Unit 25 rem mid
Rem mid: Unit 25; lemma continues; reading with the letter.
Greek
λέγει καθ' ἁπάσας πεπλάσθαι τὰς καρδίας ὑπὸ θεοῦ, ἀλλὰ "κατὰ μόνας". "κατὰ μόνας" ἐπλάσθησαν αἱ καρδίαι τ····· ····· ····· ····· ····· καρδίαν πρὸς καρδίαν συντροχάσαι. διαφέρουσιν πάντως καὶ ····· ····· ····· ····· ····· 178 ····· ····· ····· ····· ···· ἔχωσιν πολλοί, κατά τινα διαφορὰν ἔχουσιν αὐτά. τοῦτο γοῦν καὶ ἐν Παροι μίαις λέγει· "ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων" ὅμοιαι. δύσκολον οὖν ἐστιν δύο ὅμοια πρόσωπα εὑρεῖν. κἂν μυθεύηται τὸ τοῦ Πολυδεύκους καὶ Κάστορος, ἀλλὰ μέχρι μύθου ἵσταται. λέγουσιν τὰ ἡμισφαίρια σημαίνεσθαι διὰ τῶν δύο τούτων ὀνομάτων. διὸ λέγουσιν ἡμέραν παρ' ἡμέραν ἐν μέρει ζῆν αὐτούς· τὰ γὰρ ἡμισφαίρια οὕτως εἰσίν· ὅταν γένηται τὸ ἓν ἡμικύκλιον ὑπὸ τὴν γῆν, τὸ ἄλλο ὑπὲρ τὴν γῆν γίνεται ····· ··· διὰ τὸ τὰ ἡμικύκλια ἀπαράλλακτα εἶναι τῇ ὁμοιότητι. ἐὰν γοῦν τέμῃς κύκλον ἐν μέσῳ, τὰ ἡμικύκλια ἀπαράλλακτά 105 εἰσιν. ἐκεῖνο οὖν μεμυθεύσθω. δῶμεν δὲ ὅτι καὶ γέγοναν ἄνθρωποι τοιοῦτοι ····· ····· ····· ····· ·····ο̣υσαν. δύσκολον οὖν ἐστιν συντροχάσαι πρόσωπον προσώπῳ ἐν ὁμοιότητι ····· ····· ····· ····· ··ε̣ιν ἐπιγιγνώσκουσιν. "ὥσπερ" οὖν "οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων" ὅμοιαι. ἀμέλει γοῦν "οὐδεὶς οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ". εἰ οὐδεὶς οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, τὰ τῶν ἀνθρώπων κατ' ἰδίαν πέπλασται ἕκαστα. πλάσιν δὲ ἐνταῦθα τὴν ὡσανεὶ κρᾶσιν καὶ ····· ····· ····· ····· ··· εἶπον γὰρ ὅτι οὐχ ὑποπίπτουσιν τῇ αἰσθητικωτέρᾳ πλάσει ὥσπερ πηλὸς κεραμικός ····· ····· ····· ··· τὰς καρδίας, οἶδεν πάντα τὰ ἔργα αὐτῶν· ἐπεὶ γὰρ κυρίως ἔργα τις οἶδεν, ἐὰν ἐκ τῆς ····· ····· ····· ····· ····εν̣ αὐτά. ἐλέγομεν καὶ ἄλλοτε ὅτι ὁ ἐπιστάνων μηχανικοῖς ποιήμασιν τὸν νοῦν ····· ····· ····· ··· · ··· δύνασαι κρῖναι εἰ καλῶς ἢ οὐ καλῶς ἔχει τὰ μέρη τοῦ ὡρολογίου. καὶ ἐπὶ εἰκόνος ····· ····· ····· ·· οὐ συντροχάζει οὖν καρδία πρὸς καρδίαν. διὸ μόνος αὐτὸς "καρδιογνώστης πάντων" λέγεται κατὰ τὴν εὐχὴν τὴν ἀναπεμφθεῖσαν ὑπὸ τῶν ἀποστόλων, ὅτε ἐκλογὴν ἐποίουν οἱ μαθηταὶ δεσ····· ····· ····· ····· ·· οὐδ̣εὶς ἄλλος δύναται τὴν καρδίαν τοῦ ἀνθρώπου φωρᾶσαι. διὸ οὐ δύναται διαστεῖλαι καρδίαν ἀπὸ καρδίας. καὶ ὁ Ἰὼβ λέγει· "ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων". εἰ καὶ ἄλλος παρίστατο ····· ····· ····· ····· ····· ·· τοῦ θεοῦ τοῦτο. κατὰ μόνας πλάττει τὰς καρδίας. ἑκάστη καρδία ····· ····· ····· ····· ····· ····· ··· τὸ τῆς πλάσεως ὄνομα οὐ δημιουργίαν τῆς καρδίας σημαίνει ····· ····· ····· ····· ····· ·· καὶ γὰρ οἱ πρεσβύτεροι οἱ ἀποδεχόμενοι αὐτῆς τὴν ἀριστείαν ἣν ἐπε····· ····· ····· ····· ····· ·· εἰρη´̣κασιν· "ἀγαθὸν τὸ πλάσμα τῆς καρδίας σου". οὐ τὴν οὐσίαν τῆς καρδίας ἀγαθὴν λέγουσιν, ἀλλὰ τὴν πλάσιν, καθ' ἣν ἐστρατήγησεν τεχ̣νικῶς. πρὸς καλοῦ, φησίν, γέγονεν ····· ····· ····· ····· ··· δυνατὸν δὲ κατὰ δεύτερον λόγον εἰπεῖν ὅτι τὸ "πλάσμα τῆς καρδίας" τότε ἀγαθόν ἐστιν, ὅταν βδελυχθῇ κακίαν ἢ ἄγνοιαν, ὅταν οὕτω ὡς ἐν α᾿̣ρχῇ γέγονεν, φυλαχθῇ. ὁ "κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ γενόμενος ἄνθρωπος οὐκ εἴρηται πεπλάσθαι, ἀλλὰ πεπ̣ο̣ιῆσθαι. ὁ δὲ ἐκ τοῦ πηλοῦ καὶ τῆς ὕλης γενόμενος ἄνθρωπος λέγεται πλάσμα θεοῦ εἶναι· "μνήσθητι ὅτι πηλόν με ἔπλασας". καὶ ἐπὶ ἀμφοτέρων τῶν δραστηρίων δυνάμεων τοῦ θεοῦ εἴρηται· "αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με". τὸ διατυπῶσαι τὴν καρδίαν ····· ····· ····· ·····ς πλάσις καρδίας ἐστίν̣, οὐ τὸ ὑποστῆσαι αὐτήν. ἵνα δὲ γνῷς· ἡ πρώτη ποίησις τῶν καρδιῶν ἡμῶν οὐκ̣ εἶχεν διαφοράν· ὅθεν οὐκ ἐλέγετο τότε ὅτι κατὰ μόνας ἑκάστη καρδία ἐπλάσθη. οὐδεμία ἦν διαφορὰ τῶν ἄλλων. ὧδε τοῦτο λέγεται μετὰ τὴν ὑπόβασιν. 179 ἐπερ · τὸ "καρδία μία καὶ ψυχὴ μία" τῶν μαθητῶν; κατὰ τοῦτο "τῶν πιστευόντων" κατὰ τὸ ὁμοφρονεῖν· μὴ γὰρ λαμβάνομεν τὸ ὅλαι ἐξ ὅλων. ἐπερ · ὥστε ἐκλείψει ποτὲ τὸ τῆς πλάσεως; –τῆς κατὰ μόνας, ἐπεὶ καὶ ἀρχὴν ἐ´̣λαβεν αὕτη ἐξ ἡμ̣ῶν. καὶ τὴν ἀρχὴν ἔλαβεν ἐξ ἡμῶν καὶ πέρατος τεύξεται, ὅταν γένηται, ὥσπερ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσιν, οὕτω πάντα τὰ λογικά. ἐν αὐτῷ εἶναι θέλω, "ἵν' ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, πάτερ, οὕτω ἓν ἡμεῖς ὦμεν πάντες". ἐπερ · διαφέρει ποίημα κτίσματος; –διαφέρει. οὐσίωσιν τὴν ἐκ τοῦ μὴ ὄντος σημαίνει το`̣ ποιεῖν, οὐ διατύπωσιν δέ· τινὰ δὲ καὶ διακόσμησιν τοῦ γενομένου τὸ τῆς κτίσεως ὄνομα δηλοῖ. τὸ τῆς κτίσεως ὄνομα φθάνει καὶ ἐπὶ ἀψύχων· "ποιῶν
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.