Commentarii in Psalmos Unit 21 opening
Unit 21.
Lemma-led open — ἰδού, ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός
Greek
Ἰερουσαλὴμ ἐν Ἰσαίᾳ τῷ προφήτῃ λέγει ὁ θεός· "ἰδού, ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός". μὴ δυνάμεθα κἂν μέχρι ἀναπλασμοῦ εἰπεῖν τείχη αἰσθητὰ γραφόμενα ἐν θεοῦ χερσὶν ἀσωμάτου ὄντος. ἐὰν οὖν, φησίν, τὰ τείχη σου ἐπὶ τῶν ἐμῶν χειρῶν ζωγραφηθῶσιν, ἐνώπιόν μου μένεις διὰ παντός, οὐδενὸς δυναμένου σε αἰχμαλωτίσαι· τὰ γὰρ τείχη τὰ ἐν ταῖς χερσίν μου γεγραμμένα ἀκαθαίρετα· οὐδεὶς ἐπιβῆναι καθ' αὐτῶν δύναται. ὥσπερ οὖν ἐν ταῖς χερσὶν θεοῦ ζωγραφούμενα τείχη οὐκ αἰσθητά ἐστιν, οὕτως ἐν ταῖς χερσὶν τοῦ θεοῦ παρατιθέμενος ἑαυτοῦ τὸ πνεῦμα δείκνυσιν, ὅτι οὐκ εὐτελές τί ἐςτιν τὸ πνεῦμα, ἀλλ' ἤτοι̣ ἡ παρεζευγμένη οὐσία λογικὴ τῇ ψυχῇ ἢ ὁ νοῦς αὐτῆς ὁ θεῖος, ὁ ἀμιγῶς ἔχων καὶ πρὸς ὕλην καὶ πρὸς κακίαν. ὁ νοῦς ὅτε σῴζει τὴν νοῦ α᾿̣ρετήν, πάσης ὕλης ἐκτός ἐστιν, ἀσυνπλόκως ἔχει πρὸς σωματικά, ἀλλὰ καὶ κακίας πάσης ἀμοιρεῖ. διὰ τοῦτο δύναται ἐν ταῖς χερσὶν τοῦ θεοῦ δοθῆ ναι καὶ φυλαχθῆναι· οὐ φυλάττει γὰρ θεὸς τὸν ἔχοντα κακίαν. 140 ἄλλως δὲ φυλάττει αὐτὸν ἔξω τῆς κακίας βουλόμενος αὐτὸν ἀγαγεῖν. ἐπερ · τὰ τείχη τί; –πολυτρόπως ὀνομάζεται ἐν τῇ γραφῇ τὰ τείχη. περὶ τῆς σοφίας λέγεται, ὅτι "ἐπ' ἄκρων τειχέων κηρύττεται"· καὶ οὐ δήπου λέγομεν, ὅτι ἐπ' ἄκρων αἰςθητῶν τειχέων κήρυκες γινόμενοί τινες ἀπαγγέλλοντες τὰ περὶ τῆς ἀρετῆς. τείχη εἰσὶν τὸν νοῦν φρουροῦντα καὶ τὸν ἔσω ἄνθρωπον αἱ ἀρεταὶ καὶ αἱ θεῖαι νοήσεις. ὅσον τις ἔτι ἐν τοῖς θεμελίοις τῶν τειχῶν ἐστιν ἢ ἐμέσασεν τὴν ἀνάβασιν αὐτῶν, οὔπω κηρύξαι δύναται τὴν σοφίαν· μόλις ἐπαΐειν αὐτὴν δύναται. ὅταν δὲ εἰς αὐτὰ τὰ ἄκρα τῶν τειχῶν γένηται, ἵν' οὕτως εἴπω, ὅταν ὑπερβῇ τὸν κόσμον, ὑπερκόσμιος γένηται, τότε δύναται τὴν σοφίαν κηρύττειν. πάλιν, ἐλέχθη ὅτι· "ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη". τῶν αἰσθητῶν εἰσιν ἰδέαι κατ̣άλληλοι. αἱ ἰδέαι δὲ αὗται νοήσεις εἰσὶν θεοῦ, βουλήσεις εἰσὶν θεοῦ. καὶ λάβε διὰ παραδείγματος τὸ θεωρούμενον· ὁ βουλόμενος κατασκευάσαι πόλιν, ὅλην τὴν πόλιν καὶ τὰ μέρη αὐτῆς ἀνατυποῖ τῇ ἑαυτοῦ διανοίᾳ καὶ κατ' ε᾿̣κείνας τὰς νοήσεις κατασκευάζει τὰ αἰσθητά. ἀμέλει γοῦν ἐὰν μὴ ὀρθῶς λάβῃ τὸ νόημα, φέρε, τῆς ἀγορᾶς ἢ τοῦ τεμένους ἢ τῶν ἄλλων, οὐ καλῶς ποιεῖ τὰ αἰσθητά. αἱ ἰδέαι οὖν δύνανται εἶναι τὰ τείχη, ἐν ταῖς χερσὶν τοῦ θεοῦ γεγραμμέναι βουλήσεις. ταῦτα οὖν τὰ τείχη ἐν τῇ βουλήσει τοῦ θεοῦ ἔχουσιν τὸ εἶναι. καὶ λέγω· "ἐν Χριστῷ", φησίν, "ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα δι' αὐτοῦ ἔστιν· καὶ αὐτὸς ἔστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν". ἐν αὐτῷ ἐκτίσθη τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· ὡς ἐὰν πολι η 86 ἐν τῷ νῷ τοῦ ἀρχιτέκτονος τὰ μέρη τῆς πόλεως οἰκοδομηθῇ, τουτέστιν πρὸς ἐκεῖνα, διακρατούμενα ὑπ' ἐκείνων· λόγοι γάρ εἰσιν διακρατητικῶν. ἐν Χριστῷ οὖν συνέστηκεν τὰ πάντα. ἐὰν κατ' ἐπίνοιαν θελήσῃς ἆραι τὸν λόγον ἀπὸ τῶν ὄντων, οὐχ ὑφίστανται ταῦτα. συναπέρχονται τῇ ἄρσει τοῦ λόγου. οὕτω οὖν καὶ τὰ τείχη· ἡ ἀσφάλεια πᾶσα ἐν ταῖς χερσὶν τοῦ θεοῦ γέγραπται. ἐὰν δὲ καὶ τὰς ἀρετὰς λέγῃς τείχη, ἠρέμα καὶ αἱ ἀρεταὶ ἔχουσιν ἰδέας, τὰς πρωτοτύπους ἕξεις. οἷον ἔχω δικαιοσύνην, ἀλλὰ οὐ πᾶσαν αὐτήν, ἀλλὰ κατ' αὐτὴν πεποίωμαι. ἐστὶν δὲ ἡ νοουμένη οὐ χωρὶς τοῦ μετέχοντος ὡσανεὶ ἰδέα, οὐκ ἰδέα οὕτως, ὡς εἴωθας λέγεσθαι. ἐὰν οὖν ἄρῃς ἐπιστήμην, αἴρονται αἱ ἕξεις τῶν ἐπιστημόνων, συναπέρχονται αὐτῇ, κειμένης δὲ ἐκείνης μετέχουσιν αὐτῆς καὶ εἰσὶν αἱ κατὰ μέρος ἕξεις. ἄλλη δέ ἐστιν παρὰ ταύτας, ἅτε δὴ ἀρχικωτέρα οὖσα καὶ βεβαιοτέρα. ἀμέλει γοῦν αὕτη οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἡ δὲ ἐν τοῖς μετέχουσιν δέχεται τοῦτο. τὴν ἀσφάλειαν οὖν σημαίνει τὰ τείχη. 6 ἐλυτρώσω μὲ, κύριε ὁ θεὸς τῆς ἀληθείας.
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.