Unit 28 rem mid
Rem mid: Unit 28; lemma continues; reading with the letter.
Greek
ἐναντίου"; σκόπει· εἷς ἄγγελος θελήσαντος θεοῦ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ῥοπῇ μιᾷ ἀνεῖλεν, καίτοι τάχα οὐ καθαρὸς ἄγγελος ὤν, ἐπεὶ κολάσει οὐ διεκονεῖτο. πολλῷ πλέον οὖν ὁ τέλειος ἄνθρωπος ὁ ἁγιότητα φυλάττων, ὁ "αὐτόπτης καὶ ὑπηρέτης" ὢν θεοῦ, δύναται ῥύσασθαι πολλοὺς φοβουμένους. ἐὰν δέ τινι βίαιος φαίνηται ἡ ἀπόδοσις, οὑ´̣τ̣ως̣· ὥσπερ λέγει, ὅτι "ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον", ἵνα ἄρχῃ τῶν ἀλόγων ζῴων, καὶ οὐ τὸν ἰδικῶς ποιὸν λέγομεν, οὐ τόνδε λέγομεν, ἀλλ' ὅλον τὸ εἶδος. "ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς"· τὸ εἶδος ὅλον οὕτως ὠνόμασεν. δύναται οὐ῀̣ν̣ καὶ ὧδε ὁ ἄγγελος τὸ καθόλου σημαίνειν, ὅτι οἱ φοβούμενοι τὸν κύριον ἔχουσιν παρεμβεβληκότας καὶ κυκλοῦντας αὐτοὺς ἀγγέλους 118 ῥυομένους αὐτοὺς ἐκ πάσης θλίψεως. ἔχεις γοῦν τοῦτο ἐν εὐαγγελίῳ· "ὁρᾶτε μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ· οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς". παραστάται εἰσὶν τοῦ θεοῦ, τὸ πρόσωπον αὐτοῦ ὁρῶσιν, ἀοράτως τὸν ἀόρατον βλέπουσιν. ἰδοὺ οὖν τῶν πολλῶν μικρῶν πολλοὶ ἄγγελοι ἐλέχθησαν, τῶν δὲ φοβουμένων τὸν κύριον εἷς ἄγγελος εἴρηται. ἑνικῶς εἴρηται, οὐδὲ γὰρ εἷς. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· οἱ μικροὶ οὐ τὸν θεὸν φοβοῦνται, ἀλλὰ τὸν παθητικὸν ἔχουσιν φόβον· "ἡ τελεία" γὰρ "ἀγάπη ἔξω βάλλει τὸν φόβον". καί· "ὁ φόβος κόλασιν ἔχει". "μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι"· ἐκεῖνοι δὲ τὸν θεὸν φοβοῦνται οἱ τὸν ὑπερβάλλοντα φόβον ἔχοντες, περὶ οὗ εἴρηται 195 ἐν τῇ Σιράχ· "φόβος κυρίου πάντα ὑπερέβαλεν", ὅστις παραγίνεται τῷ ζητοῦντι αὐτὸν μετὰ πολλὴν προκοπήν. δύνανται οὖν οὗτοι οἱ φοβούμενοι τὸν κύριον ἕνα ἄγγελον ἔχειν παρεμβεβληκότα καὶ ῥυόμενον αὐτοὺς αὐτὸν τὸν σωτῆρα περὶ οὗ λέγεται· "καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος"· ἐν πολλαῖς γὰρ γραφαῖς φαίνεται ἄγγελος μνημονευόμενος οὐκ ἐφαρμόζων τινὶ γενητῷ. περὶ αὐτοῦ λέγει καὶ ὁ Ἰακώβ· "ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν". οὐδεὶς δὲ δύναται ῥύσασθαι ἐκ πάντων τῶν κακῶν, εἰ μὴ ὁ σωτὴρ ὁ ἐξουσίαν ἔχων ἀφιέναι πᾶσαν ἁμαρτι´̣αν. τῆς δὲ ἁμαρτίας ἀφιεμένης καὶ ἡ ἑπομένη κόλασις, τὰ ἑπόμενα κακωτικά, συναπέρχεται τῃ῀̣ κα̣κίᾳ̣. ὥσπερ περίβολός τις καὶ περίτειχος περὶ αὐτοὺς γινόμενος ἀβ̣λ̣ήτους αὐτ̣οὺς φυλάττει. καὶ ἐν τῷ Ζαχαρίᾳ γοῦν τῷ ἑνδεκάτῳ τῶν δώδεκα προφητῶν λέγει· "κατακάρπως κατοικηθήσεται Ἰερουσαλήμ", καὶ λέγει· "καὶ ἔσομαι κύκλῳ αὐτῶν ὡς στῦλος πυρὸς καὶ τεῖχος κυκλοῦν αὐτούς". πυρὸς δὲ ἐπὶ τῷ τοὺς ἐγγίζοντας βλάπτεσθαι μᾶλλον· εὐθέως γὰρ ἐν αὐτῇ τῇ περιοχῇ τοῦ προφήτου λέγει· "διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ". τὸ ἅψασθαι ἐνταῦθα τὸ βλάψαι σημαίνει, ὡς τό· "μὴ ἅπτεσθε τῶν χριστῶν μου". 9 γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος. πολλάκις ἐλέχθη ἡμῖν ὅτι τὰ αἰσθητὰ καὶ σωματικὰ οὕτως εἰσίν· ἕκαστον ὅ ἐστιν αὐτὸ μόνον ἐστίν· οἷον ἡ ῥοιὰ οὐδὲν ἕτερόν ἐστιν ἢ ῥοιά, ὁ ἄρτος. ἡ δὲ τρέφουσα τὸν ἔσω ἄνθρωπον τροφὴ κατὰ διαφόρους ἐπινοίας λέγεται. λέγεται γοῦν καὶ φῶς, λέγεται καὶ πηγή, λέγεται καὶ ἄρτος καὶ σάρξ, ἀληθινὴ βρῶσις. λέγει γοῦν· "γεύσασθε" τῇ γεύσει τῇ ἀοράτῳ τῇ τοῦ ἔσω ἀνθρώπου, "καὶ ἴδετε ὅτι χρηστός ἐστιν ὁ κύριος", ὅτι ἀγαθός. γεύσασθε μόνον, γνῶτε ὅτι τρόφιμός ἐστιν, ὁρᾶτε πηγὴν ἀγαθότητος, πηγὴν χρηστότητος. 9 μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ' αὐτόν. ὁ ἐπ' αὐτὸν τὸν χρηστὸν κύριον ἐλπίζων–γεύεται γὰρ αὐτοῦ–, καὶ τῆς γλυκύτητος αὐτοῦ πειραθήσεται καὶ ἐκ τῆς τροφῆς ταύτης πάντα ἕξει καὶ ἀθλητικῶς τρεφόμενος ἰσχυρὸς ἔσται, ὡς τὴν πάλην μηκέτι "πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς ἀρχὰς καὶ ἐξουσίας" ἔχειν. "γεύσασθε καὶ ἴδετε ὅτι χρηστός". εἴ τις κ̣άμ̣ν̣ει καὶ νοσεῖ κατὰ τὴν ψυχήν, γευσάσθω αὐτοῦ ὡς τροφίμου, ὡς παρασκευάζοντος ὑγίειαν, ὡς ἀπαλέξουντος βλάβην. η῾̣ δὲ τροφὴ αὕτη οὐ μόνον κορέννυσιν, ἀλλὰ καὶ ἀπαλέξει, τὰ βλαπτικὰ ἀποβάλλει. "μακάριος" οὖν οὐχ ἁπλῶς ὁ ἄνθρωπος, ἀλλ' ὁ "ἀνήρ", ὁ καταργήσας "τὰ τοῦ νηπίου", ὁ "ἐν βουλῇ ἀσεβῶν" μὴ πορευθεὶς μηδὲ στὰς "ἐν ὁδῷ ἁμαρτωλῶν" μηδὲ "ἐπὶ καθέδραν λοιμῶν" καθίσας, ἀλλ' ἔχων "τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ τοῦ κυρίου". οὗτ̣ο̣ς τὸ θέλημα ἑαυτοῦ ἔχει ἐν τῷ νόμῳ τοῦ κυρίου· πολλοὶ γὰρ τηροῦσιν τὸν νόμον, ἵνα μὴ κολασθῶσιν ἢ ἵνα δόξωσιν ἐπαινεῖσθαι. ὁ δὲ ἅγιος, ὁ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.