Commentarii in Psalmos Unit 30 opening
Unit 30.
Lemma-led open — πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά
Greek
πονηροῦ τούτου τοῦ ἐπιπόνου· οὐδὲ γὰρ ἡμέτερόν ἐστιν ἀπέχεσθαι τούτων. θεήλατά εἰσιν, μὴ θελόντων ἡμῶν ἐπιγίνεται ταῦτα διὰ προλαβοῦσαν κακίαν. πρὸς τό· "πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά", εἶτα ἐπενήνεκται· "θάνατος ἁμαρτωλῶν πονηρός"· ἢ πονηρὸς ἢ πονηρός· τἀμφότερα ἔχει· καὶ τὴν κόλασιν γὰρ ἔχουσιν καὶ τὴν κατασπῶσαν ἀπὸ τῆς μακαρίας ζωῆς πονηρίαν ἥτις ἴση κακίᾳς ἐστίν. "ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου". ὅρα γε τὴν ἀκρίβειαν· ἐπειδὴ ψυχῶν πονηρίας ὠνόμασεν, αὗται δὲ οὐκ ἄλλῳ ὁρῶνται ἢ τῷ θεῷ, λέγει ὅτι· μὴ ἐπιμορφάζεσθε ἀφαίρεσιν πονηριῶν τῶν ἀπὸ τῶν ψυχῶν ἀπέναντι τῶν ἐμῶν ὀφθαλμῶν ὡς ἐμοῦ ὁρῶν τος, εἰ καὶ μὴ ἐκ τοῦ ἐναντίου. ἴσον ἐστὶν τῷ λεγομένῳ ὑπὸ τοῦ σωτῆρος δεῖν τὴν ἐλεημοσύνην ἐν κρυπτῷ ποιεῖν, ἵν' "ὁ πατὴρ ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσῃ". 18 καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρύσατο αὐτούς. καὶ ἐν ἄλλοις στίχοις τοῦ ψαλμοῦ ἐλέχθη, ὅτι τὸ ῥυσθῆναι ἀπὸ θλίψεων πασῶν οὐ τὸ ἔξω τοῦ θλίβεσθαι ποιεῖν σημαίνει, ἐπεὶ οὐδέποτε ἐπηκούσθησαν οἱ ἅγιοι, ὡς τὸν Παῦλον λέγειν· "ἐν παντὶ θλιβόμενοι". 19 ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. ὥσπερ οἱ διαλεκτικοὶ καὶ ἀποδεικτικοὶ λέγουσιν, ὅτι δεῖ ἐκ τῶν φανερῶν τὰ μὴ φανερὰ κατασκευάζειν καὶ ἀποδεικνύναι· τοῦτο γὰρ ἀληθές ἐστιν. ἀδύνατόν ἐστιν ἄγνωστα γνωσθῆναι ἐξ ὁμοίως ἀγνώστων καὶ πολλῷ γε πλέον ἐξ ἀγνωστοτέρων. ἐκ τῶν φανερῶν οὖν τὰ μὴ φανερὰ γνωρίζεται καὶ ἐκ̣ τῶν γιγνωσκομένων τὰ μὴ γιγνωσκόμενα. λοιπὸν ἄλλην γραφὴν σαφεστέραν νοήσωμεν, ἵνα καὶ τῆς προκειμένης ὀρθὴν γνώμην λάβωμεν καὶ γνῶσιν. λέγεται τοίνυν ἐν Παροιμίαις· "πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς ἢ πρὸ δόξης ταπεινοῦται". τοῦτο λέγει· ὁ ὑπερήφανος οὐ συντριβεὶς ταπεινοῦται. συν̣τριβεὶς δὲ ὑπὸ πόνων τῶν ὑπὲρ ἀτυφίας ὑψοῦται. "πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός". ὁ ὑπερήφανος ἀκούει λόγους κατὰ τῆς ὑπερηφανίας, ἐνίοτε καὶ θλιβηρῶν πεῖραν λαμβάνει, ὅτι τετυφωμένος ἐστίν. ἐὰν ὑποπέσῃς τῇ συντριβῇ ταύτῃ τῇ βελτιόνως προσαγομένῃ διὰ τῶν πόνων τῶν ὑπὲρ ταπεινοφροσύνης, οὐχ ὑψοῦται ἡ καρδία. πρὸ τῆς ἐπιτιμίας, ἵν' οὕτως 125 εἴπω, καὶ πρὸ τῶν μαστιγῶν ὑψουμένην ἔχει τὴν καρδίαν. ὅταν γοῦν ὑποπέσῃ θλιβηροῖς, γιγνώσκει ὅτι διὰ τὴν ὑπερηφανίαν ἑαυτοῦ ὑπέπεσεν τοῖς ἀβουλήτοις. οὕτως ἀκουστέον καὶ τοῦ· "Καφαρναού, ἣ ἕως οὐρανοῦ ὑψωθήσῃ, ἕως ᾅδου καταβιβασθήσῃ". συντριβὴ δέ ἐστιν τὸ καταβιβασθῆναι ἕως ᾅδου. πρὸ ταύτης τῆς συντριβῆς ὑπερηφανεύσατο. "πρὸ δόξης ταπεινοῦται". δεῖ πρῶτον ταπεινωθῆναι ἑκουσίως, ἵνα δόξης τύχῃ· δευτέρα γὰρ ἡ δόξα γίνεται μετὰ τὴν ἀτυφίαν. διὰ τοῦτο καὶ ὁ σωτὴρ ἔλεγεν ὅτι· "ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται". καὶ ὅρα γε, "πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται", συντριβήσεται ὧδε. πρὸ ταύτης τῆς συντριβῆς ὑψουμένην ἔχει τὴν καρδίαν, ἀλαζονευομένην, ὑπερηφανευομένην. πάλιν δόξαν φέρει τῷ ταπεινοῦντι ἑαυτόν, ἵν' ἀτυφωθῇ. πρὸ ταύτης τῆς δόξας δεῖ ταπεινωθῆναι, δεῖ ἐργάσασθαι, ἵνα μισθὸν λάβῃ. λαμβάνει δόξαν οὖν τῆς ἀτυφίας παρὰ θεοῦ. οὕτω γοῦν καὶ ὁ Πέτρος παραινεῖ λέγων· "ταπεινώθητε ὑπὸ 202 τὴν κραταιὰν χεῖραν τοῦ θεοῦ, ἵνα ὑψώθητε ἐν καιρῷ". καὶ ὁ Ἰὼβ γοῦν λέγει· "ποιῶν ταπεινοὺς εἰς ὕψος" ἐστὶν ὁ θεός. "συντετριμμένους" δὲ ὧδε "τὴν καρδίαν" λέγει οὐ τοὺς βλαβέντας τὴν καρδίαν. σημαίνει δέ ποτε τὸ τῆς συντριβῆς ὄνομα τοιοῦτό τι τὸ μὴ ὑγιεινοὺς ἔχειν λογισμούς, τὸ μὴ τὰς νοήσεις ἀδιαστρόφους ἔχειν. αὕτη ἡ συντριβὴ τῆς καρδίας ἰατροῦ δέεται, ἰατροῦ δὲ τοῦ τὸ κρυπτὸν θεραπεύοντος· εἴρηται γὰρ τό· "οἰκοδομῶν Ἰερουσαλὴμ ὁ κύριος καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει, ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν". οὗτοι συνετρίβησαν οἷα τραυματίαι. οὕτω γοῦν καὶ ὁ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.