Unit 27 rem close
Rem CLOSEOUT: Unit 27 CLOSEOUT.
Greek
χαίρετε". ἐὰν κατ' ἐνε´̣ργειαν λάβῃ̣ς̣ χάριν, ὁ κοιμω´̣μενος οὐκ ἔχει ταύτην. δυνάμει αὐτὴν ἔχει. "ἀδιαλείπτως προσεύχεσθε". ἐὰν ἐπὶ τοῦ δεικτ̣ικῶς προσεύχεσθαι λάβῃς, οὐ δύναται ἀδιαλείπτως τελεῖσθαι. ἀμέλει γοῦν εἴ τις ἱστορικῶς ἀνεγράφη η, "τρὶς τῆς ἡμέρας" λέγεται προσεύχεσθαι, μεσημβρινῆς ἢ περὶ ἐνάτην ὥραν, δῶμεν ὅτι καὶ ἑσπερινῆς. τὸ ἀδιαλείπτως οὖν προσεύχεσθαι τοιοῦτόν ἐστιν· ο̣ὐδ̣ε`̣ν̣ ἑ´̣τ̣ερ̣όν ἐστιν προσευχὴ ἢ αἴτησις ἀγαθῶν παρὰ θεοῦ. ὅταν τις τοίνυν διὰ παντὸς οὗ ποιεῖ, αἰτῆται ἀγαθὰ τὸν θεόν, προσεύχεται. κἂν τὸ ἰδικὸν μὴ ποιῇ, πόθον ἔχων τοῦ τυχεῖν τῶν ὠφελίμων, προσεύχεται. αὐτὸς ὁ πόθος προσευχή ἐστιν· ἔχει γὰρ τὸν πόθον. ὅ τι ποτὲ ἐὰν ποιῇ, κἂν ἐνποδίζηται τοῦ τὸ ἰδικὸν τῆς προσευχῆς ποιεῖν, ἀλλὰ ἔχει τὸ αἰτεῖσθαι τὸν θεόν. οὕτω γοῦν καὶ ἐν τῇ Σοφίᾳ τοῦ Σιρὰχ λέγεται· "διήγη σις εὐσεβοῦς διὰ παντὸς σοφία". πῶς διὰ παντὸς δύναται τὴν σοφίαν διηγεῖσθαι; ἐὰν οὕτω λάβωμεν –λαμβάνεται δὲ πολλάκις ταῦτα καὶ ἐν τῇ συνηθείᾳ οὕτως–, ὡς καθόλου πολλάκις ζητοῦμέν τινα καὶ μαθεῖν ποθοῦμεν, ποῦ ἔστιν αὐτῷ συντυχεῖν· λέγουσιν· "εἰς τὸ ἰατρεῖον τοῦτο ἀεὶ κάθηται καὶ διηνεκῶς ἐκεῖ ἐστιν", οὐχ οὕτω λαμβάνων τὴν ἡμέραν ὅλην, ἀλλ' ὅτε κάθηται, οὕτω, μᾶλλον ἐκεῖ κάθηται. οὐκ εἶπεν οὖν ἁπλῶς "διὰ παντὸς ἡ αἴνεσις", ἀλλ' "αὐτοῦ"· ὁ γὰρ δοκῶν αἰνεῖν μὴ μετὰ φρονημάτων ὀρθῶν, μὴ μετὰ τῶν ἀληθῶς θεολογικῶν, οὐχ αὑτῷ αἰνεῖ, οὐκ αὐτὸν αἰνεῖ. 3 ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. ἡ ψυχὴ ἡ ἐμὴ οὐκ ἐπαινεῖται ἐπ' ἄλλ̣ῳ̣ τ̣ι̣ν̣ὶ προηγουμένως ἢ ἐπὶ τῷ μετέχειν θεοῦ· ὡς γὰρ ἄλλος ἐπὶ τέχνῃ ἐπαινεῖσθαι ποθεῖ ἢ ἐπὶ ἐπιστήμῃ̣ ἢ ἐπὶ ἀξιώματι ἢ τιμῇ, οὕτως ὁ ἅγιος ἐν τῷ κυρίῳ 115 θέλει ἐπαινεῖσθαι τὴν ψυχὴν ἑαυτοῦ. οὐκ οἶδεν ἄλλον ἔπα̣ινον τῆς ψυχῆς ἢ τοῦτον· κἂν γάρ, ὡς ε̣ἶπ̣ον, ἐπὶ ἐπιστήμῃ τις ἐπαινεῖται, ἀλλὰ συνκρινόμενος οὗτος ὁ ἔπαινος π̣ρὸς ἀ´̣λλον ἐπὶ θεῷ γινόμενον οὐδὲ ἔπαινός ἐστιν ὅλως. λέγομεν οὖν πολλάκ̣ι̣ς· "οὐδὲν γλυκύ ἐστιν ἢ τὸ μέλι". εἰσὶν μὲν καὶ ἄλλα γλυκέα, ἀλλὰ ὡς πρὸς τὸ μέλι οὔκ εἰσιν γλυκέα. καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει· "παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ". ὃν δίδως μοι ἔπαινον οὐκ ἐπ' ἄλλῳ ἐστὶν γινόμενος ἢ ἐπὶ σοί. "ἐν τῷ κυρίῳ ἐπαινεσθήσεται ἡ ψυχή μου". "ἐν σοί", φησίν, "ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν". ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν ἡμέραν καλ̣ούμενον. δύναται δὲ τὸ "ἐν σοὶ" ἤτοι τὸ "ἐπὶ σοὶ" ἢ τὸ "ὑπὸ σοῦ". ἀμφότερα δὲ συντρέχει ἐπὶ τοῦ ἁγίου. καὶ ἐπὶ τ̣ο̣ῦ θεου῀̣ ἐπαινεῖται καὶ ὑπ' αὐτοῦ τοῦ θεοῦ ἔχει τὸν αἶνον. 3 ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. ὥσπερ ὁ φαῦλος βούλεται κρύπτειν ἃ λέγει καὶ ἐνεργεῖ, ὅταν μὴ ἀπεγνωσμένος ᾖν, οὕτως ὁ σπ̣ουδαῖος καὶ θεῷ ἀνακείμενος θέλει ἃ λέγει καὶ ἃ πράττει πᾶσιν γνώριμα εἶναι. θέλει τὸ φῶς αὐτοῦ λάμπειν ἔνπροσθεν τῶν ἀνθρώπων, ἵν' ἰδόντες ἐκεῖνοι δοξάσωσιν τὸν θεόν. β̣ούλεται τοὺς λόγους αὐτοῦ εἰς ἄλλους ἔρχεσθαι· εἴρηται γάρ· "ὁμιλεῖτε ἐν περιπάτοις". ὁ δὲ ὁμιλῶν ἄλλοις ὁμιλεῖ, οὐχ̣ ἑαυτῷ προηγουμένως. ἐπεὶ τοίνυν ἐν παντὶ καιρῷ προεθέμην εὐλογεῖν τὸν κύριον καὶ ἔχειν διὰ παντὸς τὴν αἴνεσιν αὐτοῦ ἐν τῷ στόματί μου, ὥστε τὴν ψυχήν μου ἐν αὐτῷ ἐπαινεῖσθαι, "ἀκούσατε πραεῖς καὶ εὐφράνθητε". μιμήσασθέ με, καὶ ὑμεῖς τοιοῦτοι γένεσθε. ἐὰν δὲ τοὺς πραεῖς μείζονας ἑαυτοῦ λέγῃ, λέγει· "ἀκούσατε πραεῖς", ὅτι ἐγὼ ὁ πρὸς ὑμῶν παιδευόμενος καὶ ὑποβεβηκὼς ὑμᾶς τοιοῦτός εἰμι· τὸ γὰρ τὸ ἐλάττονι ὑπάρχον 190 καὶ τῷ μείζονι ὑπάρχει. οἱ μαθηταὶ αἰνετοὶ καὶ ἐπαινοῦντες τὸν κύριον–, πολλῷ πλέον οἱ διδάσκαλοι καὶ ὑπερβεβηκότες αὐτούς. ἑκατέρως οὖν λάβε· ἤτοι οἱ μείζονες ἐμοῦ πρᾶοι ἀκούσαντες εὐφράνθητε, ὅτι ἐσχήκατε τοιοῦτον μαθητὴν ἢ συνμέτοχον. 4 μεγαλύνατε τὸν κύριον σὺν ἐμοί. περὶ τῶν πράων εἰπὼν πρὸς αὐτοὺς λοιπὸν τρέπει τὸν λόγον· "καὶ ἐπ' ἐμὲ μεγαλύνατε τὸν κύριον σὺν ἐμοί". μεγαλύνει δέ τις τὸν θεὸν οὐκ ἐκ μικροῦ μέγεθος αὐτῷ προστιθείς, ἀλλ' ὅταν δυνηθῇ τὸ μέγεθος αὐτοῦ λαβεῖν. ὁ ἥλιος οὖν ἀλλ' ὅταν δυνηθῇ τὸ μέγεθος αὐτοῦ λαβεῖν. ὁ ἥλιος οὖν ἀνατέλλων οὐχ, ὅσου ἐστὶν μεγέθους, παραυτὰ θεωρεῖται. καθ' ὁλίγον δὲ μείζω βλέπεται· οὐ γὰρ δήπου αὐτὸς αὔξησιν λαμβάνει, ἀλλ' ὁ θεωρῶν βελτιοῦται, κρειττόνως ὁρᾷ αὐτόν. "μεγαλύνατε τὸν θεόν", μεγάλ̣α φρονήσατε περὶ τοῦ θεοῦ, "σὺν ἐμοί"· τὸ γὰρ "μεγαλύνατε τὸν θεόν", τὸ μεγάλα περὶ αὐτοῦ φρονῆσαι. 4 καὶ ὑψώσομεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. ἡ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.