Commentarii in Psalmos · §u28-open

Commentarii in Psalmos Unit 28 opening

Unit 28.

Lemma-led open — ἐπὶ τὸ αὐτό

Greek

προσηγορία τοῦ θεοῦ κέκληται ἐπὶ τοὺς σπουδαίους· αὐτοῦ γὰρ χρηματίζουσιν. ὅταν τοίνυν καταλλήλους τῷ ὀνόματι πράξεις καὶ νοήσεις ἔχωμεν, τότε ὑψοῦται τὸ ὄνομα αὐτοῦ, οὐ διεσπ̣ασμένως, ἀλλ' "ἐπὶ τὸ αὐτό", καταρτιζομένων "τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ". δυνατὸν δὲ καὶ κατὰ διάνοιαν ἄλλην εἰπεῖν ὑψοῦσθαι τὸ ὄνομα τοῦ θεοῦ ἐπὶ τὸ αὐτό· τὴν θεοῦ προσηγορίαν κατασπῶσίν τ̣ινες ἐπὶ ἄψυχον ὕλην, ὡς τὰ ἀγάλματα θεοὺς ὀνομάζειν. τρόπον τινὰ ταπεινοῦσιν τὴν θεοῦ ὀνομασίαν. καὶ ἄλλοι ἐκ τῆς γαστρὸς ἑαυτῶν φέρουσιν τὴν ὀνομασίαν θεοποιοῦντες τῇ διδασκαλίᾳ τῷ ἀδηφάγοι καὶ παντοφάγοι εἶναι. ὅταν τοίνυν μηδὲν τῶν μὴ θεῷ φρονῶμεν εἶναι θεόν, ἀλλὰ μόνον τὸν πάντα δημιουργήσαντα, ἐπὶ τὸ αὐτὸ ὑψώσαμεν τὸ ὄνομα αὐτοῦ. ἡμεῖς ὅλοι ἐν τῷ εὐαγγελίῳ ἐν εὐχῇ προσταττόμεθα λέγειν· "ἁγιασθήτω τὸ ὄνομά σου". εἰ δὲ καὶ προστακτική ἐστιν ἡ φωνή, ἀλλ' ἐν εὐχῇ λέγομεν̣ αὐτήν, εὐχή ἐστιν. κατὰ πάσας οὖν τὰς διανοίας τῆς ὑφώσεως τοῦ ὀνόματος καὶ τὸ ἁγιασθῆναι αὐτὸ λαμβάνομ̣εν· μηδὲν πράττετε βέβηλον, μηδὲν πτωχὸν καὶ ταπεινόν, ἵνα ὑψῶται τὸ ὄνομα τοῦ θεου῀̣, ἱ´̣να ἁγιάζηται· ἀπ̣οστήσατε τὴν θεοῦ προσηγορίαν ἀπὸ παντὸς χαμαιπετοῦς, ἀπὸ παντὸς γηίνου πρ̣άγματος· τότε γὰρ ἁγιάζεται ἡ 116 προσηγορ̣ία τοῦ θεοῦ. μάλιστα δὲ τοῦτο ὑπάρξεται, ὅταν "ὁ θεὸς πάντα ἐν πᾶσιν" γένηται, ὅταν ἀ ποδράσης ὀδύνης καὶ λύπης καὶ στεναγμοῦ αἰώνιος εὐφροσύνη καταλάβῃ. 5 ἐξεζήτησα τὸν κύριον, καὶ ἐπήκουσέν μου. οὐχ ἁπλῶς εἶπεν "ἐζήτησα", ἀλλ' ἐπιτεταμένως τοῦτο πεποίηκα. "καὶ ἐπήκουσέν μου". δείκνυσιν ὅτι ἡ νῦν λεγομένη ἐκζήτησις δι' εὐχῆς γίνεται· τοῦτο γὰρ ἐπενήνεκται· "καὶ ἐπήκουσέν̣ μου". εἰ δ̣ε`̣ καὶ ἐκζητεῖ ὁ βουλόμενος γνῶναι τὸν θεόν, ὡς οἷόν τέ ἐστιν, ἀλλ' οὐκ ἔχει τέλος. τὸ ἐπακουσθῆναι τάχ̣α τὸ εὑρεῖν, τὸ τελειωθῆναι. ἐξεζήτησα τὸν κύριον, καὶ ηὑρέθη μοι. οὕτω γοῦν γέγραπται ἐν Σοφίᾳ· "εὑρίσκεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ, ἐνφανίζεται τοῖς ζητοῦσιν αὐτόν". καὶ ἔτι· "ἐκζητήσατε τὸν κύριον· ἡνίκα δὲ ἐὰν ἐγγίζῃ ὑμῖν". ὧδε οὖν τὸ "ἐπήκουσεν" τοῦτο λέγει, ὅτι ἡ ἐκζήτησις δι' εὐχῶν γέγονεν. ἀδιαλείπτως προσευχόμενος ἐκζητεῖ τὸν θεὸν καὶ ἐ´̣σ̣χεν αὐτὸν ὑπήκοον εὑρὼν τὸ ζητούμενον. 5 καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρύσατό με. πολλάκις περὶ τούτων εἰρήκαμεν, ὅτι τὸ ῥύεσθαι τὸν θεὸν ἐκ θλίψεως οὐ τὸ ἐ´̣ξω θλ̣ίψ̣εως γενέσθαι σημαίνει· εἰ γὰρ ἀληθεύουσιν οἱ ἀπόστολοι λέγοντες· "ἐν παντὶ θλιβόμεθα"· καὶ ἔτι· "διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ", οὐδέποτε ἐκτὸς τοῦ θλίβεσθαι δεῖ γενέσθαι. εἰ δὲ τοῦτο μὴ οὕτω τις λάβοι τὸ ῥύεσθαι, 193 οὐδέποτε εἰσηκούσθησαν οἱ ἅγιοι· ἀεὶ θλιβόμενοι, ὑστερούμενοι διετέλεσαν τὸν βίον αὐτῶν μέχρις ἐσχάτης ἀναπνοῆς. 6 προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. εἰρηκὼς τὴν διάθεσιν ἣν ἔχει πρὸς τὸν θεόν, καὶ εἰρηκὼς τὰ ὑπάρχοντα ὑπὸ τοῦ θεοῦ ὠφέλιμα τοῖς ἐκζητοῦσιν καὶ ἐπακουσθεῖσιν, προτρέπεται ἢ πάντας ἢ πολλοὺς καὶ λέγει· "προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε". οὐ τοῖς ἤδη πεφωτισμένοις καὶ δυναμένοις εἰπεῖν· "ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε", "προσέλθατε"· οἱ γὰρ ἤδ̣η προσελθόντες φῶς εἰσιν. αὐτίκα γοῦν οἱ ἀπόστολοι προσεληλυθότες ἤκουσαν· "ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου". καὶ ἄλ λους φωτίζουσιν. "προσέλθατε" οὖν οἱ μακρὰν "πρὸς αὐτὸν καὶ φωτίσθητε", καὶ ἐκ τοῦ φωτισθῆναι ὑμᾶς π̣αραγι´̣ν̣εται τὸ ἀκαταίσχυντον. "τὰ πρόσωπα" δὲ "ὑμῶν οὐ μὴ καταισχυνθῇ"· πεφωτισμένα γὰρ γίνεται, ὡς εἰρ̣ήκασιν οἱ εὐχαρίστως · "ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου". ὅταν πληρωθῇ τό· "ἔσται σοι κύριος φῶς αἰώνιον", πᾶσα αἰσχύνη ἀφανισθήσεται. ἐὰν πρὸ ἁμαρτίας οὐκ ἦν αἰσχύνη, "γυμνοὶ ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὕα, καὶ οὐκ ᾐσχύνοντο". γυμνοὶ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.