Commentarii in Psalmos · §u22-rem-mid

Unit 22 rem mid

Rem mid: Unit 22; lemma continues; reading with the letter.

Greek

ἀοράτῳ ἐπιβάλλων, ὁ καὶ τὸ μυστήριον τῆς ἐπιδημίας καὶ τοῦ πάθους ἐπιστάμενος". οἱ ἔξω οὖν θεωροῦντές με ἔξω γέγοναν, οἱ κατὰ σάρκα μόνον εἰδότες Χριστὸν καὶ οἱ τοιοῦτοι ὄντες οἷς γράφει Παῦλος· "οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον". τῶν ἔξω εἰσι`̣ν̣ καὶ ἔξω τρέχουσιν, οἷοί εἰσιν οἱ ἐν παραβολαῖς ἀκούοντες· οὐ γὰρ ἡ παραβολὴ ἀσαφῶς λεγομένη ἔξω αὐτοὺς πεποίηκεν, ἀλλὰ ἔξω αὐτοὺς ὄντας εἰς τοῦτο ἤγαγεν ἡ αὐτῶν ἐξωτερικὴ διάνοια. "ἐπελήσθην ὡςεὶ νεκρὸς ἀπὸ καρδίας". ὁ ἐπιστάμενος Ἰησοῦν ζωὴν ὄντα–λέγει γάρ· "ἐγώ εἰμι ἡ ζωή", καὶ ζῶν ζῶντος πατρὸς υἱός ἐστιν· "ζῶ" γὰρ· "διὰ τὸν πατέρα"–οὐκ ἐπιλανθάνονται αὐτοῦ ποτε· παρὼν γὰρ τῇ διανοίᾳ αὐτῶν ἀεὶ φωτίζει αὐτούς, ὥστε ἕκαστον λέγειν· "ζῇ δὲ ἐν ἐμοὶ Χριστός". ὁ τοιοῦτος ἐν Χριστῷ ἐστιν καὶ Χριστὸν ἔχει ἐν ἑαυτῷ ζῶντα καὶ ἐνεργοῦντα. ὅταν δέ τις μὴ ζῶντα μηδὲ ἐνεργοῦντα αὐτὸν 92 νοήσῃ, ἐπιλανθάνεται αὐτοῦ ὡς νεκροῦ· οὐ γὰρ ε᾿̣ν πᾶσιν ζῇ Χριστός, ἀλλ' ἐν τοῖς κατ' αὐτὸν ἐνεργοῦσιν. ὅσοι δὲ νομίζουσιν εἶναι Χριστιανοί, μὴ ἐνεργοῦσιν δὲ κατὰ Χριστόν, οὐκ ἔχουσιν ζῶντα αὐτὸν ἐν αὐτοῖς. ἴδε· ὁ φαῦλος ἄνθρωπος ζῇ κατὰ κακίαν, "φιλήδονος μᾶλλον ἢ φιλόθεος" ὑπάρχων πάντα ἡδονικῶς ποιεῖ. τὸν δίκαιον νεκρὸν ἡγεῖται, ἐπεὶ στέρεται τῆς αὐτοῦ ζωῆς τῆς φαύλης καὶ οὐ δέχεται αὐτὴν ἐν τῷ διανοητικῷ ἑαυτοῦ. 13 ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. οὐ σκεῦος ἀπολωλὸς γέγονα, ἀλλ' ὡς τὸ ἀπολωλὸς σκεῦος. καὶ λάβε μοι τὸ παράδειγμα· οἱ ἄνθρωποι οἱ ἄλλοι παρὰ τὸν σωτῆρα σταυρούμενοι δοκοῦσιν ἄχρηστα σκεύη γεγονέναι, ἀπωλείας σκεύη. οὗτος ὁ λέγων ταῦτα ὡς τὸ ἀπολωλὸς γέγονεν σκεῦος, οὐκ ἀπολωλὸς δέ. ὥσπερ γέγονεν ἁμαρτία οὐ τὰ αὐτὰ τοῖς ἄλλοις ἁμαρτία ὤν, ἀλλ' ἵν' ἐκεῖνοι δικαιοσύνη θεοῦ ἐν ω αὐτῷ γένωνται, ὡμοιώθη τῇ ἁμαρτίᾳ, ὡμοιώθη τῷ σκεύει τῷ ἀπολωλότι. ὅτι δὲ οἱ ἄνθρωποι λέγονται σκεύη, οὐκ ἀγνοεῖται, καὶ ταῦτα μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν. τοῦτο τὸ κατὰ τὸν Ἰησοῦν σκεῦος οὐκ ἀπωλ̣είας· οὐκ ἔγνω γὰρ ἁμαρτίαν. γεγένηται δὲ ὡς τὸ ἀπολωλὸς σκεῦος. γέγονεν κατάρα, ἵν' εὐλογίαν ἐπαγάγῃ. οὐδεμία δὲ κατάρα εὐλογίαν φέρει, ἀλλὰ μᾶλλον φθείρει τὴν εὐλογίαν· οὐδεὶς γὰρ ἐπικατάρατος εὐ λογημένος. οὗτος δε`̣ γενόμενος κατάρα αἴτιος εὐλογίας γέγονεν, καὶ οὐχ ἑνί γε ἀνθρώπῳ, ἀλλὰ πᾶσιν τοῖς πιστεύουσιν. 14 ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. ἤκουσα ψεγόντων με πολλῶν οὐκ ἀπεσχοινισμένων παντάπασιν. παροίκουν κύκλῳ τοῦ Ἰησοῦ οἱ Ἰσραηλῖται. ἔψεγον αὐτόν· "ἐν Βεεζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια". "ἁμαρτωλός ἐστιν ὅτι τὸ σάββατον οὐ τηρεῖ". κυκλόθεν ἦσαν. εἰ ἦσαν ἐθν̣ικοὶ οἱ ταῦτα λέγοντες, οὐκ ἦσαν αὐτοῦ κύκλος. οὗτοι κύκλῳ γεγόνασιν. λέγει γοῦν· "καὶ ἐκύκλωσάν 148 με ὡς αἱ μέλισσαι κηρίον". πολεμικῶς ἐκύκλωσάν με. 14 ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ' ἐμέ. ἐμνημόνευσεν ἐχθρῶν, γειτόνων σφόδρα ὀνειδιζόντων αὐτόν, ἐμνημόνευσεν ἐπιλαθομένων αὐτοῦ ἀπὸ καρδίας, παροικοῦντας κυκλόθεν λέγει καὶ ψέγοντας. οὗτοι ἅμα ἐπισυνήχθησαν "τοῦ λαβεῖν τὴν ψυχὴν" αὐτοῦ, τότε μάλιστα ὅτε "ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά"· ἐνταῦθα γὰρ καὶ ἔθνη φρυάξαντα οὔπω πάντη ἀποκεκονμένα αὐτοῦ καὶ ἀπεσχοινισμένα. "ἵνα τί ἐφρύαξαν"; ἀλαζονικώτερον ἐπέθεντο τοῖς Ἑβραίοις. καὶ οἱ Ἑβραῖοι δὲ ματαίως καὶ κενῶς ἐμελέτησαν τὰς περὶ ἐμοῦ προφητείας. πάντα τὰ εἰρημένα τάγματα "ἅμα ἐπισυνήχθησαν, τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο". τὸ μέγεθος τοῦ πορθ̣ο̣υμένου δείκνυται, ὅτι "ἅμα πάντες ἐπισυνήχθησαν ἐπὶ τῷ λαβεῖν τὴν ψυχὴν" αὐτοῦ. οὐχ εἷς, οὐ δεύτερος, οὐ δέκα, οὐ χίλιοι, ἀλλὰ ἅμα πάντες. τὸ ἀκαθαίρετον καὶ τὸ δυσανάτρεπτον ἢ τὸ μὴ ἀνατρέπεσθαι τῆς Ἰησοῦ ψυχῆς σημαίνεται. μόλις ἅμα δεδύνηνται λαβεῖν τὴν ψυχήν μου ἢ βεβούληνται, οὐκ εἰλήφασιν δέ. "οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν". 14 τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. μέχρι τοῦ βουλεύσασθαι γεγόνασιν ἀποκτεῖναι αὐτόν. εἰ μὴ αὐτὸς δὲ ἑαυτὸν δεδώκει, οὐκ ἠδύναντο τοῦτο ποιῆσαι. ἀμέλει γοῦν ὁπηνίκα ἦλθαν ἐπὶ τῷ συλλαβεῖν αὐτόν, λέγει· "τίνα ζητεῖτε"; καὶ λέγει· "Ἰησοῦν τὸν Ναζαρηνόν". "ἐγώ εἰμι", ὡς εἶπεν, "ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί". καὶ δεύτερον πάλιν· "τίνα ζητεῖτε"; καὶ τὸ αὐτὸ εἶπεν αὐτοῖς, καὶ ἔπεσαν εἰς τὸ χαμαὶ πάλιν. τὴν τρίτην λέγει· "ἐγώ εἰμι", ἐμὲ οὖν

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.