Commentarii in Psalmos · §u23-rem-close

Unit 23 rem close

Rem CLOSEOUT: Unit 23 CLOSEOUT.

Greek

ἀρχήν. ἵνα δείξῃ οὖν ὅτι ἐκ τῆς Μαρίας ἐστίν, εἶπεν ἑαυτὸν "υἱὸν ἀνθρώπου". λέγεται δὲ καὶ αὐτὸς ὁ θεὸς λόγος ποτὲ ἀνθρώπου υἱός· ὅταν γὰρ λέγῃ· "οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου", τὸν θε ὸν λόγον κατ̣' αὐτοῦ λέγει. οὕτω δὲ λέγεται υἱὸς ἀνθρώπου, ὡς ἐὰν λέγωμεν πολλάκις τὴν ψυχὴν ἐκ τῶν γονέων. ὡς ἐὰν λέγωμεν ὅτι· "ὁ Ἰακὼβ ὁ ἅγιος τοῦ θεοῦ ἐκ τοῦ Ἰσαάχ ἐστιν", οὐ τοῦτο λέγομεν ὅτι ᾗ ποιός ἐστιν καὶ ἅγιος, ἀλλ' οὗτος ᾧ συνέβη ἁγίῳ εἶναι, ἐκ τοῦ Ἰσαάχ ἐστιν. καὶ κατὰ τοῦτο οὖν λεγέσθω υἱὸς ἀνθρώπου ὁ θεὸς λόγος. "ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον", οὐδὲ τὸ σῶμα λαμβάνομεν, ἵνα μὴ προσκλιθῶμεν τοῖς λέγουσιν οὐρανόθεν αὐτὸν κεκομικέναι σῶμα. σχεδὸν δὲ πάντες οἱ αἱρεθικοὶ τοῦτο λέγουσιν, ὡς Μαρκίων, Βασιλείδης, Βαλεντῖνος. οὕτω δὲ πολλάκις καὶ λέγομεν ὅτι "σοφὸς ἀνήρ, ἅγιος, θεοῦ φίλος", υἱὸς δέ ἐστιν τῆσδε· μὴ γὰρ καθὸ τοιοῦτός ἐστιν, υἱός ἐστιν ἐκείνης. ἐν τοῖς συνθέτοις πολλάκις τὰ τῶν κατὰ μέρος περὶ τοῦ ὅλου λέγομεν· ὡς ἐὰν λέγωμεν "νοήμων ἄνθρωπος, συνετός, μνήμων, ὑγιὴς τὸ σῶμα, εὔμορφος, εὐμεγέθης", τὰ μὲν ἀπὸ τοῦ σώματος, τὰ δὲ ἀπὸ τῆς ψυχῆς λέγομεν· ἔνια γὰρ τῶν ὑπαρχόντων τῷ συνθέτῳ οὐ δύναται τῶν ἑνὶ ἑκάστῳ τῶν ἐν τῇ συνθέσει εἶναι. τὸ μέντοι γρηγορεῖν ἢ καθεύδειν οὐδὲ περὶ τῆς ψυχῆς λέγεται μόνης οὐδὲ περὶ τοῦ σώματος· οὐδὲ γὰρ ἡ ψυχὴ χωρὶς σώματος τοῦτο ποιεῖ οὐδὲ τὸ σῶμα ἄνευ τῆς ψυχῆς. περὶ τοῦ συνθέτου ἄρα λέγεται. "κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου". ἡ κτίσις τοῦ θεοῦ λέγεται εἶναί ποτε αὐτοῦ πρόσωπον· "ἐκ μεγέθους καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται". οὐκ ἐν τῷ ἀποκρύφῳ αὐτοῦ προσώπῳ εἰσίν, ἀλλ' ἐν τῳ῀̣ προφανεῖ. ἐὰν ἰατρὸν ἴδῃς ἐργαζόμενον, τεχνικῶς ἐπιτελοῦντα, τὸ πρόσωπον αὐτοῦ ὁρᾷς· δείκνυσιν γὰρ τὰ τῆς ἰατρικῆς ἔργα τὸν ἰατρόν. ὅταν δὲ δυνηθῶμεν τὴν ἀναλογίαν τοῦ λόγου τῶν τεχνητῶν ἰδεῖν καὶ τὴν διάθεσιν τοῦ ποιοῦντος, οὐκέτι τὸ φανερὸν αὐτοῦ πρόσωπον ὁρῶμεν, ἀλλὰ τὸ κεκρυμμένον. οὕτω καὶ ἐπὶ θεοῦ λέγομεν ὅτι, ὅτε θεωροῦμεν τὰ δημιουργήματα, ἐκ τῶν δημιουργημάτων καὶ ἐκ τοῦ μεγέθους τοῦ κάλλους αὐτῶν τὸν ὄντα πέλαγος κάλλους καὶ μεγέθους θεόν, ἐν τῷ φανερῷ αὐτοῦ προσώπῳ ἔχομεν τὸν νοῦν. ὅταν δὲ σκοπήσωμεν, διὰ τί, φέρε, οὐρανὸν πεποίηκεν τ̣οι̣ῶσδε καί πως ἔχοντα καὶ διὰ τί τὸ τηνικαῦτα, εἰς τὸ ἀπόκρυφον τοῦ προσώπου αὐτοῦ εἰσήλθαμεν, εἰς τὸν λόγον καθ' ὃν ἐποίησεν. "ὁ λόγος σὰρξ ἐγένετο". ἴδε τὸ ἔξω πρόσωπον. "καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός". τὸ νοῆσαι ἀπόκρυφόν ἐστιν. τούτῳ οὖν συνφερόμενος καὶ ὁ ἀ154 πόστολος λέγει· "εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γιγνώσκομεν". 21 ἀπὸ ταραχῆς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνῇ, ἀπὸ ἀντιλογίας γλωσσῶν. οἱ ἄρτι ἀπὸ ταραχῆς ἀνθρώπων 98 ῥυόμενοι καὶ ἀπαλλαττόμενοι σκέπονται ἐν προ̣κοπῇ· ὁ γ̣ὰρ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ ἵνα τὸ ἀγαθὸν ποιήσῃ, οὐχ ἅμα τῇ ἐκκλίσει τῇ ἀπὸ τοῦ κακοῦ τελείως ἔχε̣ι τὸ ἀγαθὸν ἐν ἑαυτῷ. γίνεται μαθητὴς τῆς μονοτρόπου γλώττης, τῆς τοῦ θεοῦ γλώττης. λόγους δὲ σημαίνουσιν αἱ γλῶσσαι, καὶ πολλάκις τοῦτο ἀποδέδεικται· "ἐνέτειναν τὴν γλῶτταν αὐτῶν ὡσεὶ τόξον", τὸν λόγον αὐτῶν. καί· "θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης". οὐκ ἔχει ὅλως χεῖρα ἡ αἰσθητὴ γλῶσσα. ἐνέργ̣ειαν δὲ ἔχει· ὁ λόγος καλούμενος γλῶσσα. 22 εὐλογητὸς κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν π̣όλει περιοχῆς. ἐπιστήσας τοῖς εἰρημένοις καὶ ἐν γνώσει αὐτῶν γεγενημένος λοιπὸν εὐλογίας̣ τρόπῳ χαριστηρίους ἀναπέμπει αἴνους καὶ λέγει· "ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς". ἔλεγον ὅτι τὸ πλῆθος τῆς χρηστότητος ἑαυτοῦ ἔκρυψεν ἐλέους ἕνεκα ἵνα ἐλεήσῃ. γνοὺς τὴν αἰτίαν τοῦ κεκρύφθαι τὸ πλῆθος τῆς χρηστότητος εὐλογεῖ τὸν τοῦτο πεποιηκότα καὶ λέγει ὅτι "ἐν τῇ πόλει τῆς περιοχῆς" τοῦτο πεποίηκαμεν. δυνάμεθα "πόλιν περιοχῆς" εἰπεῖν τὴν ἐνταῦθα ζωήν, τὴν ἐν τῷ κόσμῳ τούτῳ διατριβήν· τρόπον γάρ τινα ὡς ἐν φρουρᾷ περιεχόμεθα. ἐπειδὴ δὲ καὶ ἐν ταῖς Βασιλείαις λέγεται ἡ Σιὼν "πόλις περιοχῆς"–"τίς ἀπάξει με" γὰρ "εἰς πόλιν περιοχῆς"; –, ἐπαινετή ἐστιν αὕτη ἡ περιοχή, φρουρά ἐστιν ἀκαταμάχητος, ἄβλητον ἕρκος. "ἐθαυμάστωσεν" οὖν "τὸ ἔλεος αὐτοῦ ἐν τῇ πόλει τῆς περιοχῆς". εἴ τις ἔξω τῆς πόλεώς ἐστιν ταύτης, ἀγνοεῖ διὰ τί κρύπτει ὁ θεὸς τὸ πλῆθος τῆς χρηστότητος

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.