Unit 27 rem early
Rem early: Unit 27; lemma and argument toward the thesis.
Greek
τὴν ῥοπήν. τοῦτο δὲ ἐκ τῶν μακαρισμῶν παιδευόμεθα· μὴ γὰρ ὁ πτωχὸς τῷ πνεύματι οὐκ ἔχει τὰς ἄλλας ἀρετάς; ὁ πτωχὸς τῷ πνεύματι καὶ συνπαθής ἐστιν· καὶ διὰ τοῦτο πενθεῖ· εἰ γὰρ ἦν ἀσυνπαθής, οὐκ ἦν πτωχὸς τῷ πνεύματι. ἔχει πραότητα· εἰ γὰρ ὀργίλος ἦν, οὐκ ἠδύνατο μακαρίζεσθαι. ἔχει δικαιοσύνην. περὶ τοῦ οὖν πλειστοδυναμοῦντος καὶ τῆς ἐπικρατεςτέρας ἕξεως θαυμάζονται οἱ παρονομαζόμενοι. ἐπερ · πολλούς, λε´̣γ̣ε̣ι̣, ἐθεώρησαν ἐν τῇ ἁγίᾳ πόλει; οὐκ ἦν δὲ ἁγία ἡ Ἰερουσαλὴμ "ἡ ἀποκτείνασα τοὺς προφήτας", ἣν κατέλειψεν ὁ σωτὴρ λέγων· "ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν". τοῖς ἐπὶ γῆς περιπατοῦσιν καὶ ἔχουσιν ἐν οὐρανοῖς τὸ πολίτευμα ὤφθησαν ἐν τῇ ἁγίᾳ πόλει, τῇ τοῦ θεοῦ ζῶντος πόλει. ἐπερ · τὸ "ὤφθησαν"; –αἱ παχύτεραι αὗται αἰσθήσεις παχέων ἀντιλαμβάνονται. ἔχει ὁ τριάκοντα τρεῖς τρεῖς, ἕνδεκα καὶ τριάκοντα τρεῖς. δεκαπέντε γίνονται. πολλάκις δὲ ὁ δεκαπέντε ἀριθμ̣ὸς ἐλέχθη ἀνάγεσθαι εἰς τὰς δύο διαθήκας· 187 διδόασιν γὰρ τοῖς ἑπτὰ καὶ τοῖς ὀκτώ· εἴρηται γὰρ ἡμῖν ἐν τοῖς ἔνπροσθεν ὅτι καὶ τρίγωνός ἐστιν κ̣αι`̣ παραδοθεὶς πεντάδα ἔχει, οἰκειότητα πρὸς τὰ αἰσθητὰ ἔχει· πῶς γὰρ οὐκ ἤμελλεν ἀλλοιώσεως τοῦ προσώπου γεγενημένης; ἐπερ · ἐὰν εἴπωμεν ὅτι ἔμεινεν ἐκεῖ; –οὐκ εὐθέως. ἐν ἄλλῃ γενομένῃ ἐκεῖ ἐπιδημίᾳ. σχεδὸν ἐν ἀρχῇ τῶν βασιλειῶν ἐστιν τοῦτο, περὶ τὸ τέλος δὲ ἐκεῖνο τὸ ὅτε λοιπὸν ἐξετέλεσαν εἰς πόλεμον πρὸς τὸν Σαούλ. ἐπερ · οὐ τὸ πρῶτον ἀπελύθη καὶ ἀπῆλθεν; – μήποτε τὰς ἀναγωγὰς πρὸς λέξιν ἐξέταζε. ἐπεὶ λέγω σοι κἀγὼ τὸ περὶ τοῦ Ἀβραάμ· "ἔσχεν δύο υἱούς, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας". καὶ οὐκ Ἀβραὰμ ὢν ἔσχεν αὐτούς. τὸν δι̣' Ἁγὰρ Ἰσμ̣αὴλ Ἀβρὰμ ἔσχεν, Ἀβραὰμ δὲ τοῦτοἔσχεν. καὶ ἄρτι τό· "συνστοιχεῖ τῇ νῦν Ἰερουσαλήμ". οὐ λέγει λέγω ἀρτίως, ἵνα τὴν συνστοιχίαν λάβῃς καὶ κατὰ σύμβολον. κατὰ πολλοὺς δὲ τρόπους λέγεται ἡ συνστοιχία. αὐτίκα γοῦν καὶ ἐπὶ γραμματικῆς τὰ δασεῖα τοῖς ψιλοῖς σύνστοιχα λέγεται εἶναι, καὶ τὰ μακρὰ τοῖς βραχέσιν. παρὰ δὲ τοῖς τὰ λογικὰ σύνστοιχα λέγονται τὰ ἀντιδιῃρημένα. διαιρεῖς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, καὶ εἰς θνητὸν καὶ εἰς ἀθάνατον, καὶ ὑπόπουν καὶ ἄπουν. οὔκ ἐστιν σύνστοιχον τὸ λογικὸν καὶ τὸ θνητόν, ἀλλὰ τὸ ἄλογον. τὸ συνστοιχεῖν δὲ ὧδε παρὰ τῷ ἀποστόλῳ τὸ συμβολικὸν πρὸς τὸ προηγούμενον. ἵνα παχύτερον εἴπω· ἔνι θυσία αἰσθητὴ καὶ περιτομή, καὶ ἀμφότερα πνευματικά. οὐ δεῖ σύνστοιχον λαβεῖν τὴν περιτομὴν τὴν κατὰ σάρκα πρὸς τὴν πνευματικὴν θυσίαν, καὶ τὴν σωματικωτέραν θυσίαν οὐ πρὸς τὴν πνευματικὴν _0_θ_υ_σ_ί_α_ν0_1__π_ε_ρ_ι_τ_ο_μ_ή_ν_1 , ἀλλὰ θυσίαν. ἐπερ · τὸ "τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν", καὶ πάλιν· "ὅτι εὐθὴς 113 ὁ λόγος τοῦ κυρίου"; –τὰ αὐτὰ πράγματα ὅτε οὐκ αἰσθητά ἐστιν, κατ' ἐπίνοιαν δοκοῦσιν ἄλλα καὶ ἄλλα εἶναι. ἕν ἐστιν τὸ ἅγιον πνεῦμα, καὶ λέγομεν αὐτοῦ διάφορα χαρίσματα. ἐὰν εἰς τὰ χαρίσματα σκοπήσῃς, δοκεῖ πλῆθος ἁγίων πνευμάτων εἶναι. ἔχεις γοῦν· "καὶ πνεῦμα προφητῶν προφήταις ὑποτάσσεται". λέγεται καὶ πνεῦμα Ἠλία καὶ πνεῦμα Ἐλισαῖε. οὐχ ἕτερά εἰσιν ταῦτα τῇ οὐσίᾳ, ἀλλὰ τῇ ἐπινοίᾳ καὶ τῇ σχέσει τῶν μετεχόντων λέγεται πληθυντικῶς πνεύματα. καὶ ὁ λόγος οὖν ὁ τοῦ θεοῦ ὅτε ἔτι πρὸς τὸν θεὸν ἦν –"καὶ ἦν" γὰρ "ὁ λόγος πρὸς τὸν θεόν"–, οὐδεμίαν ἔχει σχέσιν πρὸς ἄλλον, ἀλλὰ πρὸς τὸν θεὸν μόνον, δευτέρως δὲ καὶ πρὸς τοὺς μετόχους ἑαυτοῦ· "ἐκείνους" γὰρ "θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο". πρὸς αὐτὸν μὲν ὁ λόγος τοῦ θεοῦ ἦν. ἀσχέτως οὖν ὁ λόγος αὐτοῦ πρὸς τὸν θεὸν ἔστιν, σχετικῶς δὲ πρὸς τοὺς μετέχοντας αὐτοῦ ἐγένετο. π̣οτὲ κατὰ μίαν ἐπιβολὴν μετέχουσιν οἱ μετέχοντες, ὡς περὶ τοῦ πνεύματος εἶπον· ὁ μὲν γὰρ ἔχει λόγον σοφίας, ἄλλος λόγον γνώσεως· μὴ γὰρ ἄλλος καὶ ἄλλος ἐστὶν κατὰ τὸ ὑποκείμενον ὁ λόγος οὗτος. εἰσίν τινες ἔχοντες γνῶσιν πνευματικῶν, γνῶσιν τῆς ἀληθείας, τῶν τῆς εὐσεβείας δογμάτων· διεξιέναι γάρ τι περὶ αὐτῶν οὐ δύνανται. καὶ ἔγνωμεν ἡμεῖς νοοῦντας ἀνθρώπους πάνυ συνετῶς καὶ οὐ δυναμένους εἰπεῖν οὐδὲ τῷ τυχόντι. οὗτοι λόγον γνώσεως ἔχουσιν. ὅταν δὲ πρὸς τῷ ἔχειν τὴν γνῶσιν ἔχῃ καὶ τὸ δύνασθαι διεξοδεύειν καὶ διδάσκειν καὶ εἰς ἄλλους φέρειν τὰ ἐν αὐτῷ νοήματα, λόγος σοφίας ἐστίν. ἀμέλει γοῦν αὐτὴ ἡ Σοφία λέγει· "ἐξέτεινον λόγους", διδασκαλικῶς δηλονότι. ὁ αὐτὸς οὖν λόγος τοῦ θεοῦ γίνεται πρὸς τοὺς προφήτας καὶ ἔστιν πρὸς τὸν θεὸν καὶ πρὸς τοὺς γινομένους ἐκ τῆς συνουσίας αὐτοῦ θεούς. καὶ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.