Unit 19 rem mid
Rem mid: Unit 19; lemma continues; reading with the letter.
Greek
σάρκα, οὐχ ὑψοῖ αὐτόν. ὅταν δὲ μηκέτι κατὰ σάρκα γιγνώσκῃ, ἀλλὰ θεάσηται "τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός", καὶ γνῷ, ὅτι ὁ ἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, καὶ τοῦτ' ἔστιν τὸ ὑψῶσαι αὐτόν. λοιπὸν ὅτι χαριστηρίως τοῦτο λέγει, ἡ ἑξῆς ἐπιφερομένη· "ὅτι ὑπέλαβές με"· ὑπολαβὼν ὕψωσάς με. ὅτε δὲ ἐγὼ ὑψώθην, τότε ἔγνων σου τὸ ὕψος. καὶ ἔστιν γε καὶ ἐκ τῶν ἐν χερσ̣ὶν θεάσασθαι τοῦτο· προσέρχεταί τις ἐπιστήμῃ· οὔπω τὸ μέγεθος, οὔπω τὸ κάλλος, οὐ τὸ ὕψος αὐτῆς ὁρᾷ. ἐα`̣ν δὲ ἄρξηται μεταλαμβάνειν αὐτῆς καὶ βελτιοῦται καθ' ἑκάστην προσλαμβάνων ἤδη τοῖς γνωσθεῖσιν, τότε τὸ μέγεθος καὶ τὸ ὕψος τῆς ἐπιστήμης καὶ τῆς τέχνης ὁρῶν ὑψοῖ αὐτήν, τουτέστιν ὁμολογεῖ αὐτῆς τὸ ὕψος. ἀμέλει γοῦν ὅτε ἐπιστάνει τῷ ὕψει καὶ μεγέθει, πολὺ ἀπολειπόμενον ἑαυτὸν ὁρᾷ. "ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν". ὅσον ἐπιστάνω αὐτῇ καὶ θαυμάζω αὐ τήν, κρατερὰ γίνεται, καὶ οὐκέτι δύναμαι πρὸς αὐτήν, ἐς ὅσον ἐν σώματί εἰμι. τοῦτο καὶ Σολομὼν λέγει περὶ τῆς σοφίας· "εἶπα Σοφισθήσομαι, καὶ 79 ἐμακρύνθη μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν"; μακράν μου ἦν, καὶ ὅτε ἠθέλησα αὐτὴν δέξασθαι, μακράν μου γέγονεν ὑπὲρ ὃ ἦν πρότερον. καὶ λοιπὸν τὴν αἰτίαν ἀποδίδωσιν· "βαθὺ βάθος, τίς εὑρήσει αὐτήν"; τὸ "3τίς εὑρήσει"3 δύναται ὅτι "3οὐδείς"3. τὸ δὲ "3τίς"3 τὸ σπάνιον 2 καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμοί. πολλοὶ ἐχθροὶ ἐπίκεινταί μοι βουλόμενοί με βλάψαι. ἔλεγον δέ, ὅτι κοινῶς ταῦτα καὶ περὶ τοῦ ἀνθρώπου τοῦ σωτῆρος λέγεται καὶ τῶν μιμουμένων αὐτόν. καὶ οἱ ἅγιοι ἐχθροὺς ἔσχον καὶ ὁ σωτὴρ ἔσχεν ἐχθρούς. οὐδεὶς δὲ ὅλως προσπελάσαι αὐτῷ δύναται κατὰ τὴν θεότητα, ἵνα καὶ βλάψαι αὐτὸν πειραθῇ. ἐχθρῶν δέ ἐστιν συνεγγίζειν οὐκ ἄλλου χάριν ἢ τοῦ βλάψαι. καὶ ἐκ προσώπου οὖν τοῦ Ἰησοῦ λέγεται κατὰ τὸν ἄνθρωπον καὶ παντὸς μιμουμένου καὶ μέλους αὐτοῦ γινομένου· "ὅτι ὑπέλαβές με"· εἰ μὴ γὰρ ἦς ὑπολαβών, εὐφραίνοντο οἱ ἐχθροί μου ὑπὸ χεῖράν με λαβόντες, καὶ οὐχ ὕψουν σε. δύναται καὶ ἐκ προσώπου τοῦ σωτῆρος οὐκέτι διαιρούντων ἡμῶν καὶ λεγόντων καθὸ θεὸς λόγος ἢ καθὸ ἄνθρωπος, ὡς ἀρτίως ἔλεγον περὶ τοῦ ἐπιστήμονος. "ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με"· ὑπέλαβές με δούς μοι ἐκείνους, ὑπὲρ ὧν ἦλ 132 θον. "ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκεν ὁ θεός". "δώσω σοι ἔθνη τὴν κληρονομίαν σου". τοῦτο ὥσπερ ἆθλον ἴδιον καὶ ὠφελίαν ἰδίαν ἡγεῖται ὁ σωτήρ· διὸ "οὐκ ηὔφρανας τοὺς ἐχθρούς μ̣ου̣"· ἀποσπασθέντων γὰρ τῶν αἰχμαλώτων δι' ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ καὶ ὑπὲρ τῶν κρατησάντων ὑψῶ σε μ̣ὲν ἐγώ, ἐκεῖνοι δὲ οὐκ εὐφραίνονται. 3 κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με. ἐπακουσθέντος ἐστὶν ἡ φωνή· εἰ γὰρ περὶ ἰάσεως ἐκέκραξεν, καὶ ἔσχεν ἤδη, ὃ ἐπόθει. "ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι". οὔπω ἦν ἰαθείς· ἐξομολογούμενος γάρ ἐστιν καὶ μεταν̣οῶν ὁ τοῦτο λέγων. τὸ δὲ πρόσωπον τοῦ σωτῆρος οὕτω λέγει· "ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με"· μώλω̣πα ἀνεδεξάμην, θεραπευτικὸν καὶ ἰατικὸν "πάσης νόσου καὶ μαλακίας". διὰ τί οὖν ἔσχον τὸν μώλωπα̣; ἵνα αὐτὸς φάρμακον γένηται τῶν τρωθέντων. τότε δὲ ἴασις ἐμοῦ γίνεται, ὅταν ὁ μώλωψ ἄλλους̣ θεραπεύσῃ ὄντας μου σῶμα. "κύριε" οὖν "ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με". ἐὰν ἕκαστος τῶν δικαίω̣ν τοῦτο λέγῃ, ἀκούσεται ὑπὸ τοῦ πρὸς ὃν ἔκραζεν. "ἔτι σου λαλοῦντος ἐρῶ Ἰδοὺ πάρειμι". τὸ "ἐρῶ Ἰδοὺ πάρειμι"· δεικνὺς τὸ ἔργον ὑπὲρ οὗ ἀξιοῖς, παρών σοι εὑρίσκομαι· οὐ φθάνει γὰρ ἡ εὐχή σου τὴν ἐμὴν δόσιν, ἀλλὰ ἅμα γίνεται· ηὖξαι, ἔχεις τὸ πρᾶγμα. λάβωμεν παραδείγματα ἀπὸ τῶν γραφῶν· προςῆλθεν λεπρὸς τῷ σωτῆρι λέγει λέγων· "ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι". λέγει· "θέλω, καταρίσθητι"· καὶ γέγονεν τὸ καθάρσιον ὡς μὴ ἔχειν διαστεῖλαι. τῇ ἐπινοίᾳ μόνῃ πρότερον ἡ ἀξίωσις γέγονεν ἢ τὸ καθάρσιον, οὐ χρόνῳ πρότερόν ἐστιν. πάλιν· "θέλεις ὑγιὴς γενέσθαι"; εὐθέως· "ἔγειρε, ἆρον τὸν κράβακτόν σου καὶ περιπάτει". καὶ οὐ δεύτερον τὸ ἔργον τῆς προστάξεως Ἰησοῦ γέγονεν. οἶδας, ὅτι ἡ ἔνφασις ἡ καθοπτρικὴ μιμεῖται τὴν ἔνφασιν, καὶ οὐκ ἔστιν εἰπεῖν, ποῖον πρῶτον, ἀλλ' ἐπινοίᾳ. 4 κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ἰασάμενός με ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ῥηθείη ἂν περὶ τοῦ Ἰησοῦ τοῦτο· ἐπεὶ μώλωπα ἔσχον καὶ ἐτραυματίσθην διὰ τὰς ἁμαρτίας τινῶν–ἴσως δὲ οἱ τὰς ἁμαρτίας ἔχοντες ἐν ᾅδῃ–, κατῆλθον ἐκεῖ, ἵνα πλησιάσας ὁ μώλωψ μου
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.