Commentarii in Psalmos · §u28-rem-early

Unit 28 rem early

Rem early: Unit 28; lemma and argument toward the thesis.

Greek

ἦσαν πάσης κακίας, οὐκ εἶχον ἔνδυμα καλύπτον τὸ λογιστικόν, οὐκ ἦν ὁ λόγος ἐπικρυπτόμενος ὑπὸ παθῶν ἀλόγων. ὅτε δὲ ἁμαρτία γέγονεν, καὶ ἐνπαθὴς λοιπὸν καὶ νόησις καὶ ζωή, καὶ αἰσχύνη ὑπῆρκται. ἐὰν τοίνυν προσέλθωμεν τῷ φωτί, ᾧ κατελείψαμεν ἁμαρτάνοντες, τὰ πρόσωπα ἡμῶν οὐ καταισχύνεται, πολλὴν παρρησίαν ἔχομεν· λέγει γάρ· "ἐὰν μὴ καταγιγνώσκῃ ἡμῶν ἡ καρδία, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν". ἐὰν ἀκατάγνωστόν τις ἀπὸ καρδίας καὶ συνειδήσεως ἑαυτὸν ὁρᾷ, πάνυ παρρησίαν πρὸς τὸν θεὸν ἔχει ὡς λέγειν· "ζῇ κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ". παρρησιασαμένου φωνὴ καί· "τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐφόψομαι". εἶδον πολλά, ἀλλ' ἔτι μᾶλλον ἐπιθεωρήσω υ̣···· ἐφοπτικὰ θεωρήσω. "καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ". ἐλέγομεν ὅτι ἁμαρτίας οὔσης καλύπτεται τὸ πρ̣όσωπον τῆς ψυχῆς ὑπὸ αἰς̣χύνης ὡς μηκέτι τὸ κάλλος αὐτῆς καὶ τὴν ἀναλογίαν τῶν μελω῀̣ν αὐτῆς θεωρεῖσθαι. ὅταν δὲ φωτισμὸς̣ γένηται, λοιπὸν "ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου καθοπτρίζεται". οὐδεὶς κεκαλυμμένον ἔχων πρόσωπον τὴν δόξαν τοῦ θεοῦ καθοπτρίζεται, ἀλλ' εἴ τις ἀπέβ̣αλεν τὰ ἐπιγενόμενα καλύμματα. οἱ γοῦν αἴσθησιν λαβόντες, οἷ κακῶν̣ παρ' ἑαυτοὺς γεγόνασιν, λέγουσιν· "κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν". κάλυμμα ἡμῖν ἡ ἀτιμία γέγονεν, ἡ αἰσχύνη, τοῦ προσώπου ἡμῶν. 7 οὗτος ὁ πτωχὸς ἐκέκραξεν, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ. 117 δείκνυσίν τινα πτωχὸν τῇ ἁμαρτ̣ίᾳ ὄντα, πτ̣ωχὸν πάσης κακίας. ἐὰν ἄνευ κακίας τις γενόμενος ἀποβαλὼν τὸν πλοῦτον τῆς ἀγνοίας και`̣ τη῀̣ς κακίας πρὸς θεὸν βοήσῃ, ἔχει αὐτὸν ἐπακούοντα. τάχα δέ, ὡς υ῾̣φ̣εῖπον τοπικῶς τῆς ὥρας ὅτι τὸ τῷ ἐλάττονι καὶ τῷ μείζονι ὑπάρχει, προτρεπόμενος τοὺς ἤδη πεφωτισμένους καὶ εὐλογοῦντας "τὸν κύριον ἐν παντὶ καιρῷ" πλουσίους ὄντας, λέγει· καὶ ὁ πτωχὸς ἐὰν προσέλθῃ καὶ βοήσῃ, ἐπακούεται. δυνατὸν δὲ καὶ τοῦτο περὶ τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ εἰρῆσθαι τοῦτο ὅτι· ὁ "ἐλπίδα μὴ ἔχων καὶ ἄθεος ὢν ἐν τῷ κόσμῳ" λαὸς προσελθὼν ἐβόησεν καὶ ἔσχεν ὑπήκοον αὐτόν. λ̣έγει γοῦν μεθ' ἕτερα ἐν τῷ αὐτῷ ψαλμῳ῀̣· "πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν", λέγων τοὺς ἐκ περιτομῆς πτωχεύσαντας ἀπὸ τοῦ τὸν νόμον καὶ τοὺς προφήτας ἀποβεβληκέναι. διὰ τοῦτο καὶ δεικτικῶς λέγει· "οὗτος ὁ πτωχός"· ἄξιος γέγονεν τοῦ δείκ ν̣υσθαι ὑφ' ἁγίων̣ ἀνδρῶν καὶ ὑπ' αὐτοῦ τοῦ ἁγίου πνεύματος. δυνατὸν δὲ καὶ καθόλου περὶ πάντων τοῦτο λέγ̣εσθαι· ὡς 194 πρὸς τὸν πλουτοδότην θεὸν τὸν μεγάλα χαριζόμενον πάντες πτωχοί ἐσμεν. ἐπερ · οὐκ "ἐπτώχευσεν" Ἰησοῦς "δι' ἡμᾶς"; –θεώρει γὰρ τὴν ἀποστολικὴν ἀκρίβειαν· "ὅτι πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν". οὐκ ἐπλο̣υ̣τίσθη. "ὢν πλούσιος δι' ἡμᾶς ἐπτώχευσεν", ἵνα τί γένηται; "ἵνα τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμ̣εν"· ποιητικ̣ὴ γὰρ πλούτου πτωχεία οὐχ ἡ ἀληθῶς πτωχεία ἐστίν. καὶ ὥσπερ γίνεται "κατάρα ὑπὲρ ἡμῶν", ἵν' εὐλογίαν λάβωμεν, κατάρα δὲ ποιητικὴ εὐλογίας οὐχ ἁπλῶς ἐστιν κατάρα, ἀλλ' αὐτὸ τοῦτο κατάρα εὐλογίας̣ ποιητική, οὕτω καὶ πτωχός· "ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών". ἰδοὺ ἡ πτωχεία ἣν ἐπτώχευσεν· πλούσιος ὢν ἀληθῶς ἀεὶ ἐν μορφῇ θεοῦ ὑπάρχων καὶ ὠ`̣ν "χαρακτὴρ τῆς θεοῦ ὑποστάσεως", "τὴν τοῦ δούλου λαβὼν μορφὴν" πάντα ὑπέστη τὰ τῆς πτωχείας. "ἁμαρτία" γέγονεν "ὑπὲρ ἡμῶν, ἵνα δικαιοσύνη θεοῦ γενώμεθα", κατάρα, ἵνα εὐλογίαν κληρονομήσωμεν, θάνατον ὑπέστη καὶ νενέκρωται, ἵνα ζωὴν αἰώνιον ἀπολάβωμεν. "ἐπτωχεύσαμεν σφόδρα". οὕτως συνκατέβημεν φθάσαντες μέχρι τῆς κ̣αταστάσεως τῆς ὑμετέρας, ἵνα τῶν οἰκτιρμῶν τοῦ θεοῦ προκαταλαβόντων ἀναβιβάσωμεν ὑμᾶς. ὡς εἴρηκάν τ̣ινες παράδειγμα τοιοῦτο περὶ τῶν ἁγίων ὅτι· ἐν τῷ σκάφει τοῦ βίου τούτου πλέοντες εἶδον πολλοὺς ἐκπεσόντας ἐκ τοῦ σκάφους καὶ διὰ τὸ ἀκολύμβους εἶναι κατενεχθέντας εἰς τὸν βυθόν, καὶ ἥλαντο εἰς τὸν βυθὸν̣ καὶ ἔδοξαν τὸ αὐτὸ πάσχειν τοῖς βυθισθεῖσιν, ἀλλ' ὑπὲρ τῆς ἐκείνων βοηθείας τοῦτο πεποιήκασιν, ἵνα ἀναβιβάσωσιν τοὺς μὴ δυναμένους δι' ἑαυτῶν ἀναβῆναι. 7 καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἐρύσατο αὐτόν. τ̣ὸ ῥύσεσθαι ἐκ πασῶν τῶν θλίψεων ἤδη πολλάκις ἀποδέδοται ἡμῖν ὅτι τὸ μὴ ἡττηθῆναι, οὐ τὸ ἔξω γενέσθαι τῶν θλιβηρῶν. 8 παρεμβαλεῖ ὁ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. ἄγγελος παρεμβάλλων κύκλῳ τῶν τὸν θεὸν φοβουμένων καὶ ῥύεται αὐτοὺς ἀπὸ παντὸς πολεμίου, ἀπὸ πάσης θλίψεως, ἀπ̣ὸ παντὸς τραύματος. λέξει τις οὖν ὅτι· "εἷς ἄγγελος αὐτάρκης ἐστὶν πρὸς τὸ τοὺς φοβουμένους τὸν θεὸν πάντας σῶσαι ἀπὸ τοῦ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.