Unit 25 rem early
Rem early: Unit 25; lemma and argument toward the thesis.
Greek
ἐσφαλμένως δὲ τέθειται τὸ "ἐπαλαιώθη τὰ ὀστᾶ μου" οὕτως· "ὅτι ἐσίγησα" ταῦτα, τὸ "ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν". οὐκ "ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν" "πεπαλαίωνται τὰ ὀστᾶ μου", ἀλλ' "ὅτι ἐσίγησα ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν"· πρὸ τούτου γὰρ εἶχον τὴν ἡμέραν ἣν "ὁ ἥλιος τῆς δικαιοσύνης" ποιεῖ. καὶ ἐβόων δὲ τοῦτο μὲν εὐχόμενος, τοῦτο δὲ δοξολογῶν τὸν θεὸν τὸν χαριζόμενόν μοι τὴν ἡμέραν. ἐπεὶ οὖν ἐσίγησα ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, πεπαλαίωνται τὰ ὀστᾶ μου. εἴρηται δὲ ἡμῖν καὶ πρὸ τούτου ὅτι ὀστᾶ λέγει τὰς εὐτόνους δυνάμεις τῆς ψυχῆς καὶ τὰ δόγματα τῆς εὐσεβείας. ὡς δὲ τὰ ὀστᾶ ταῦτα διακρατεῖ ὅλον τὸ σῶμα–ἐξ αὐτῶν γὰρ καὶ τὰ φλέβια καὶ πάντα ἤρτηται. λέγεται οὖν· "πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι"; οὐ ταῦτα τὰ ὀστᾶ αἴσθ̣ησιν ἢ νόησιν ἔχει. πριζόμενα γοῦν αὐτὰ οὐκ αἰσθάνονται. "ἐπαλαιώθη" οὖν "τὰ ὀστᾶ μου". διεδέχθη. ὅτε ἦν θεῷ ἡνωμένα, τότε ἔκραζον ὅλην τὴν ἡμέραν. ἐπειδὴ δὲ σιωπὴ τὴν κραυγὴν διεδέχθη, πεπαλαίωνται τὰ ὀστᾶ μου. ἤδη δὲ εἶπον ὅτι τὰ ἀδιάδοχα 177 32,13 εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. βληθέντος "τοῖς 104 κτήνεσιν τοῖς ἀνοήτοις". τούτους οὖν εἶδεν τοὺς υἱοὺς τῶν ἀνθρώπων. 14 ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ. κατοικητήριον αὐτοῦ ὡσανεὶ ναὸς αὐτοῦ ἐστιν ἡ κατάστασις ····· ····· ····· ···· τὸν θρόνον αὐτοῦ. ὁ θρόνος οὗτος ἕτοιμός ἐστιν καὶ κατοικητήριο̣ν̣ ····· ····· ····· ····· ····· "ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, καὶ ἀπὸ τοῦ αἰῶνος σὺ εἶ". τὸ ετοιμ̣ο̣····· ····· ····· ····· ····· περὶ αὐτοῦ ὡς βασιλέως. καὶ τοῦ θρόνου αὐτοῦ ἔννοιαν λαμβάν̣ομ̣εν ····· ····· ····· ····· ····· ἔρχεται, καὶ οὕτω ναὸν αὐτοῦ ἀκούοντες σὺν αὐτῷ ἕτοιμον αὐτὸν λ̣αμβάνομεν ····· ····· ····· ·· ὡσανεὶ κατάστασιν θεοῦ δηλοι῀̣, μεγαλειότητα θεοῦ. ψυχὴν ἧς οὐκ ε····· ····· ····· ····· ····· ἕτοιμόν ἐστιν αὐτοῦ τὸ κατοικητήριον. δύναται δὲ καὶ τοῦτο· ετ̣οι̣····· ····· ····· ····· ····· ἐκ τῆς αὐτῆς μετουσίας ἕτοιμος γίνεται πρὸς τὸ χωρῆσαι θεοῦ παρουσίαν ······ ····· ····· ····· ··· ἁγιότης κατὰ βραχὺ ἐνγίνεται τῷ ἔχοντι· ἄρχεται γὰρ ἐκεῖνος προκοπ····· ····· ····· ····· ··· λάμβανε τὴν μετουσίαν. τὸ τοῦ θεοῦ κατοικητήριον ἕτοιμόν ἐστιν ο̣ὐκ ····· ····· ····· ····· ···· κατὰ προκοπὴν ἐκ μικροῦ μέγας γίνεται συνμετρούμενον τῇ υ῾̣π̣άρξει ····· ····· ····· ····· ···· ἕτοιμόν ἐστιν. λέγεται δέ ποτε αὐτὸ τὸ καλὸν ἕτοιμον, ὡς ἐὰν λέγῃ· "ἑτοίμη ἡ καρδία μου, ὁ θεός"· ὁ γὰρ ἡτοιμασμένην ἔχων τὴν καρδίαν, ναός ἐστιν θεοῦ, ἕτοιμον αὐτοῦ κατοικητήριόν ἐστιν. καὶ ἔτι· "εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλὸν" καὶ τί τερπνὸν "ἀλλ' ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου θεοῦ σου"; καὶ ἔτι· "τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου". 14 ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. ἄλλοι εἰσὶν οἱ κατοικοῦντες τὴν γῆν παρα`̣ τοὺς υἱοὺς τῶν ἀνθρώπων· κατοικοῦσιν γὰρ ἄνθρωποι οἱ μὴ τηρήσαντες τὸ κατ' εἰκόνα μηδὲ τυγχάνοντ̣ες̣ γ̣ε̣····· ····· ····· ····· ····· ·· γῆν. οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων τούτων οὐ κατοικοῦσιν, ἀλλὰ παροικοῦσιν ····· ····· ····· ····· ·· προνοεῖται· "ἀνατέλλει" γὰρ "τὸν ἥλιον" ὥσπερ "ἐπὶ ἀγαθούς", οὑ´̣τ̣ω καὶ "ἐπὶ πονηρούς" ····· ····· ·· πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐφορᾷ, καὶ τοὺς κατοικο̣υ῀̣ν̣τ̣α̣ς̣ ····· ····· ····· ····· ····· ····· ἄλογα ζῷα· δίδει γὰρ "τροφὴν πάσῃ σαρκί". πάντας τοὺς ἐπὶ τ̣η῀̣ς γ̣ῆς ····· ····· ····· ····· ····· ···· πτει εἰς παγίδα· οὐ γὰρ ἐκ παραλλήλου λέγομεν τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ τοὺς κατοικοῦντας τὴν γῆν. 15 ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν. διαστέλλετ̣αι ἐν τῇ γραφῇ τὸ ποιεῖν πρὸς τὸ πλάττειν· τὸν "κατ' εἰκόνα" γὰρ "καὶ ὁμοίωσιν" ἑαυτοῦ ὁ θεὸς ἐποίησεν ἄνθρωπον, ἔπλασεν δὲ τὸν ἐκ τοῦ "χοῦ ἀπὸ τῆς γῆς" ἄνθρωπον". καὶ ὁ Ἰὼβ γοῦν ἀμφότερα ταῦτα λέγει· "αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με". εἰ κυρίως ταύτην τὴν λέξιν λέγει, γίνεται ἂν ὁ ἔσω ἄνθρωπος̣, πλάττεται δὲ ὁ ἔξω. καὶ ὡς εἰρηκ····· ··· "μνήσθητι ὅτι πηλόν με ἔπλασας". τὸ τῆς πλάσεως ῥῆμα αντ··φηρησιν σημαίνει· οἷον ····· ····· ····· ····· ····· · ὁ δὲ ποιῶν δύναται δυνατε καὶ θελήςει ᾗ γονεῖς εἰς ὕπαρξιν ἀγαγεῖν ····· ····· ····· ·· ἐν τοῖς ἔνπροσθεν ἀναγνωσθεῖσιν ἐλέγομεν διαφε´̣ρειν τὸ γενέσθαι τοῦ κ̣τισθῆναι ····· ····· ····· ·· ως τὸ πλάσαι οὐ πάντη αὐτό ἐστιν. ἄκουε γοῦν τί λέγει· οὐ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.