Commentarii in Psalmos · §u24-open

Commentarii in Psalmos Unit 24 opening

Unit 24.

Lemma-led open — τὸ ἔλεος αὐτοῦ ἐμοὶ

Greek

α̣ὐτοῦ. λέγομεν δὲ τοὺς μικροὺς εἶναι τοὺς φόβῳ κολάσεως μὴ πράττοντας τὸ κακόν. ἐπερ · "τὸ ἔλεος αὐτοῦ ἐμοὶ" οὐ κεῖται; –ἀφαιρεῖται τὸ μέγεθος τοῦ ἐλέους τοῦ θεοῦ, ἐὰν προσθῇς τὸ "ἐμοί". καθόλου ἐστίν. ποιοῦμεν ἐνίοτέ τινα. ἐὰν ποιήσωμεν ὅτι σπουδαῖος ἢ ὅτι ἐπιστήμων, οὐκ ἐκείνῳ πεποιήκαμεν μόνῳ, ἀλλὰ παντὶ σπουδαίῳ, παντὶ ἐπιστήμονι. οὐ δεῖ οὖν ἔχειν τὸ "ἐμοί". φίλαυτός τις προσέθηκεν αὐτό. 23 ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου Ἀπέριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. περὶ τῆς προτέρας ἑαυτοῦ περιστάσε̣ως λέγει, ἐν ᾗ ἐζήτει καὶ ἐταράττετο. ἐκστὰς ἐπὶ τῷ μεγέθει τοῦ θαύματος. καὶ ἐκπλαγεὶς ἐπὶ τῇ οἰκ̣ονομίᾳ τῆς κρύψεως τῆς χρηστότητος τοῦ θεοῦ, ἔδοξα ἀπερῖφθαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν τοῦ θεοῦ, ὧν ἀπορίπτεται ἀπὸ προσώπου τοῦ θεοῦ ὁ ἀνάξια τοῦ προσώπου αὐτοῦ πράττων. πλὴν οὗτος οὔκ ἐστιν οὕτω κακὸς ὡς ὁ ἰδίᾳ προαιρέσει ἔξω τοῦ προσώπου τοῦ θεοῦ γινόμενος. ὁ Κάϊν οὖν τοιοῦτος ἦν· "ἐξῆλθεν" γὰρ "Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ". αὐτομόλησεν πρὸς τὸ κακόν, ἀθεότητα ἠσπάσατο, ἀπρονοησίας γέγονεν εἰσηγη̣τής. περὶ μέντοι τοῦ Ἀδὰμ λέγεται ὅτι "ἐξέβαλεν" κύριος. ἐκβάλλεται δὲ ὁ ἐφιέμενος ἔσω εἶναι. οὐκ ἦν δὲ οὕτω κακὸς ὡς ὁ Κάϊν. καὶ οὗτος οὖν ὁ ταῦτα λέγων εἶπεν ὅτι· ἐπειδὴ τοιαῦτα ἐπέστησαν καὶ τοῦ κα̣τ' εἰκόνα τὴν οἰκονομίαν τοῦ κεκρύφθαι τὸ πλῆθος τῆς χρηστότητός σου ἀπὸ τῶν φοβουμένων σε, ἔδοξα ἀπορερῖφθαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. δυνατὸν δὲ καὶ οὕτως· ὥσπερ πάντες οἱ τῇ πίστει προσεληλυθότες "σῶμα Χριστοῦ" εἰσιν "καὶ μέλη ἐκ μέρους", οὕτω καὶ τῶν θείων δυνάμεων, τῶν λογικῶν τὸ συνπλήρωμα σῶ155 μα θεοῦ ἐστιν. καὶ ὥσπερ ἐπὶ τῶν τοῦ Χριστοῦ μελῶν λέγομεν ὅτι οἱ διορατικοὶ ὀφθαλμοὶ λέγονται, οἱ δὲ πρακτικοὶ χεῖρες, οἱ "τῇ σπουδῇ μὴ ὀκνηροὶ" πόδες–τόδε "οὐ δύναται ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω", οὐδὲ ἡ χεὶρ δύναται εἰπεῖν· "οὔκ εἰμι ἐκ τοῦ σώματος, ἐπεὶ ὀφθαλμὸς οὔκ εἰμι". καὶ ὅρα γε· μείζ̣ων ἐστὶν ὁ ὀφθαλμὸς τῆς χειρός, καὶ οὐ δύναται οὗτος ὁ ὀφθαλμὸς ὁ διορατικὸς διὰ τὸ σκοπεῖν τὰς οἰκονομίας εἰπεῖν ὅτι· "χρείαν σου οὐκ ἔχω"· οἶδας γὰρ ὅτι ἔχει πρᾶξιν ἡ χεὶρ ἣν ὀφθαλμὸς προηγουμένως ποιεῖν οὐ δύναται. κα̣······ν̣ γοῦν καὶ οἰήσεώς ἐστιν τοῦτο ὅτι ὁ μείζω τῷ ἐλάττονι οὐ δύναται εἰπεῖν· "χρείαν σου οὐκ ἔχω". οἱ διορατικοὶ ἄνδρες ὀφθαλμοί εἰσιν τοῦ θεοῦ. καὶ λέγει· ἐπειδὴ ἐπέστησα πράγμασιν καὶ οὐκ ἐνόησα αὐτά, οὔκ εἰμι ὀφθαλμός. 99 εἶπον οὖν τοῦτο ὅτι· τάχα ἔξω τῶν ὀφθαλμῶν τοῦ θεοῦ γέγονα, τῶν διορατικῶν ἀνδρῶν καθορώντων τῇ διανοίᾳ. 23 διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου. διὰ τοῦτο εἰσήκουσας ὅτι ἔγνων· τὸ ὅσον ἧκεν εἰς τὴν ἐμ̣ὴν ἄγνοιαν, ἀπερίφην ἀπὸ τῶν ὀφθαλμῶν τοῦ θεοῦ. 24 ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ. ὅσιοί εἰσιν οἱ τὸ πρὸς θεὸν δίκαιον κατορθοῦντες, οἱ τηροῦντες ἐκεῖνο ὃ εἶπεν ὁ σωτήρ· "ἀπόδοτε τὰ τοῦ θεοῦ τῷ θεῷ". "ἀγαπήσατε τὸν κύριον"· σκόπει πρὸς τί εἴρηται τοῦτο· ἀφ' ὧν ἀπεκρύβη τὸ ἔλεος τοῦ θεοῦ, φοβούμενοι ἦσαν. καὶ ἐλάβομεν τὸ τοῦ Ἰωάννου ῥητὸν καὶ ἐσαφηνίσαμεν οὕτως τό· "ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται". ἡ τελεία οὖν ἀγάπη, ὅταν τις ἀγάπῃ τῇ πρὸς τὸ ἀγαθὸν φεύγῃ τὸ κακόν· οὐ διὰ φόβον κολάσεως ἐκτὸς τοῦ κακοῦ μένει, ἀλλ' ὅτι ἔρωτα ἔχει γνήσιον πρὸς τὸ ἀγαθόν. ἀσυνύπαρκτα δέ ἐστιν τὰ ἐναντία. 24 ὅτι ἀληθείας ἐκζητεῖ κύριος. μονογενής ἐστιν ἡ τοῦ θεοῦ ἀλήθεια· "ἐγὼ" γάρ "εἰμι ἡ ἀλήθεια", ὁ σωτὴρ λέγει. γίνεται δὲ ἐν τοῖς μετέχουσιν ἀλήθειά τις. καὶ ὥσπερ ἔχει ἐπὶ ἐπιστημῶν καὶ ἀρετῶν –οὐχ ἕκαστον τῶν ἐπιστημόνων λέγομεν πᾶσαν ἔχειν τὴν ἐπιστήμην, ἀλλὰ ἐπιστήμην τινά, τουτέστιν ἄτομον. ὅσοι οὖν ἐὰν ὦσιν οἱ ἐπιστήμονες, τοσαῦται ἄτομοι ἐπιστῆμαί εἰσιν, καὶ ὅσοι ἐὰν ὦσιν

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.