Unit 22 rem early
Rem early: Unit 22; lemma and argument toward the thesis.
Greek
φωνήν, μὴ οἱ ἀπόστολοι καὶ οἱ ἄλλοι. πάλιν ἐὰν λέγωσιν· "ἐν Βεεζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια", μὴ φίλοι εἰσίν, μὴ ἐνάρετοι ἄνδρες εἰσίν. "καὶ τοῖς γείτοσίν μου σφόδρα". γείτονες ἦσαν αὐτοῦ οἱ Ἰουδαῖοι, ἐὰν ὁ σωτὴρ ᾖν ὁ λέγων· καὶ τοῦ σπουδαίου οἱ ὑποκριταὶ ἀρετῆς. γείτονές μού εἰσιν, πλησίον δὲ τῆς οἰκίας μου ἔχουσιν τὰ ἑαυτῶν οἰκοδομήματα· οἰκία γὰρ τοῦ δικαίου ἡ ὀρθὴ πολιτεία· ὁ 146 γὰρ τοὺς Ἰησοῦ λόγους ἀκούσας καὶ εἰς ἔργα μεταβαλὼν αὐτοὺς οἰκοδομεῖ οἰκίαν ἐπὶ τὴν πέτραν τοῦ φαύλου ἐπὶ τὴν ἄμμον οἰκοδομοῦντος. ἐπειδὴ δὲ ἀμφότεροι ἀκροαταὶ γεγόνασιν τῶν Ἰησοῦ λόγων, δοκοῦσιν γείτονες εἶναι, δοκοῦσιν ὅμοροι. "οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί". οἱ παράνομοι οὔκ εἰσιν ἄνομοι, ἀλλ' ἔχουσιν τὸν αὐτὸν νόμον, παραβαίνουσιν δὲ αὐτόν. ὅταν δὲ λέγηται· "μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι", ἐκεῖνοι οὐκ ἔχουσιν πεῖραν νόμου. "παρανομίαι ἄνδρα ἀγρεύουσιν"· τρόπον τινὰ γὰρ οἱ ἄνομοι οὐδὲ εἰς κρίσιν ἀνίστανται ὅλως ἵνα καὶ ὀνειδισθῶσιν. ἐλάττω κόλασίς ἐστιν τὸ ὀνειδισ θῆναι. ἀμέλει γοῦν οἱ λαβόντες τὸν νόμον καὶ παραβάντες, οὗτοι "εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον" ἀνίστανται. καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐπιστήσομεν τῇ προφητείᾳ τοῦ ∆ανιήλ· ἐν αὐτῇ γὰρ κεῖται τοῦτο· "καὶ ἀπὸ τῶν καθευδόντων ἐκ γῆς χώματος"–οὐκ εἶπεν ὅτι "πάντες"–"ἀνίστανται οὗτοι εἰς ζωὴν καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην". τριχῶς δὲ ἡ ἀνάστασις ἐν τῷ πρώτῳ 91 ψαλμῷ κεῖται· ἀνίστανται οἱ ἀσεβεῖς οὐκ εἰς τὸ κριθῆναι. ἀνίστανται οἱ παρανομήσαντες, οἱ δεξάμενοι τὸν νόμον καὶ παραβάντες, οἱ ἁμαρτωλοὶ εἰς κρίσιν. οἱ δίκαιοι οὐκ εἰς τὸ κριθῆναι, ἀλλ' εἰς τὸ λαβεῖν τὰς ἐπαγγελίας ἐγείρονται. νῦν οὖν λέγει ὅτι· "καὶ πολλοὶ τῶν καθευδόντων"· οὐκ ἀριθμεῖ οὕτω γὰρ τοὺς ἀσεβεῖς τοὺς μὴ ἐγειρομένους εἰς κρίσιν, ἀλλὰ τοὺς ἀνισταμένους "εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον". οὗτοι δέ εἰσιν οἱ ἁμαρτωλοί. οἱ δίκαιοι "εἰς ζωὴν αἰώνιον". περὶ τούτων τῶν δύο ταγμάτων καὶ ὁ σωτὴρ ἐν εὐαγγελίῳ λέγει· "ἐξελεύσονται οἱ τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα εἰς ἀνάστασιν κρίσεως". οὐ μνημονεύει οὐδὲ ὧδε τ̣ῶν ἀσεβῶν. ἐπεὶ τοίνυν ὑπεξαιρεῖται τὸ τάγμα τῶν ἀσεβῶν, οὐκ εἶπεν ὅτι "πάντες" ἀνίστανται, ἀλλὰ "πολλοὶ τῶν καθευδόντων". ἐὰν δέ τις βίαιον ἡγῆται ταύτην τὴν ἀπόδοσιν οὐκ οὖσαν τοιαύτην καὶ λέγῃ ὅτι ἐν τοῖς ἁμαρτωλοῖς τάττονται καὶ οἱ ἀσεβεῖς, τὸ "πολλοὶ" οὕτως ἀκούομεν ἀντὶ τοῦ "πάντες"· οἱ πάντες γὰρ πολλοί εἰσιν, οὐκ ἀντιστρέφει δέ. ὅμως οἱ πολλοὶ ὧδε ἀντὶ πάντων λεγέσθωσαν. τοῦτο δὲ καὶ ὁ ἀπόστο λος γράφει· "ὥσπερ γὰρ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί, οὕτω καὶ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ καθίστανται οἱ πολλοί". καὶ ὧδε οἱ πάντες σημαίνονται διὰ τῶν πολλῶν· πάντες οἱ παρακούσαντες, πάντες οἱ ὑπακούσαντες. οὐκ ἀντιστρέφει. εἴ τινες πάντες εἰσίν, οὐ πάντως δὲ οἱ πολλοὶ πάντες, οἷον· "πολλοὶ ἐροῦσιν τῇ ψυχῇ μου". "καὶ φόβος τοῖς γνωστοῖς μου". τοῖς γνωστοῖς μου φόβος γέγονα ταύτην φέρων τὴν κατάστασιν ἣν ὀνειδίζουσιν πολλοί. ἀμέλει γοῦν καὶ οἱ ἀπόστολοι φοβηθέντες ἐσκανδαλίσθησαν πρὸς ὥραν. φόβον δὲ ἐνταῦθα τὸν παθητικὸν λέγει ᾧ ἕπεται δειλία εἰ μὴ αὐτή ἐστιν δειλία. δυνατὸν καὶ θεῖον φόβον λαβεῖν. οἱ θεωροῦντές με, οἱ τὸ μυστήριον τῆς ἐπιδημίας μου ἐπιστάμενοι καὶ τίνος ἕνεκα ἐσταυρώθην, φόβον ἔσχον τὸν ἴσον εὐλαβείᾳ, περὶ οὗ λέγεται· "φόβος κυρίου πάντα ὑπερέβαλεν"· ἴδε γάρ, τί λέγει· "οἱ γνωστοί μου". γιγ̣νώσκονται ὑπὸ θεοῦ οἱ σπουδαῖοι· ἔγνω γὰρ κύριος τοὺς ὄντας αὐτοῦ, καὶ γιγνώσκουσιν αὐτόν. λέγει γοῦν καὶ ὁ ἀπόστολος Γαλάταις· "ἀλλὰ 147 τότε μὲν οὐκ εἰδότες, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ τοῦ θεοῦ". ὅτε γιγνώσκομεν τὸν θεόν, γιγνώσκει ἡμᾶς· "εἴ τις" γὰρ "ἀγνοεῖ, ἀγνοεῖται", δηλονότι εἴ τις γιγνώσκει, γιγνώσκεται. "φόβος" οὖν "τοῖς γνωστοῖς μου". οἱ ἄξιοι τοῦ γιγνώςκεσθαι καὶ γιγνώσκοντές με, φόβον ἔσχον τὸν ἴσον εὐλαβείᾳ, περὶ οὗ λέγεται· "τότε συνήσεις φόβον κυρίου", μετὰ πολλὰ κατορθώματα. "οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ' ἐμοῦ". ὁ σωτὴρ καὶ κύριος ἡμῶν θεὸς ἅμα καὶ ἄνθρωπός ἐστιν. ὁρᾶται δὲ καὶ θεωρεῖται κατὰ τὸ ἄνθρωπος εἶναι· ἀόρατος γάρ ἐστιν "εἰκὼν" ὢν "τοῦ θεοῦ τοῦ ἀοράτου". καὶ δεῖ τοῦ ἀοράτου τὴν εἰκόνα ἀόρατον εἶναι. ἀλλὰ ἐὰν λέγηται· "ὁ ἑωρακὼς ἐμέ", ὁμωνύμως τὸ "ἑωρακὼς" λάβε ἀντὶ τοῦ "ὁ ἐπιστημόνως με θεωρῶν, ὁ θεικῶς με ὁρῶν, ὁ ὡς
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.