Unit 26 rem mid
Rem mid: Unit 26; lemma continues; reading with the letter.
Greek
πῶς οὖν οὗτοι "παντὶ λόγῳ καὶ γνώσει" πεπλουτηκότες εἰσίν; ἄλλοι εἰσὶν περὶ ὧν ἔλεγεν. οὕτω καὶ ὁ ἅγιος οὐ περὶ ἑαυτοῦ μόνου λέγει–διδάσ̣καλος γὰρ ἦν–, ἀλλὰ περὶ πάντων τῶν ὑφ' αὐτὸν καὶ θάνατον ἔχοντας καὶ λιμῷ π̣εριπεσόντας ἐπεὶ ἠμέλησαν ἑαυτῶν τῆς ἑαυτῶν γῆς. οὐ περὶ πάντων πάντα λέγει, ἀλλὰ πάντα περὶ ἄλλων λέγει, ἕκαστα ἑκάστοις ἐφαρμόζει. ἐπεὶ "βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν", διὰ τοῦτο "ἡ ψυχὴ ἡμῶν ὑπομένει" αὐτῷ. οἴδαμεν δὲ ὅτι, κἂν προθώμεθά τι τῶν ἀγαθῶν, κἂν θελήσωμεν δραμεῖν̣. ἐπὶ τὰ καλὰ καὶ θελήσωμεν αὐτὰ εἰς πέρας ἀγαγεῖν, εἰ μὴ αὐτὸς συνεργήσῃ καὶ ἐλεήσῃ, οὐ δυνάμεθα ταῦτα κατορθῶσαι. βοηθός ἐστιν ὀρέγων τὰ ὧν ἐπιδεεῖς ἐσμεν, ὑπερασπιστής ἐστιν τὴν ἀσπίδα τὴν ἑαυτοῦ προβάλλων ἵνα οἱ ἀντίδικοι μὴ δύνωνται ἡμᾶς τρῶσαι. 21 ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν. ἄλλοι ἐν ἰσχύι εὐφραίνονται, ἐπὶ ἀρχῇ, ἐπὶ ἀξιώματι, ἐπὶ ἐπαίνοις, ἡμῶν δὲ α̣ἴτιον τῆς εὐφροσύνης αὐτός ἐστιν ὁ βοηθὸς καὶ ὑπερασπιστής. 21 καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. τῷ ἐπικληθέντι ἐφ' ἡμᾶς ἡμεῖς ἠλπίσαμεν. καὶ ἐπειδὴ δοκεῖ κατὰ τὸ ἄλλο τάγ̣μα εἶναι–τοὺς φοβουμένους τὸν κύριον οὐ λέγω εἶναι καὶ ἐν θανάτῳ–, σκόπει· ἠλπίσαμεν ἐπὶ παρόντι. ο̣ὐδεὶς δὲ ἐπὶ παροῦσιν ἐλπίζει, ἀλλ' ἐπὶ μέλλουσιν καὶ προσδοκωμένοις· "ἐλπὶς" γὰρ "βλεπομένη οὐκ ἔστιν ἐλπίς". κἄν ποτε ἐν εὐχῆς τρόπῳ λέγουσιν· "ἁγιασθήτω τὸ ὄνομά σου", οὐ του῀̣το λέγουσιν οὐκ ὂν̣ ἅγιον ἁγιασθήτω, ἀλλὰ ἀποδειχθήτω, ἅγιον φανήτω. τότε δὲ ἅγιον φαίνεται, ὅταν καὶ βοηθῇ ἡμῖν καὶ σκέπῃ ἡμᾶς. καὶ ὅτε εἰς τὸ εὐαγγέλιον ἐλέγομεν, πολλὰς διανοίας εἰς τοῦτο ἐλ̣έγομεν εἰς τό· "ἁγιασθήτω τὸ ὄνομά σου", καὶ τοῦτο ἐλήφθη· ἐπεὶ φοροῦμεν αὐτό, συνέργησον ἵνα μὴ βλασφημήσωμεν αὐτό, ἁγίασον αὐτό, φύλαξον αὐτὸ ἐν ἡμῖν ἅγιον· προστακτικαῖς γὰρ εἴρηται λέξεσιν. εὐκτικαῖς εἰρήκει· "ἁγιασθείη τὸ ὄνομά σου". καὶ ἄλλο· ἐπεὶ τὸ ὄνομά σου νῦν καταφέρουσιν καὶ εἰς ἀγάλματα καὶ εἰς δαίμονας̣ καὶ εἰς κοιλίαν–"ὧν" γὰρ "ὁ θεὸς ἡ κοιλία"–, ὅταν γνῶσις τοῖς ἀνθρώποις γένηται περὶ τῆς σῆς μεγαλειότητος ω῾̣ς̣ μ̣η̣δὲν ἄλλο θεοποιεῖν, ὅτε "πάντα ἐν πᾶσιν" γένῃ, ἁγιάζεται τὸ ὄνομά σου ἀποσπώμενον ἀπὸ δα̣ι̣μο´̣ν̣ω̣ν̣. 22 γένοιτο, κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. "γένοιτο τὸ ἔλεός σου ἐφ' ἡμᾶς". ἡ εὐχὴ ἀναπέμπεται οὐκ ἐκ τῶν ἤδη ἐχόντων τὸ ἔλεος· οὐ γὰρ̣ εἶπεν· "φυλαχθείη τὸ ἔλεός σου", ἀλλὰ "γένοιτο, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ". διὰ τοῦτο ἠλπίσαμεν ἐπὶ σέ. σκόπει, ὡς "κατὰ ἀναλογίαν τῆς πίστεως" δ̣ι´̣δε̣ι τὰ χαρίσματα καὶ οὐ πᾶσιν πάντα δίδοται οὐδὲ τῷ αὐτῷ μέτρῳ, ἀλλὰ τῷ μέτρῳ τῆς προσλαβούσης πίστεως, οὕτω δὲ καὶ ὧδε· "καθάπερ ἠλπίκαμεν". εἰσὶν πάνυ τελείως ἐλπίσαντ̣ες, εἰσὶν καὶ οὐχ οὕτως, ἀλλα`̣ κ̣ατὰ 184 προκοπήν τινα, ἄλλως κατὰ εἰσαγωγήν. "κατὰ ἀναλογίαν" μὲν "τῆς πίστεως" ἡμῶν γένοιτο ἐφ' ἡμᾶς τὸ ἔλεός σου, κύριε· οὕτω γὰρ ἠλπίσαμεν. 1 Τῷ ∆αυίδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν. τοῖς ἀναγνοῦσιν τὰς βασιλικὰς ἱστορίας φανερόν ἐστιν τὸ νῦν κείμενον διήγημα. ὁπηνίκα ἐδιώκετο ὑπὸ τοῦ Σαοὺλ ὁ ∆αυὶδ καὶ ἤμελλεν ἁλῶναι, ἀπῆλθεν εἰς τὴν Γὲθ πρὸς τὸν βασιλέα Ἀνχούν. ἐνταῦθα δὲ Ἀβιμέλεχ ὀνομάζεται. ἡ λέξις διώνυμός ἐστιν· φέρονται γὰρ καὶ ἐν τῇ γραφῇ διωνυμίαι, ὡς ἐπὶ τοῦ γαμβροῦ Μωσέως· καὶ Ἰόθορ λέγεται καὶ Ῥαγουήλ. καὶ ὁ Θωμᾶς λέγεται καὶ ∆ίδυμος. καὶ πολλαί γέ εἰσιν τοιαῦται διωνυμίαι· τὸν Μαθθαῖον 110 δοκεῖ ἐν τῷ κατὰ Λουκᾶν Λευὶν ὀνομάζειν. οὔκ ἐστιν δὲ αὐτός, ἀλλὰ ὁ κατασταθεὶς ἀντὶ τοῦ Ἰούδα ὁ Μαθθίας καὶ ο῾̣ Λ̣ε̣υ̣ὶς εἷς διώνυμοί εἰσιν. ἐν τῷ καθ' Ἑβραίους εὐαγγελίῳ τοῦτο φαίνεται. ἐγχωρεῖ οὖν καὶ τὸν τῆς Γὲθ βασιλέα καὶ Ἀνχοὺν λέγεσθαι καὶ Ἀβιμέλεχ. δυνατὸν δὲ καὶ ἑτέρως ἐπιβαλεῖν· πολλοὶ τῶν βασιλέων ὀνομάζονται κοινῷ ὀνόματι καὶ ἰδίῳ, ὡς Φαραὼ πάντες οἱ τῆς Αἰγύπτου κρατήσαντες οὕτως ὀνομάζονται. εὑρίσκονται δὲ ὀνόματα αὐτῶν Σουμαχί, Νεχαώ, ὡς τοῦ ἀξιώματος ὄνομα εἶναι τὸ Φαραώ, παρὰ Ῥωμαίοις δὲ τὸ κρυσσον. ἐνχωρεῖ οὖν καὶ τοῦτον τὸ μὲν Ἀνχοὺς τοῦ ἀξιώματος ἔχειν ὄνομα, τὸ δὲ Ἀβιμέλεχ κύριον αὐτοῦ ὄνομα. ὅπως δὲ ἐὰν ἔχῃ, οὐ μάχεται ἡ διάνοια. θέλεις οὖν, τὸ μὲν ἀξιώματός ἐστιν ὄνομα, τὸ δὲ κύριον. τ̣οῦτο λ̣έγ̣ουσιν διαστελλόμενον οἱ γραμματικοὶ πρὸς προσηγορικόν· καὶ τὸ κύριον γὰρ διχῶς λέγεται· διαστέλλεται πρὸς προσηγορικὸν
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.