Unit 19 rem close
Rem CLOSEOUT: Unit 19 CLOSEOUT.
Greek
ἰάσηται ἐκείνους. ἡ ἴασις δὲ τὸ ἀναχθῆναί ἐστιν τὴν ψυχήν μου ἐκεῖθεν. γέγονα ἐκεῖ οὐχ ἵνα μείνω ἐγώ, ἀλλ' οὐδὲ ἵνα ἁπλῶς ἀπέλθω καὶ ἔλθω, ἀλλ' ἵνα ἀναγάγω τοὺς ἐκεῖ. "θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι, ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν ἐκήρυξεν" τὸ κήρυγμα, ἀνήγαγεν. καὶ δι' αὐτὰς κατῆλθεν ἐκεῖ, καὶ δι' αὐτὰς ἀναβαίνειν λέγει· ἀπῆλθεν γὰρ ἀναγαγεῖν. μὴ ἀναβαινουσῶν αὐτῶν οὐκ ἂν ἀνέβαινεν ἐκεῖ· οὐδὲ γὰρ δι' ἑαυτὸν κατέβη ἢ ἀναβαίνει. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· ἡ ψυχὴ ἡ τῷ ὄντι λογικὴ ἡμετέρα ἐστίν. ὡς λέγεταί τις ἄνθρωπος θεοῦ, καὶ 80 οὕτω ῥηθείη καὶ ψυχὴ αὐτοῦ. "ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου". 4 ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. οἱ καταβαίνοντες εἰς λάκκον καὶ τῆς ἡμέρας ἐλέχθησαν, ὅτι οἱ ἄνωθέν εἰσιν πεπτωκότες· οὐ γὰρ πηγαί εἰσιν οἱ λάκκοι· οὐκ ἔχουσιν ὕδωρ χορηγούμενόν ποθεν. καὶ ὁ ᾅδης δὲ διὰ τοῦτο συνεχῶς ἐν ταῖς γραφαῖς λάκκος ὀνομάζεται, ὅτι αἱ καταπεσοῦσαι ψυχαὶ ἐκεῖ πίπτουσιν. 133 "ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον". εἰ γὰρ καὶ κατέβην εἰς ᾅδ̣ου, ἀλλ' οὐ κατεσχέθην ἐν τῷ λάκκῳ ὡς τὰ πίπτοντα ὕδατα, ἀλλ' ἐσώθην, διὸ βλαβῆναι οὐχ ὑπῆρκταί μοι, ἃ ὑπάρχει τισὶν τῶν πιπτόντων εἰς τὸν ᾅδην. 5 ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ. λοιπὸν ψάλλων καὶ αἰνῶν, ὅτι ὑπελήφθη, βούλεται ἐπέπεσθαι τῷ ὕμνῳ κἀκείνους, οὓς ἀνήγαγεν ἐξ ᾅδου ὁσίους λοιπὸν αὐτοῦ ἀποδεδειγμένους· καὶ γὰρ οἱ ἀμφὶ τὸν Ἀβραὰμ καὶ οἱ ἄλλοι ἅγιοι ἐκεῖ ἦσαν. ἐκεῖ δὲ ἦσαν καὶ αἱ ἄλλαι ψυχαί, ἀλλ' αἱ μὲν ἀπεδείχθησαν ὁσίων ψυχαί, αἱ δὲ οὐχί· οὐδὲ γὰρ πάσας ἀνηγιοχέναι λέγομεν τὸν σωτῆρα, ἀλλὰ τὰς ψυχὰς ἐκείνας τὰς προσδοκώσας αὐτὸν κἀκεῖ. ἔλεγον οὖν εἰς τό· "σὺ εἶ ὁ ἐρχόμενος, ἠ`̣ ἕτερον προςδοκῶμεν"; ᾔδει ὁ ἀνὴρ ἐκεῖνος μέλλων ἀποθνῄσκειν· ἐν τῷ δεσμωτηρίῳ γὰρ ὢν τα̣υ´̣την ἔπε̣μ̣ψε τὴν φωνήν, ὅτι "3σὺ ἔρχῃ διὰ σεαυτοῦ ἐκεῖ ἢ ἕτερον πέμπεις"3; οὐχ ὅτι ἀμφέβαλλεν, ἀλλὰ ἤθελεν διακονῆσαι ἐκεῖ παρ' αὐ τοῦ μαθών, προσταχθεὶς παρ' αὐτοῦ. γράφει ὁσίοις· τὸ κατόρθωμα ὑπὲρ ἡμω῀̣ν ἐστιν ἢ κοινὸν ἡμῶν καὶ ὑμῶν. ὥσπερ οὖν ἐγὼ ψαλμὸν ᾠδῆς ᾄδω, ψάλατε καὶ ὑμεῖς· συνεπικρούετε τοῖς ὀργάνοις τῇ ᾠδῇ τῇ ἡμετέρᾳ, ἣν ὑπὲρ ὑμῶν ἀναπέμπω λέγων· "ὑψώσω σε, κύριε". 5 καὶ ἐξομολογεῖσθε τῇν μνήμῃν τῆς ἁγιωσύνης αὐτοῦ. ἐξομολόγησις ἐνταῦθα οὐχ ἡ ἐξαγόρευσις ἐπὶ ἁμαρτήμασιν λέγεται· λέγεται μὲν γὰρ καὶ αὕτη ἐξομολόγησις, ὡς ἐὰν λέγῃ· "ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας ὑμῶν". ὡς ἐπὶ τὸ πλεῖστον οὖν ἐν τῇ γραφῇ ἡ ἐξομολόγησις διὰ τῆς λέξεως σημαίνεται ἡ εὐχαριστία· "ἐξομολογησώμεθά σοι, ὁ θεός, ἐξομολογησώμεθά σοι". δογμάτων ὧδε κινεῖται ἡ μνήμη, λέγει "τῆς ἁγιωσύνης αὐτοῦ". αἱ μαθητικαὶ ἀναμνήσεις οὐ νῦν πρότερον. ἐάν τις ἁγιασθῇ, μετασχὼν τοῦ ἁγίου ἔσχεν ἁγιωσύνην. οὕτω δὲ γέγονεν, ἵνα ᾖν ἅγιος οὐ κατ' οὐσίαν, ἀλλὰ προαιρέσει, ἐν προχρείᾳ λαβὼν τὸ ἅγιον, τὸ ἀγαθόν. ἀναπολήσατε οὖν ἐξομολογούμενοι καὶ ψάλλοντες, ὅτι οἰκεία ἐστὶν ὑμῖν ἡ ἁγιότης· ἐφ' ᾧ γεγόνατε, ἀναλάβετε· γεγόνατε, ἵνα ἅγιοι ἦτε, οὐχ ἵνα βέβηλοι· γεγόνατε δὲ ἐν ῥυπαρίᾳ καὶ βεβηλότητι. ἀναπολήσατε τὴν ἁγιότητα ὑμῶν, καὶ οὕτω θελήσατε γενέσθαι. 6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ. διὰ τοῦτο προτρέπομαι ὑμᾶς εἰς τὸ ψᾶλαι ὁσίους γεγενημένους καὶ ἐξομολογήσασθαι τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, "ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ" ἐστιν, ἵνα μὴ ὀργῇ καὶ θυμῷ περιπέσητε· ἐμοῦ γὰρ τὰ τηλικαῦτα κατορθώσαντος ἐὰν ἐν τοῖς αὐτοῖς μένητε οἷς πρὸ τῆς ἐμῆς ἐπιδημίας, καὶ ἐν τοῖς δι' ἃ ἐλήλυθα, διαδέξεται ὀργή, ὅτι καὶ μετὰ τοσαῦτα βοηθήματα καὶ μετὰ τοσαύτας ὠφελίας καὶ προτροπὰς ἐν τοῖς αὐτοῖς μένετε. γίνεται δὲ ὥσπερ ὀργὴ ἐν τῷ θυμῷ, οὕτω καὶ "ζωὴ ἐν τῷ θελήματι αὐτοῦ". ὁ τῷ θελήματι αὐτοῦ ἑπόμενος καὶ ἐργαζόμενος αὐτό, αἰτησάμενος γνῶναι αὐτὸ παρ' αὐτοῦ– εὐχὴν γοῦν τις ἀναπέμπει λέγων· "δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά 134 σου". διὰ τοῦ εἰπεῖν μετ' αἰτιολογικοῦ· "ὅτι ὁ θεός μου εἶ σύ", δείκν̣υσιν, ὅτι τὸ τοῦ θεοῦ θέλημα μόνου ζωή ἐστιν. συνδραμεῖν δὲ δεῖ καὶ τὸ ἡμέτερον θέλημα, ἵνα μὴ εἴπῃ· "ποσάκις ἠθέλησα, καὶ οὐκ ἠθελήσατε". "ζωὴ" οὖν "ἐν τῷ θελήματί" σού ἐστιν. δύναται καὶ τὸν θεὸν λόγον ἐνταῦθα θέλημα λέγειν. ἐν αὐτῷ δὲ τὰ ὅλα γέγονεν, πάντα δι' αὐτοῦ εἰς οὐσίαν ἐλήλυθεν. ἐν τῷ θελήματ̣ι οὖν τοῦ εἰς ὕπαρξιν ὑμᾶς ἀγαγόντος ἡ ζωὴ ἔκειτο. 6 τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.