Commentarii in Psalmos Unit 27 opening
Unit 27.
Lemma-led open — ἠλλοίωσεν
Greek
ρία, Ἀσσύριος, οὕτω τῆς Γὲθ ἀπὸ τῆς λεγομένης ἐπὶ τοῦ περὶ γῆν τόπου τοῦτον βασιλέα αὐτῆς πάλιν πονηράν τινα δύναμιν ἐκλημπτέον. "ἠλλοίωσεν" οὖν "τὸ πρόσωπον ἑαυτοῦ" "μορφὴν δούλου λαβών"· οὕτω γὰρ ἔδοξεν ἐκεῖνος κρατεῖν αὐτοῦ, ὡς καὶ θάνατον μηχανηθῆναι κατ' αὐτοῦ. ἐγεύσατο "χάριτι θεοῦ ὑπὲρ παντὸς θανάτου". καὶ σημεῖον τῆς ἀλλοιώσεως τούτου· "ἀπέλυσεν αὐτόν". οὐ δεδύνηται αὐτὸν κατασχεῖν. καὶ λέγω τὸ παράδοξον· εἰ τὴν ἐλάττωσιν αὐτοῦ κατασχεῖν οὐ δεδύνηται, τί ἂν εἴποιεν περὶ τῆς θεότητος; ὅθεν ὑμεῖς δὲ οἱ λέγοντες τὸν λόγον ἐσταυρῶσθαι, τὸν κύριον τῆς δόξης; "ἀπέλυσεν" οὖν "αὐτόν, καὶ ἀπῆλθεν". ἀπῆλθεν ἀπ' αὐτοῦ· οὐδὲ γὰρ ἕνεκα τοῦ ἐκεῖ διατρίβειν γέγονεν ἐκεῖ, ἀλλ' ἵνα οἰκονομίαν ἐκτελέσας ἀναχωρήσῃ καὶ συναποσπάσῃ πολλοὺς ἐκεῖθεν. γέγονεν οὖν καὶ ἐν τῷ ᾅδῃ καὶ ἀνήγαγεν ἐκεῖθεν 186 πολλὰς ψυχὰς δικαίων. ὅταν δε`̣ σώματα ἀκούῃς, μὴ πάντως τὰ σκηνώματα σκόπει· τοῦτο γὰρ πολλοὶ νομίζουσιν. καὶ οὐκ ἀπεμφαίνει εἰπεῖν πρὸς ταῖς ἄλλαις θεοσημείαις καὶ τοῦτο τὸ παράδοξον γεγονέναι· ἀλλ' ὅρα, μὴ μάχεται ὅλῳ τῷ εἱρμῷ τῆς οἰκονομίας. τοῦτο γίγνωσκε, ὅτι εἰ ἐπέγνωσαν τοὺς ἑαυτῶν οἱ ἄνθρωποι, δύσκολον εἰ ἔμειναν ἐν τῇ ἀπιστίᾳ. καὶ ἄλλο δέ· ὁ Πέτρος ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων περὶ τοῦ ∆αυὶδ λέγει ὅτι· "καὶ τὸ μνῆμα ἔστιν αὐτοῦ ἕως ἄρτι". θεω̣ρητέον· εἰ ὅλως ἠγείρετό τις, ὁ ∆αυὶδ ἠγείρετο. τὰς ψυχὰς οὖν τὰς μετενεχθείσας ἐκ τῆς γῆς "σώματα ἁγίων" λέγομ̣εν. οὕτω δὲ λε´̣γ̣ο̣μεν, ὡς λέγομεν σῶμα Χριστοῦ ὅλην τὴν ἐκκλησίαν. καὶ ἐν τῇ ἀναστάσει λέγεται· "ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι". τ̣ὰ ἴδια̣ δὲ τάγματα τῶν ἐκ νεκρῶν ἐγειρομένων οὐκ ἀπ' ἄλλου τινὸς χαρακτηρίζεται ἢ προκοπῇ ψυχῶν. οἱ τὴν αὐτὴν ἔχοντες ἀρετὴν καὶ πίστιν καὶ εὐσέβειαν εἰς ἓν τάγμα συντάττονται. "ἀπαρχὴ" οὖν "Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ, ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι". οἱ τοῦ Χριστοῦ εἰσιν οἱ τάγματα διάφορα ἔχοντες. καὶ ἵνα ἐξ ἄλλου λάβωμεν, ὡς ἐπὶ τῆς γῆς τῆς δεξαμένης τὸν σπόρον, ὃν ἑκατόν, ἑξήκοντα, τριάκοντα καρποφοροῦσιν, γίνονται διάφορα τάγματα· μὴ γὰρ εἷς ἐστιν ἢ μία καρδία φέρουσα ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. ἀμέλει γοῦν οἱ ἐξηγηταὶ ἡμῶν τοῦτο λέγουσιν ὅτι οἱ τὴν παρθενίαν τὰ ἑκατόν, οἱ τὸν γάμον μετερχόμενοι τὸν θεῖον τὰ τριάκοντα. εἰς τὴν ἐλάττωσιν καὶ ἀνισότητα τῶν ἀριθμῶν ἐσκόπησαν, οὐκ εἰς τὴν φύσιν τῶν ἀριθμῶν. τέλειοι καρποφοροῦσίν τινες. οὗτοι δὲ τῷ ἑκατὸν ἀριθμῷ σημαίνονται. καὶ ἐν τῇ ἐπαγγελίᾳ γοῦν λέγει· "ἔσται ὁ νέος ἑκατὸν ἐτῶν". 112 καὶ ὁ Ἀβραὰμ ἑκατοντούτης γενόμενος πατὴρ ἐχρημάτισεν ἐξ ἐπαγγελίας. καὶ ὅλως ὁ ἀριθμὸς κάλλιστός ἐστιν· δεκάκις γὰρ πολυπλασιαζόμενος ὁ δέκα τὸν ἑκατὸν ποιεῖ. ἐλέγομεν δὲ ὅτι ὁ δέκα ἀριθμὸς πανδεχής ἐστιν· πάντας περιέχει τοὺς ἀριθμούς. πάλιν ὁ ἑξήκοντα οἰκειότητα δοκεῖ ἔχειν πρὸς τὸν κόσμον· ἐν̣ ἓξ ἡμ̣έραις γὰρ γέγονεν. ὅσοι οὖν γίνονται κοσμοπολῖται καὶ ὑπερβαίνουσιν τοῦτον κ̣αὶ τὸν ὑπὸ τούτου δηλούμενον κληρονομοῦσιν–τέλειος δὲ ἐλέχθη ὁ ἓξ α᾿̣ριθ μός–, οὗτοι ἄλλο τάγμα εἰσίν. τάχα δὲ οἱ προφητικοὶ ἔχοντες ἐφ' οἷς δυσὶν ἔχουσιν, καὶ τὸ ἅγιον πνεῦμα πλεονάζον ἐν αὐτοῖς, οὗτοί εἰσιν οἱ τριάκοντα. ὁ δὲ τριάκοντα συγγένειαν ἔχει πρὸς τὴν προσκυνητὴν τριάδα. ἢ τάχα ἐπεὶ τριακοντούτης γενόμενος ὁ σωτὴρ ἤρξατο τῆς πολιτείας τῆς ἀρίστης καὶ τῆς εὐαγγελικῆς αὐτοῦ λ̣αλιᾶς, οἱ ἄρτι προσεληλυθότες αὐτῷ τὸν τριάκοντα καρποφοροῦσιν. ἄκουε· αἱ ἀρεταὶ ἀντακολουθοῦσιν ὡς τὸν μίαν̣ ἔχοντα πάσας ἔχειν. ἐπὶ τοῦ ἄγαν τελείου τοῦτο λαμβάνομεν. ὅταν δέ τις ᾖν ἐν τῷ προκόπτειν, ἔχει μίαν̣ ἐνίοτε ἐπικρατεστέραν τὴν ἀφ' ἧς ἤρξατο ἢ περὶ ἧς ἐσπούδασεν, ὡς ἔχει καὶ ἐπὶ τῶν τεχνῶν· ὁρᾷς πολλάκις γραμματικὸν καὶ μουσικὸν καὶ ἰατρόν, καὶ ἔχει ἐπικρατεστέραν μίαν εἰς ἣν ἔχει ὅλην
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.