Commentarii in Psalmos · §u24-rem-early

Unit 24 rem early

Rem early: Unit 24; lemma and argument toward the thesis.

Greek

μετέχοντες τῆς ἀληθείας, τοσοῦτοί εἰσιν ἢ τοσαῦταί εἰσιν αἱ ἀλήθειαι ὅσοι οἱ μετέχοντες. ταῦτα δὲ πρὸ τοῦ τέλους λέγω· οὐκ ἔνι γὰρ ἐκεῖ εἰπεῖν οὐδὲ πολλοὺς ἀληθεῖς οὐδὲ πολλὰς ἀληθείας, οὐ πολ λοὺς ἐπιστήμονας, οὐ πολλὰς ἐπιστήμονας· εἰ γὰρ ἀπεντεῦθεν τῶν πιστευόντων γίνεται "καρδία μία καὶ ψυχὴ μία" καὶ "κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ"–εἰ καὶ μὴ ἐξ ὅλων, ἀλλὰ κατά τι μᾶλλον–, ἐπὶ πᾶσιν ἐν τῷ τέλει τῷ ἐσχάτῳ ὀρεκτῷ οὐκ ἔνι εἰπεῖν ἐπιστήμονα ἐπιστήμονος διαφέρειν. ὡς εἰ καὶ κατ' ὑπόθεσιν πάντες οἱ ἰατροὶ κατὰ πάντα τὰ μέρη τῆς ἰατρικῆς εἶχον αὐτὴν ἀνυπερβλήτως, οὐκ ἦσαν πολλοὶ ἰατροί· πολλοὶ ἄνθρωποι, ἀλλ' οὐ πολλοὶ ἰατροί. ἐπεὶ τοίνυν μία ἐστὶν ἡ ἀλήθεια–"ἡ χάρις" γὰρ "καὶ ἡ ἀλήθεια" παραγίνεται "διὰ Ἰησοῦ Χριστοῦ"–· μ̣ία οὖν δι' ἑαυτῆς ἡ ἀλήθεια γίνεται, οὐχὶ ἡ ὡς καθέκαστα ἀλήθεια δι' αὐτῆς. γίνονται διὰ τῆς μιᾶς, ὡς αἱ κατὰ μέρος ἀρεταὶ διὰ τῆς καθόλου καὶ αἱ καθέκαστα ἐπιστῆμαι διὰ τῆς καθόλου. ταύτας οὖν ἐκζητεῖ κύριος· διὸ σπουδάσατε ὡς οἷοί τέ ἐστε ἀλήθειάν τινα δέξασθαι· ταύτας γὰρ ἐκζητεῖ θεός. κἂν ἐπὶ τῶν πρακτικῶν ἀρετῶν λάβῃς, ἡ ἀλήθεια τῶν πρακτικῶν ἀρετῶν ἐκ τῆς διαθέσεως κρίνεται, εἰ δι' αὐτὸ τὸ δίκαιον μετέρχεταί τις αὐτό. ἐπεὶ τὸ "δικαίως τὸ δίκαιον διώξῃ", αὐτὸ τὸ δίκαιον δικαίως δίωξον, τὴν πρᾶξιν τοῦ δικαίου 156 δίωξον μετὰ διαθέσεως τῆς δικαιοσύνης. "ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ". αἰτίαν δέδωκεν· ἐπεὶ "ἀληθείας ἐκζητεῖ κύριος", "ἀγαπήσατε κύριον", τὸν χορηγὸν τῶν ἀληθειῶν. οὕτω ἀκούομεν καὶ δικαιοσυνῶν πληθυντικῶς λεγομένων· "δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν". ὅταν μέντοι περὶ τῆς καθό λου δικαιοσύνης, τῆς οὐσιώσεως λέγῃ· "δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν", τὸν σωτῆρα ὧδε δικαιοσύνην λέγει. καὶ γέγονεν ἡμῖν ὥσπερ σοφία, οὕτω καὶ δικαιοσύνη. 24 καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. ἐπεὶ τὴν σμικρότητα ἔδειξεν τῶν φοβουμένων, εἴρηκεν γὰρ καὶ ἀνθρώπους ταράττοντας αὐτούς, σοφιστάς τινας καὶ ἀπατεῶνας, τούτους ὑπερηφάνους εἶπεν. πε̣ρισσῶς δὲ ποιοῦσιν τὴν ὑπερηφανίαν. δυνατὸν δὲ καὶ οὕτω· πᾶσα κακία περιττὴ γίνεται, ἀντὶ τοῦ ματαίω̣ς. τοῦτο̣ γοῦν καὶ ἐν Παροιμίαις λέγεται· "μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην"· οὐδὲ γὰρ φιλεχθρήσας δύνῃ τι αὐτῷ, εἰ μὴ θεὸς παραδῷ. ματαίως οὖν τοῦτο ποιεῖ. οὐ δεῖ δὲ τὰ μάταια σπουδάζειν. καὶ οὗτοι οὖν οἱ ὑπερήφανοι περιττῶς ποιοῦσιν ὑπερηφανίαν· οὐδὲ γὰρ πάντες καθ' ὧν ἐπαίρονται, ὑποχείριοι αὐτοῖς γενήσονται, εἰ μὴ θεὸς παραδῷ. 25 ἀνδρίζεσθε, καὶ κραταιούσθω ὑμῶν ἡ 100 καρδία, πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον. εἰρηκὼς τὰ ἀγωνίσμ̣ατα πάντα ἀλείφει εἰς καρτερίαν, εἰς ἀνδρείαν. και`̣ οὐ τοὺς φοβουμένους λέγει, ἀλλὰ τοὺς ἐλπίζοντας. ἐλ̣έγ̣ομεν δὲ τούτους εἶναι τοὺς πόθῳ τῶν ἐπαγγελιῶν τὸ ἀγαθὸν ἐργαζομένους. οὗτοι οὖν ἑτοίμως ἔχουσιν πρὸς τὸ ἀνδρωθῆναι καὶ κραταιωθῆναι καὶ ἐνγίσαι τῷ θεῷ. κολλώμενος δὲ αὐτῷ ἕκαστος γίνεται ἓν πνεῦμα πρὸς αὐτόν. εἰ δὲ ἕκαστος τῶν κολλωμένων τῷ κυρίῳ ἓν γίνεται πρὸς αὐτόν, ὅταν πολλοὶ ὦσιν οἱ κολλώμενοι αὐτῷ, τρόπῳ μετουσίας οἱ πάντες ἓν πνεῦμα γίνονται. 1 Τῷ ∆αυίδ· συνέσεως. μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. ἡ ἄφεσις τῶν ἁμαρτιῶν καινὴ γένεσίς ἐστιν, γένεσις ἐπὶ γενέσει. διὰ τοῦτο παλινγενεσία λέγεται. ὡς ἡ παλινωδία δηλοῖ ᾠδὴν ἐπ' ᾠδῇν, οὕτω καὶ ἡ π̣αλινγενεσία ἐπὶ φθασάσῃ γενέσει ἄλλη γένεσίς ἐστιν ἐπιγινομένη. ἔδει οὖν τὸν περὶ τῆς παλινγ̣ενεσίας ψαλμὸν ἐν ἀριθμῷ ἔχοντι ἀρετάς τινας κεῖσθαι. ἔστιν δὲ ἐκ τοῦ τετάρτου τετραγώνου πέντε πέντε καὶ προσθήκην λ̣αμβάνει τὸν πρῶτον τῶν τελείων τὸν ἕξ· ὁ γὰρ πρῶτος τῶν τελείων τῷ τετάρτῳ τῶν τετραγώνων προσλημφθεὶς ἀποτελεῖ τὸν τριάκοντα ἕνα. τὸ πέντε πέντε τετράγωνός ἐστιν. τετράγωνός ἐστιν ὁ ἰσάκις ἴσος. οὗτοι οὖν προ̣σ̣τεθέντες οἱ ἀριθμοὶ πεποίηκαν κατάλληλον τῇ παλινγενεσίᾳ· δεῖ γὰρ ἐκ τελείου ἀριθμοῦ ἔχειν τὴν σύνστασιν καὶ ἐκ τετραγώνου διὰ τὸ βέβαιον. ἡ προτέρα γένεσις εὔσειστος γέγονεν. ἀπάτη τοῦ ὄφεως ἀπέστησεν τοὺς πρωτοπλάστους ἀπὸ τῆς τελείας ἀρετῆς καὶ τῆς τηρήσεως τῆς θείας ἐντολῆς ἧς θεόθεν εἰλήφεσαν. ἔδει οὖν βεβαιοτέραν εἶναι τὴν δευτέραν γένεσιν. ἔχει τὸ βέβαιον ἐκ τοῦ τετραγώνου, ἔχει καὶ τὸ τέλειο̣ν̣ ἐκ τοῦ ἓξ τῷ ἀνενλιπῆ εἶναι τὸν ἀριθμὸν τὸν ἐκ τῶν ἑαυτοῦ μερῶν συντιθέμενον καὶ ἀπαρτιζόμενον. καὶ τοῦτο δὲ λεκτέον· εἰ καὶ τετράγωνός ἐστιν ὁ εἰκοσι πέντε, ἀλλὰ ἀπὸ αἰσθητῶν ἔχει τὴν ἐπικοίλισιν· τὰ γὰρ αἰσθητὰ πέντε

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.