Unit 20 rem close
Rem CLOSEOUT: Unit 20 CLOSEOUT.
Greek
μείνῃ, οὐκ ἀναβαίνει πρὸς αὐτὸν ἡ εὐχή. εἰ μὴ ἐπινεύσῃ, οὐ δέχεται τὴν εὐχήν. ἐπινεύει δὲ συνκαταβαίνων. ὅταν κλίνῃς τὸ οὖς σου πρὸς ἐμέ, δέχῃ με καὶ ταχέως ἐξαιρῇ με ἀπὸ τῶν κατεχόντων με, ἀπὸ τῶν πορθούντων με. κἄν τε πολέμιοι ὦσιν, "τάχυνον τοῦ ἐξελέσθαι με". ἐπερ · ἐκστὰς ταῦτα ἔλεγεν; –οὐ τὴν παραφροσύνην εἶπον ἐνταῦθα δηλοῦσθαι, ἀλλὰ τὸν θαυμασμόν, τὸ ἔξω ἑαυτοῦ γενέσθαι. τοῦτο ἀγνοεῖς, ὅτι οὐ μία ἔστιν τελειότης. ὁ γοῦν τελειωθεὶς λέγει· "πάσης συντελείας εἶδον πέρας"· μὴ γὰρ τὸ ὑπὲρ πᾶν τέλος ἔχων λέγει ταῦτα. 3 γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. γενοῦ μοι φρούριον ἀκαταμάχητον, ἕρκος ἄβλητον, γενοῦ μοι καὶ ὑπερασπιστὴς τὴν σὴν ἀσπίδα, τὸ σὸν ὅπλον. ὅταν γένῃ μου ὑπερασπιστής, οὐδεὶς τῶν ἐχθρῶν μου βλάψαι με δύναται. θὴρ οὐ δύναταί μου περιγενέσθαι, αὐτὸς ὁ ἁρπάζων, περὶ οὗ εὐχὴν ἀνέπεμπον· "μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου". "καὶ εἰς οἶκον καταφυγῆς". γενοῦ μοι τὸ λεγόμενον κρησφύγετον, ἔνθα καταφεύγων τις ἔσω γίνεται τειχῶν· οἰκοδόμημα γάρ ἐστιν φρουρὸς τυγχάνον τῇ σωτηρίᾳ. 4 ὅτι κραταίωσις καὶ καταφυγή μου εἶ σύ. σὺ πάντα μοι εἶ, καὶ κραταίωσις καὶ καταφυγή. πρὸς οὐδένα καταφεύγω, οὐ πρὸς ἄρχοντα, οὐ πλοῦτον. καὶ κραταίωμά μου· ἐκ σοῦ ἔχω τὸ κρατεῖν σοῦ μετέχων, οἷα βασιλεὺς κρατεῖν. 4 ἕνεκα τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με. τοῦτο λέγει ὅτι· ἐπεὶ τὸ ὄνομά σου κέκληται ἐπ' ἐμέ, ἕνεκεν τούτου τοῦ ὀνόματός σου οὗ φορῶ, ἀμφότερά μοι παράσχου· καὶ ὁδήγησόν με, ἵνα τελέσω τὸν δρόμον ἀμέμπτως καὶ εἰπεῖν δυνηθῶ· "ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα", καί· "ὁδὸν ἐντολῶν σου ἔδραμον". καὶ διατραφῶ ὑπὸ σοῦ. ἡ σὴ ὁδὸς καὶ ἄρτος ἐστὶν ὁ σὸς υἱός. ὁδός ἐστιν λέγων· "ἐγώ εἰμι ἡ ὁδός". αὐτὸς οὖν καὶ ἄρτος ἐστίν. "ἕνεκεν" οὖν "τοῦ ὀνόματός σου", οὗ ἐχαρίσω μοι, ἵνα σωτ̣ηρίαν ἔχω· ηὐξάμην γὰρ καὶ εἶπον· "ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με. 5 ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου. ἐχθροὶ πολλοί, ἀπατεῶνές τινες, ἐσκεύασάν μοι παγίδα, ἵνα με θηρεύσουσιν. οὐ μόνον οὖν παρακαλῶ, ἵνα μὴ ἐάσῃς με ἀπελθεῖν̣ ἐκεῖ, ἀλλὰ κἂν εἰσῆλθον, ἵνα ἐξάξῃς με ἐξ αὐτῆς. 139 στικτέον δὲ καὶ οὕτως· 5–6 ὅτι σὺ ὁ ὑπερασπιστής μου, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. οὐκ ἄλλῳ παρατίθημι τὸ πνεῦμά μου, ἀλλ' εἰς τὰς σὰς χεῖρας. καὶ εἰ μὲν ἅγιος εἴη ὁ ταῦτα λέγων ἄνθρωπος, πνεῦμα αὐτοῦ ἐστιν τὸ συνεζευγμένον τῇ ψυχῇ, περὶ οὗ λέγεται· "ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα". οἱ μὲν οὐχ ἕτερον λέγουσιν εἶναι τὸ πνεῦμα παρὰ τὴν ψυχήν, οἱ δὲ τὸν νοῦν αὐτῆς, ἄλλοι δὲ τὴν γνώμην. ἀμφοτέρως δὲ κατὰ πάσας τὰς ἀποδόσεις θεὸς τηρεῖ τὸ πνεῦμα. ἐὰν ᾖν ἡ ψυχή, εἰς χεῖρας τοῦ θεοῦ παρατίθεται αὐτήν, ἵνα σκεπομένη ἀβλαβὴς διαμείνῃ, μὴ τρωθῇ ὑπὸ πολεμίων, μὴ ἀναιρεθῇ. ὅτι δὲ λέγεταί ποτε ἡ ψυχὴ πνεῦμα, Στέφανος διδάσκει· ὁπηνίκα γὰρ ἔμελλεν ἀποθνῄσκειν καὶ παρεκάλεσεν μὴ σταθῆναι τὴν ἁμαρτίαν τῶν κατ' αὐτοῦ φονώντων, λέγει· "κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου", ἀντὶ τοῦ "3τὴν 85 ψυχήν μου"3. καὶ ὁ Ἰάκωβος γράφων· "ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν", τὴν ψυχὴν πνεῦμα κ̣αλεῖ. λέγεται δέ, ὡς εἶπον, καὶ παρεζευγμένον τι λογικόν, ὥσπερ ἀχώριστος ἵνα ᾖ διδάσκαλος τῆς ψ̣υχῆς, πνεῦμα. καὶ ἐπειδὴ τοῦτο σύνεστιν τῇ ψυχῇ, ὅτε ἔχεται τοῦ θεοῦ, τοῦτο λέγει· μὴ τοιαῦτά μοι πραχθείη̣, ὥστε τὸ πνεῦμά μου ἔξω τῶν χειρῶν σου γενέσθαι, ἀλλὰ κατορθωθείη μοι πᾶσα ἀρετή, ἵν' ἐν ταῖς σαῖς χερσὶν τὸ πνεῦμά μου τυγχάνῃ. δύναται καὶ τὴν γνώμην ἑαυτοῦ λέγειν πνεῦμα, ὥστε καὶ αὐτὴν θ̣έλ̣ει ἐν ταῖς χερσὶν τοῦ θεοῦ φυλάττεσθαι. λοιπὸν καὶ τὰ ἐξηγητικά· αἱ δύο διαθῆκαι δύνανται χεῖρες τοῦ θεοῦ. εἰς ταύτας οὖν παρατίθεμαι τὸ πνεῦμά μου θέλων καὶ τὴν παλαιὰν νοεῖν, καὶ τουτέστιν τὰ ἐκεῖ προσταττόμενα, καὶ τὴν καινήν. ἀμφότεραι αἱ χεῖρές σου περιεχέτωσάν μου τὸ πνεῦμα. δυνατὸν δὲ καὶ μὴ δύο χεῖρας μόνας τοῦ θεοῦ λέγειν· δυϊκῶς γὰρ οὐκ ἐλέχθη, ἀλλὰ πληθυντικῶς· οὐδὲν δὲ διαφέρει πληθυντικῶς ἢ δυϊκῶς. ὅμως ἐὰν αἱ δύο διαθῆκαι ὦσιν, δυϊκῶς αἱ χεῖρες λέγονται. ἐὰν δὲ πᾶσα δύναμις τοῦ θεοῦ χεὶρ αὐτοῦ ὀνομάζηται–λέγομεν γὰρ χεῖρα βασιλέως τὴν στρατιωτικὴν δύναμιν–, εἰς τὴν σὴν στρατιωτικὴν δύναμιν, φρουρὰν χεῖράν σου τυγχάνουσαν, παρατίθεμαι τὸ πνεῦμά μου. πρὸς τὴν
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.