γιγνωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός". κύριος γίνεται τῶν προσφευγόντων εἰς τὸ δουλεύειν αὐτῷ. ἐὰν καὶ σήμερόν τις οὖν ἄρξηται δουλεύειν αὐτῷ, σήμερον αὐτῷ κύριος γέγονεν. καὶ ἐὰν ὑποβάλῃ τις αὐτὸν τῇ αὐτοῦ βασιλείᾳ καὶ τῇ αὐτοῦ ἱερωσύνῃ, χριστὸς αὐτῷ σήμερον γέγονεν· ὁ γὰρ χριστὸς οὐδὲν ἕτερον ἢ βασιλέα καὶ ἀρχιερέα δηλοῖ. ἀμέλει γοῦν ὁ Ἀρὼν ἐλέγετο χριστὸς κυρίου, καὶ οἱ βασιλεῖς ἐλέγοντο χριστοὶ κυρίου, καὶ περὶ αὐτοῦ τοῦ Σαούλ· "μάρτυς κύριος καὶ μάρτυς ὁ χριστὸς αὐτοῦ". καὶ τοῦτο· "μὴ ἅπτεσθε τῶν χριστῶν μου". "βοηθός μου" οὖν "γενοῦ, μὴ ἀποσκορακίσῃς με"· μὴ ἀποπέμψῃς με ἀπὸ σοῦ. περί τινων λέγεται· "ἀπώσεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰςήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν". ὅταν ἀποστῶσιν, ἀπεσκορακίσθησαν ὧδε κἀκεῖσε φερόμενοι, οὐκέτι γνώμην ἔχοντες βεβαίαν. τὴν δὲ αἰτίαν ἡμῖν προσάπτει· "ὅτι οὐκ εἰσήκουσαν". οὐ θελητὸν αὐτῷ ἐστιν τὸ ἀπώσασθαί τινας ἀπ' αὐτοῦ. θελητὸν δὲ αὐτῷ ἐστιν τοὺς μὴ εἰσακούσαντας ἀποπέμψαι, ἵνα μὴ δόξῃ ἀρετὴν μισεῖν. καὶ ἐπεὶ οὐκ εἰσήκουσαν, "κατὰ τὸ πλῆθος τῶν ἀνομιῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, κύριε". τοῦτο τὸ ἀποσκορακισθῆναί ἐστιν. λέγουσιν δὲ καὶ ἔκ τινος ἐτυμολογεῖσθαι τὴν λέξιν ὥστε τὸ ῥίνημα τοῦ σιδήρου κόρα λέγουσιν εἶναι. ῥᾳδίως τὸ ῥί νημα οἷα κόνις 76 ἐκπέμπεται. μὴ τοιοῦτος τοίνυν γενοίμην ὥστε ἀποσκορακισθῆναι. σκεῦος χρυσοῦν εἶναι θέλω ἢ σκεῦος χαλκοῦν, οὐ μὴν τὸ ἀπορίνημα. τοῦτο δὲ ἐκπέμπεται καὶ ἀποβάλλεται. 9 καὶ μὴ ἐνκαταλίπῃς με, κύριε ὁ θεὸς ὁ σωτήρ μου. ἐπεὶ καὶ κύριός μου εἶ –δουλεύω σοι γάρ–καὶ θεός μου–ἐπεὶ τέκνον εἰμὶ τοῦ Ἀβραάμ, θεὸς δὲ εἶ "τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰχ" καὶ τῶν δηλονότι ἐξ ἐκείνων–, ὡς δοῦλος πρὸς κύριόν εἰμι, ὡς λατρεύων γνησίως πρὸς θεόν, θεραπευόμενος, ὡς σῳζόμενος πρὸς σωτῆρα. ἐπεὶ τοίνυν ταῦτά μοι πάντα γέγονας, οὐκ ἐνκαταλείπεις με. 112 10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐνκατέλιπέν με. ῥητὸν εὐαγγελικὸν προσαφηνίσαι θέλω, ἵν' ἐξ ἐκείνου νοηθῇ τοῦτο. καὶ ἡ παλαιὰ γραφὴ καὶ τὸ εὐαγγέλιον καὶ αὐταὶ αἱ τοῦ σωτῆρος προτροπαὶ διδάσκουσιν ἀγαπᾶν πατέρα καὶ μητέρα. ἄκουε· ἐάν τις μισῇ πατέρα, οὐχ ὡς πατέρα μισεῖ αὐτόν, ἀλλὰ ὡς ἀσεβῆ, καὶ μισεῖ αὐτὸν οὐχ ᾗ πατήρ ἐστιν, ἀλλ' ᾗ ἀσεβής ἐστιν. καὶ ὁ ἀγαπῶν πατέρα, διὰ τοῦτο ἀγαπᾷ αὐτόν, ὅτι ἀληθῶς απατηρη ὅταν οὕτως ἐκτρέφῃ φόβῳ καὶ νουθεσίᾳ, ὅταν ὡς δίκαιος ἐκτρέφῃ. "καλῶς" δὲ "ἐκτρέ φει πατὴρ δίκαιος". εἶπον οὖν ὅτι σχεδὸν πᾶσαι αἱ γραφαὶ περὶ τιμῆς γονέων διαγορεύουσιν καὶ κολάζουσιν τοὺς λιποτάκτας· "ὁ κακολογῶν πατέρα ἢ μητέρα τελευτήσει θανάτῳ". λοιπὸν οὖν ἄκουε· "ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος". καίτοι "τίμα τοὺς γονεῖς καὶ φίλει πατέρα καὶ μητέρα", ἀλλ' ὅταν ὑπὲρ τὸν θεόν, διαβάλλεται· προκειμένου γὰρ ὁμολογῆσαι τὴν ἀλήθειαν ἐπηρτημένου διωγμοῦ, καὶ ὅταν λέγῃ· "διὰ τὸ γῆρας τοῦ πατρὸς καὶ τῆς μητρὸς οὐ βούλομαι ἀποθανεῖν", καὶ προδοῖ, ὑπὲρ τὸν θεὸν τοὺς γονέας ἠγάπησεν, προέκρινεν τὴν πρὸς τοὺς γονέας διάθεσιν τῆς πρὸς θεὸν εὐσεβείας. καὶ τοῦτό ἐστιν ὃ διαβάλλεται. ἐν τῷ εὐαγγελίῳ γοῦν ὁ σωτὴρ λέγει· "στραφείς", φησίν, "ὁ Ἰησοῦς εἶπεν τοῖς ὄχλοις· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἐὰν μή τις μισήσῃ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τοὺς ἀδελφοὺς καὶ τὰ τέκνα, οὐ δύναταί μου εἶναι μαθητής". ἂν τιμὴν̣ περὶ γονέων ἐνομοθέτησας καὶ ἄθλους μοι μεγάλους ὑπέσχου λέγων ὅτι· "τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς", πῶς νῦν λέγεις ὅτι· "εἰ μὴ μισήσῃ τις τὸν πατέρα καὶ τὴν μητέρα, οὐ δύναταί μοι ἀκολουθῆσαι"; τὸ μῖσος ὧδε ἑτέρως λέγεται τὸ μὴ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.