Unit 26 rem close
Rem CLOSEOUT: Unit 26 CLOSEOUT.
Greek
καὶ πρὸς κατάχρησιν. λέγουσιν τὸν ἄνθρωπον, τὰ τῶν εἰδῶν καὶ γενῶν ὀνόματα κοινὴν οὐσίαν σημαίνοντα προσηγορικά, τὸ δέ, φέρε, ὅσδε ἢ ὅσδε, κύρια. λέγεται δὲ καὶ κ̣αθ' ἕτερον σημα̣ι̣νόμενον τὸ κύριον πρὸς κατάχρησιν. λέγω πολλάκις· συμφωνεῖ τὸ ἰσομετρές. ἰσομετρὲς εἶναι ποσὸν πο̣σῷ λέγεται. λέγω δὲ αὐτὸ συνᾴδειν καὶ συνφωνεῖν. τοῦτο κατάχρησίς ἐστιν· τὸ γὰρ συνᾴδειν καὶ συμφωνεῖν ἐπὶ φθόγγων καὶ λέγεται. καὶ πάλιν τοὺς ὁμοφρονοῦντας καὶ ὁμονοοῦντας λέγομεν συμφωνεῖν. κύριον μέν ἐστιν ἐπὶ τῶν τὰ αὐτὰ φρονούντων καὶ ἐννοουμένων τὸ ὁμοφρονεῖν, τὸ ὁμονοεῖν, τὸ δὲ σ̣υμφωνεῖν κατάχρησίς ἐστιν. ἐνχωρεῖ οὖν κύριον ὄνομα εἶναι οὐ τὸ διαστελλόμενον πρὸς κατάχρησιν, ἀλλὰ πρ̣ὸς προσηγορικόν, τὸ Ἀβιμέλεχ, τοῦ δὲ ἀξιώματος τὸ Ἀνχούς. ἡ ἱστορία οὖν φανερά· εἶδεν ὅτι ἐπέκειτο ὁ Σαοὺλ βασιλεὺς μετὰ στρατιωτικῆς δυνάμεως καθ' ἑνὸς ἀνθρώπου αὐτοῦ τοῦ ∆αυίδ, καὶ ὡπλισμένοι κατὰ ἀνόπλου. ἔφυγεν ἐκεῖ· εἶτ', ἐπεὶ οὐκ ἀσφαλὲς ἦν εἰς ἀλλοτρίαν ἐλθεῖν πόλιν ἢ χώραν –τότε γὰρ μάλιστα ὑποψία κατασκόπων ἐγίνετο διὰ τὸ τοὺς ἀστυγείτονας ἀεὶ πρὸς ἑαυτοὺς πόλεμον ἔχειν–, προςεποιήσατο μωρὸν καὶ τὰ σίελα αὐτοῦ ῥέοντα κ̣αὶ περιήρ̣χετο τυμπανίζων τὰς θύρας τῆς πύλης, ἵνα δόξῃ δαιμονίων εἶναι. ἀμέλει γοῦν οἱ τοῦ Ἀνχοὺ διέβαλον αὐτόν. λέγει "ἐλαττοῦμαι", φησίν, "ἐπιλημπτιζομένων, ὅτι ἐπίλημπτον εἰσάγετε πρὸς ἐμέ"; καὶ ἀπέ λυσεν αὐτόν, καὶ ἀπῆλθεν. τὴν τοιαύτην οὖν κατάστασιν ἀλλοίωσιν τοῦ προσώπου ὠνόμασεν· καὶ γὰρ ἡ ἀλλοίωσις μεταβολὴν ποιότητος σημαίνει. γέγονεν οὖν μεταβολὴ ποιότητος ἑκούσιος, οὐκ ἀκού185 σιος· συμβαίνει γὰρ ἀκουσίως μεταβαλεῖν, ὡς ὅταν τις φοβηθεὶς ὠχριάσῃ ἢ κακωθεὶς ἢ ἐξ ἐνοχλοῦντός τινος δόξῃ πυρρὸς εἶναι. ἑκουσία οὖν αὕτη γέγονεν ἡ ἀλλοίωσις μέχρι σχήματος. καὶ ἐπεὶ ἀνάγεται πολλάκις ὁ ∆αυίδ, ὡς ἐν τοῖς ἔνπροσθεν εἴρηται, εἰς τὸν σωτῆρα, ἀλλοίωσιν τοῦ προσώπου τοῦ σωτῆρος ἐρεῖς τὴν λῆμψιν τῆς τοῦ δούλου μορφῆς. καὶ ὧδε οὐ μεταβολὴ ἐξ μορφῆς εἰς μορφὴν γέγονεν, ἀλλὰ μορφῆς ἐπίκρυψις ἐξ ἄλλης προφανοῦς μορφῆς· ο̣ὐδὲ γὰρ ἀλλοίωσις τοῦ προσώπου τοῦ ἀτρέπτου δύναται γενέσθαι. καὶ περὶ αὐτοῦ γοῦν τοῦ σωτῆρος ε᾿̣ν ἑνὶ τῶν ψαλμῶν λέγεται· "αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". δεξιὰ τοῦ πατρός, καὶ μάλιστα κατὰ τὴν τοῦ ψαλμ̣ιστοῦ ἐπίνοιαν, πολλάκις ὁ σωτὴρ εἴρηται. ἠλλοιώθη δὲ σὰρξ γενόμενος, κατάρα. ὑπέμεινεν γενέσθαι ἁμαρτία, ἵνα δικαιοσύνη θεοῦ γένωνται οἱ ἁμαρτωλοὶ ἐν αὐτῷ. ἡ ἀλλοίωσις οὖν πρόσλημψίς ἐστιν ὧδε, οὐ μεταβολή· περὶ γὰρ τὸν ἄτρεπτον μεταβολὴν οὐκ ἄν τις ζητοίη. εἰ δὲ μή γε, ὡς ἔλεγέν τις, ἀλλόκοτός ἐστιν. "αὕτη" οὖν "ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". ἡ δεξιὰ τοῦ ὑψίστου ἄτρεπτός ἐστιν. γέγονεν δὲ ἁμαρτία οὐχ ὡς ἔτυχεν, ἀλλ' ἵνα δικαιοσύνην ποιήσῃ. ἁμαρτία δὲ ποιοῦσα δικαιοσύνην οὐ μεταβολὴν ἐξ οὐχ ἁμαρτίας εἰς τὸ ἁμαρτία εἶναι· κακοὺς γὰρ ποιεῖ ἡ ἁμαρτία, ἀδικίαν ποιεῖ. αὕτη δὲ δικαιοσύνην ποιεῖ τοὺς ἔχοντας αὐτήν. ὅτε οὖν ὁ λόγος γίνεται σὰρξ καὶ μορφὴν 111 λαμβάνει δούλου, ἠλλοιώθη κατὰ τὸ πρόσωπον, οὐ κατὰ μεταβολήν, ὡς ἤδη πολλάκις εἶπον, ἀλλὰ κατὰ πρόσλημψιν. καὶ τό· "ἐθεασάμεθα αὐτόν, δόξαν ὡς μονογενοῦς παρὰ πατρός", τὴν κατὰ φύσιν αὐτοῦ δόξαν σημαίνει. ἔσχεν οὖν πρὸς δόξαν ἁρμόζουσαν τῷ συνθέτῳ γενομένῳ αὐτῷ σαρκί. "αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". οὐχ ἵνα ἀλλοίωσιν ὧδε λέγωμεν ἣν αὐτὸς ἀνεδέξατο ὅτε ἐλέγομεν ὅτι προσλήμψει τῆς τοῦ δούλου μορφῆς ἠλλοιω´̣θη, ἀλλ' η "αὕτη ἡ ἀλλοίωσις" ἣν αὐτὸς ἀλλοιοῖ· αὐτὸς γὰρ τὴν ὀργὴν περιγράφει, τοὺς οἰκτιρμοὺς ποιεῖ ἐνεργῆσαι. δοξάσαι καὶ α̣ἰνέσαι ἐάσας ὀλίγον λέγει· "ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου". "καὶ εἶπα Νῦν ἠρξάμην". εἶπον τα`̣ σκυθρωπὰ πάντα, ὅτι ταραχθεὶς οὐκ ἐλάλησα, ὅτι οἱ φύλακες περὶ ἐμὲ γεγόνασιν, ἀλλὰ λοιπόν· "νῦν ἠρξάμην". ἄλλα νῦν διηγήσομαι τὰ μετ' ἐκεῖνα, τὰ διαδεχόμενα τὰ σκυθρωπά. "αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". λοιπὸν λέγει· "τίς θεὸς ὡς ὁ θεὸς ἡμῶν μέγας"; "ἐγνώρισας ἐν τοῖς λαοῖς σου τὴν δύναμίν σου". ἰδοὺ αὕτη ἐστὶν ἡ ἀλλοίωσις. τότε οὖν ἠλλοίωσεν τὸ πρόσωπον̣ αὐτοῦ. τὸν βασιλέα τῆς Γὲθ ἀλληγορικώτερον δύνῃ λαβεῖν τὸν ἄρχοντα τοῦ κόσμου τούτου διάβολον. χώρα οὖν̣ τῶν ἀλλοφύλων ὁ καθ' ἡμᾶς ἐστιν τόπος. καὶ ὥσπερ ὅταν Αἴγυπτος λέγηται ὁ ἐπὶ γῆν τόπος, Φαρα̣ω`̣τ̣ ὁ κρατῶν καὶ τυραννῶν λέγεται, καὶ ὅταν Βαβυλών, λέγεται Ναβουχοδονοσσόρ, καὶ ὅταν Ἀσσυ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.