Unit 24 rem close
Rem CLOSEOUT: Unit 24 CLOSEOUT.
Greek
ἁμαρτία ἐστὶν ἡ ἀνομία". εἰ τοίνυν ἥμαρτεν, ἀνομία ἐστίν πως· ἀλλ̣ὰ δυ´̣ο αὐτὰ λ̣έγει. συνπλεκτικῷ γοῦν συνδέσμῳ δήσας ἔδειξεν ὅτι δύο εἰσίν. εἶτα· "καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία". οἷον γένος ἐστὶν ἡ ἁμαρτία τῆς ἀνομίας· ἔλεγον γὰρ εἶδος εἶναι ἀνομίας, ὅταν ὁ πράττων κακῶς νόμον οὐκ ἔχῃ. λέγεται δὲ καὶ αὕτη ἁμαρτία καὶ ἡ τοῦ νόμου παράβασις ἢ παρακοὴ ἣν εἶπον παρανομίαν. ὡς ἐὰν λέγω· "πᾶς ὁ ἔχων ἵππον καὶ ζῷον ἔχει", γένος ἐστὶν τὸ ζῷον. οὐ πᾶς ὁ ἔχων ζῷον ἔχει ἵππον, ὁ δὲ ἵππον ἔχων ἔχει ζῷον. ὁ ἔχων τὰ εἴδη τὸ γένος τὰ εἴδη ἔχει. οὕτως οὖν καὶ ἐνταῦθα λέγει, ὡς τὴν αὐτὴν ἀνομίαν καὶ ἁμαρτίαν λέγει. κατ' ἐπίνοιαν δὲ ἔχει τὴν διαφοράν, ὅτι ἡ μὲν καθόλου, ἡ δὲ ἐν μέρει ἐστίν, ἡ μὲν γένος ἐστίν, ἡ δὲ εἶδος· ἔλεγον γάρ, ὅτι τὸ τῆς ἁμαρτίας ὄνομα καὶ κατὰ τῆς παρανομίας καὶ τῆς ἀνομίας κεῖται. ἁμ̣αρτ̣άνουσιν οὖν ἑκάτεροι· "ὅσοι γὰρ ἀνόμως ἥμαρτον". ἰδοὺ οὗτοι οἳ χωρὶς νόμου εἰσίν, ἁμαρτάνουσ̣ι̣ν̣. "καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον"· οὗτοί εἰσιν οἱ σοφίαν ἔχοντες, οἱ παράβασιν νόμου ἔχοντες. ἀμφότεροι̣ "ἥμαρτον". ἄφεσις δὲ ἀνομιῶν γίνεται, ὅταν ὁ θεῖος νόμος, ὁ πνευματικός, ὁ "ἐπιστρέφων ψυχὰς" κρατήσῃ τῶν ἀνομούντων. τότε ἀφίενται αἱ ἀνομίαι. καὶ λέγω οὕτω ἡ ἄφεσις τῶν ἁμαρτημάτων μη`̣ γι´̣νεται εὐθέως. ἀφίησιν Ἰησοῦς ἐὰν λέγῃ ὅτι· "ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἁμαρτίας ἀφιέναι". καί· "τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι"· μὴ γὰρ τοῦτο λέγει ὅτι· "ἰδοὺ 102 ἀφέθησάν σου αἱ ἁμαρτίαι". δύναμιν δέδωκεν καινοποιοῦσαν. ἡ ἐνέργεια δὲ προσγεν̣ομένη ἔφθειρεν τὴν κακίαν. μακαρίζονται οὖν ἐκεῖνοι ὧν αἱ ἁμαρτίαι ἀφέθησαν. λοιπὸν ἐπανέχου̣σιν τῷ ἀμώμῳ νόμῳ τοῦ θεοῦ τῷ ἐπιστρέφοντι ψυχάς. ἄφεσις οὖν ἁμαρτιῶν γίνεται ὅταν προσέλθῃ θεῖος νόμος ὁ κατὰ τὸ εὐαγγέλιον· τοῦτο γάρ ἐστιν ὁ "πνευματικὸς νόμος" ᾧ ψυχαὶ ἐπιστρέφονται, ὡς εἶπον. καὶ αἱ κατὰ παράβασιν νόμου ἐπιγινόμεναι καὶ ἐπιδιδόμεναι ἁμαρτίαι ἔχουσιν ἐπίκρυψιν. αἱ μὲν ἁμαρτίαι ἐπικρύβονται. ἀδύνατον δὲ τοὺς ἅπαξ βαπτισθέντας πάλιν τυχεῖν τοῦ λουτροῦ. ἐπικρύβονται δὲ δι' ἔργων μετανοίας. ἀλλὰ λέγεις ὅτι ἐπικεκρυμμέναι μὲν αἱ ἁμαρτίαι ὑπὸ τὸ κάλυμμα σῴζονται. οὐχὶ "ἀγάπη", φησίν, "καλύπτει πλῆθος ἁμαρτιῶν"; μὴ γὰρ καθάπαξ ἀφανίζει τὰ ἁμαρτήματα, ἀλλ' ἑτέρῳ τρόπῳ· ὁ γὰρ ἀγαπῶν ἔργα ἀγάπης ἐκπονεῖ· οὐ γάρ που δεικνύων τις ἀγάπην πρὸς τὸν πλησίον καταλαλεῖ αὐτοῦ, λοιδορεῖ αὐτόν, ἀδικεῖ. ὅταν δὲ τοῦτο ποιῇ, ἔχει οὗτος μὴ ἀγάπην εἰς αὐτόν. ἐπικρύβεται ταῦτα πάντα οὐκέτι ἐνεργούμενα, οὐχ ὅτ̣ι πεπρεμνισμένα εἰσὶν κρυπτόμενα ὑπ' αὐτῆς, ἀλλ' 159 ἡ ἀγάπη ἐπελθοῦσα ἔκρυψεν ἐκεῖνα, τουτέστιν ἀπέστησεν αὐτά, ἔξω αὐτὰ πεποίηκεν. εἰ δὲ δεῖ καὶ μικρολογήσασθαι, η῾̣ ἀγάπη ἐπελθοῦσα παύ ει τὴν κατ' ἐνέργειαν ἁμαρτίαν σῳζομένης λοιπὸν τῆς δυνάμεως. εἴ τις ἐπικρύβεται, ἡ ἐνέργεια· οἷον ὁ μετανοήσας λῃστὴς εἶχε κατ' ἐνέργειαν ἁμαρτίαν· μετάνοιαν ἔσχεν· ὁ σωτὴρ ἄφεσιν αὐτῷ ἔδωκεν· αἱ ἐνέργειαι καθ' ἃς ἐλῄστευεν, ἀπεβλήθησαν. μένουσιν δὲ αἱ δυνάμεις, ἐπικρύβο̣ν̣τ̣αι δέ. οὐ γὰρ προσεκτέον τοῖς λέγουσιν ὅτι στέρησίς ἐστιν ἡ κακία. εἰσίν τινες, καὶ αἵρεσίς γε ὅλη τῶν _0__Σ_τ_ο0_1___∆_ω_ν_α_τ_1ικῶν τοῦτο λέγουσα ὅτι· "ἀδύνατόν ἐστιν τὸν ἀποβαλόντα ἀρετὴν ἀναλαβεῖν". ὡς ἀδύνατόν ἐστιν τὸν αἴσθησιν ἀποβαλόντα ἀναλαβεῖν, καὶ δια`̣ τ̣οῦτο στέρησις ἡ τυφλότης καὶ ἡ κωφότης, οὕτω καὶ περὶ τῆς ἀρετῆς διανοοῦνται. ἡμῖν δέ, ὅσοι ἁπλούςτεροι, μᾶλλον δὲ ἀμαθοφλύαροι, λέγουσιν ὅτι οὐκέτι ἔνι τοιοῦτο· λέγουσιν γὰρ ὅτι οὐκ ἔνι μετὰ ταῦτα μετάνοια, οὐκ ἔνι ἀναλαβεῖν ἀρετήν, ἀλλὰ εἰς τοὺς αἰῶνας τῶν αἰώνων μένει ἡ κακία καὶ φέρει κατάλληλον κόλασιν. ἐπικρύβονται οὖν αἱ ἁμαρτίαι τούτῳ ᾧ εἶπον τρόπῳ· εἰς δύναμιν ἐ´̣ρχονται· μακάριον γάρ ἐστιν τὸ δύναμιν ἔχειν κακίας. ἀσυνύπαρκτά ἐστιν τὰ ἐναντία. ὁ ἔχων κατ' ε᾿̣νέργειαν τὴν ἀρετήν, δύναμιν ἔχει κακίας, καὶ μακάριόν γέ ἐστιν τοῦτο. οὐ δεῖ οὖν δυνάμει ἔχειν τὴν ἀρετήν, ἀλλ' ἐνεργείᾳ. διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ θεὸς ποιήσας τὸν ἄν θρωπον "κατ' εἰκόνα καὶ ὁμοίωσιν" τὴν ἑαυτου῀̣ κ̣αὶ "εὐθῆ", διὸ ὥσπερ ἐν προχρείᾳ ἦν τὸ ἀγαθόν, εὐθὺς καὶ νόμον δέδωκεν κωλυτικὸν ἁμαρτίας, ἵν' ἡ ἁμαρτία ἀε̣ὶ ἐν δυνάμει μένῃ. 2 μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. ἔλαβεν αὐτὸ ὁ Παῦλος περὶ τῶν ἐκ περιτομῆς καὶ περὶ τῶν ἐθνῶν· "ὁ μακαρισμός", λέγει, "οὗτος ἐπὶ τὴν
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.