Commentarii in Psalmos Unit 25 opening
Unit 25.
Lemma-led open — μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος
Greek
περιτομὴν καὶ ἐπὶ τὴν ἀκροβυστίαν". ἐπὶ νόμον ἔλαβεν ἐν ἐκείνῳ τῷ εἰργμῷ τοῦ ῥητοῦ τὸν ἀγαθόν, ἐπὶ τὸν ἀγαθὸν νόμον. ἄνομοί εἰσιν οἱ ἀπὸ τῶν ἐθνῶν· "νόμον" γὰρ "μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος". ὡς δὲ προσεκλήθησαν τῷ ἀληθιν̣ῷ, οὐ τῷ κατὰ τὴν κοινὴν ἔννοιαν, οὐκέτι ἄνομοί εἰσιν. δύναται δὲ ὁ μακαρισμὸς ἀμφοτέρων εἶναι τω῀̣ν ἀνόμων, τῶν ἐθνῶν ἢ τῶν ἁμαρτίας ἐχόντων ἐπικρυβομένας, τῶν Ἰουδαίων. ἔσχον δὲ νόμον̣ πρ̣ο´̣τεροι ὥστε διαστολὴ τῆς περιτομῆς πρὸς τὴν ἀκροβυστίαν γίνεται. ὑπῆρχε δὲ τοῦτο πρὸ τοῦ εὐαγγελίου ὅτε τὸ τ̣ῶν ἀνθρώπων γένος εἰς δύο ἀνθρώπους διῄρητο, εἰς περίτομον καὶ ἀκρόβυστον. ὅτε δὲ ἐλθ̣εῖν εὐδόκησεν ὁ κύριος̣ ἡμῶν, ἀμφότερα τὰ τάγματα συνῆψεν τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον κτίσας. ὁ καινὸς οὔκ ἐστιν ἐθνικός, ὁ καινὸς οὔκ ἐστιν ἐκ περιτομῆς, ἀλλ' εἷς καινὸς ὥσπερ καὶ γέγονεν ἐν ἀρχῇ εἷς ἄνθρωπος· οὐ γὰρ ἦν διαφορ̣ὰ περιτομῆς καὶ ἀκροβυστίας τότε. ὥσπερ οὖν ὁ ἐκ περιτομῆς καὶ ὁ Ἕλλην εἰς ἕνα καινὸν 103 ἄνθρωπον κτ̣ίζονται διὰ μετανοίας, διὰ τοῦ ἐπιγνῶναι τὴν προτέραν ἀναστροφήν–ἡ προτέρα δὲ ἀναστροφὴ ἡ πρὸ τοῦ νόμου εὐαγγελική ἐστιν. ἄν ποτε γοῦν χλευάζωσιν Ἕλληνες λέγοντες ὅτι· "ὀψέ ποτε ὁ Χριστιανιςμὸς εἰς μέσον ἤχθη· ἡμεῖς δὲ πρότεροί ἐσμεν", δεικνύομεν ὅτι πρὸ Μω̣σέως καὶ πρὸ τοῦ τὰ ἀγάλματα εἰς μέσον ἔλθῃ καὶ αἱ ποιήσεις τῶν εἰδώλων ἡ πολιτεία τῶν ἀνθρώπων τοιαύτη ἐστίν, οἵαν ἔχουσιν νῦν Χριστιανοὶ κατὰ πρακτικὴν καὶ διανοητικὴν ἀρετ̣ὴν διάγοντες. εἰς ἐκεῖνον οὖν τὸν ἕνα ἄνθρωπον ἔκτισεν καὶ καινὸν αὐτὸν πεποίηκεν, καινὸν οὐχ ἕτε̣ρον, ἀλλὰ καινὸν διαστελλό160 μενον πρὸς παλαιόν. ὅταν διαδοχὴ τῶν ἐντολῶν γένηται, παλαιὰ ἐκείνη γίνεται, ὡς πολλάκις εἰρήκαμεν ὅτι ὁ ἐπελθ̣ὼν νόμος παλαιοῖ τὸν πρότερον. οὕτω γοῦν καὶ ἡ τῶν Ἰουδαίων ἡ κατὰ τὴν σκιὰν παλαιά ἐστιν, ἐπεὶ διεδέχθη ἀπὸ τοῦ εὐαγγελίου. ἐπειδὴ δὲ ἀδιάδοχός ἐστιν ἡ τοῦ εὐαγγελίου–κἂν ὁ οὐρανὸς οὖν καὶ ἡ γῆ παρε´̣λ̣θ̣ῃ̣, μένουσιν οἱ Ἰησοῦ λόγοι–, διὰ τοῦτο καινὴ διαθήκη λέγεται, ἐπειδὴ ἀδιάδοχός ἐστιν. διεδέχθη οὖν καὶ ο῾̣ βίος ὁ τῶν ἀνόμων καὶ ὁ τῶν ἁμαρτωλῶν· τῶν μὲν γὰρ ἀφέθησαν αἱ ἀνομίαι, τῶν δὲ ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, καὶ λοιπὸν ἄνθρωπος γέγονεν. οὐκέτι περὶ ἀνόμου λέγει ἢ ἁμαρτωλοῦ, καὶ λέγει· "μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσεται κύριος ἁμαρτίαν". πρόσεχε ὅτι ἔλεγον· γένος ἐστὶν τῆς ἀνομίας ἡ ἁμαρτία. δύναται καὶ εἰς τὸν "ὑπογραμμὸν" τῶν σῳζομένων ἀναφέρεσθαι, τὸν κυριακὸν λέγω ἄνθρωπον. μακάριός ἐστιν οὗτος· οὐ γὰρ λογίζεται αὐτῷ ἁμαρτία· οὐ γὰρ ἔγνω αὐτὴν οὐδὲ ἐποίησεν. "οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος". ὁ "λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ" κατὰ τὸν ψαλμὸν τὸν τοῦτο λέγοντα· "πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ", ὁ ἐν καρδίᾳ αὐτοῦ λαλῶν ἀλήθειαν οὐκ ἔχει δόλον ἐν τῷ στόματι, ου᾿̣κ ἔχει δεδολωμένον λόγον. εὖ δὲ καὶ τὸ φάναι· "οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος". ἔνιοι οὐκ ἔχουσιν ἐν τῷ στόματι δόλον, ἐν τῇ καρδίᾳ δὲ ἔχουσιν· "ἡ καρδία σου" γάρ, λέγεται πρός τινα, ἐστὶν "πλήρης δόλου". καὶ πρὸς τὸν Ἐλύμαν τὸν μάγον ὁ ἀπόστολος εἶπεν· "ὦ πλήρης παντὸς δόλου". μέγα οὖν ἐστιν τὸ μὴ ἔχειν ἐν τῷ στόματι δόλον, ὅταν ἡ καρδία μὴ ἔχῃ δόλον· ἐνχωρεῖ γὰρ πανοῦργόν τινα πάν̣τα λαλεῖν τοιαῦτα ὡς δοκεῖν μὴ δόλον ἔχειν. καὶ λέγω· οὐδένα ἔχει δόλον ἐν στόματι ω῾̣ς οἱ σ̣ο̣φισταί· οὐ τοὺς διδασκάλους τῶν ῥητόρων λέγω, ἀλλὰ τοὺς σοφιστικοὺς τοὺς ψ̣ευδ̣ομ̣ένους τοῖς σοφίσμασιν. σόφισμα ψεῦδός ἐστιν· κἂν γάρ ποτε ἐξ ἀληθῶν λημμάτων ᾖν γινο´̣μ̣ενον, ἀλλὰ τὸ συνπέρασμα ψεῦδός ἐστιν. 3 ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν. ὑπερβατῶς τοῦτο κεῖται· "ὅτι ἐσίγησα ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, ἐπαλαιώθη τὰ ὀστᾶ μου".
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.