Commentarii in Psalmos · §u30-rem-early

Unit 30 rem early

Rem early: Unit 30; lemma and argument toward the thesis.

Greek

καταβὰς ἀπὸ τῆς Ἰερουσαλὴμ τουτέστιν εἰς Ἰεριχώ, τουτέστιν εἰς τὸν περὶ γῆν τόπον καὶ τὴν πολιτέιαν αὐτοῦ Ἰεριχὼ καλούμενον διὰ τὴν ἑρμηνείαν τοῦ ὀνόματος– σε̣λήνη γὰρ ἑρμηνεύεται ἡ Ἰεριχών. λέγεται δὲ "ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦσθαι", ὡς σελήνη ἣ οὐκ αὐξάνον ἔχει τὸ φῶς, ἀλλὰ μειούμενον. ἡ δὲ νύμφη ἡ ὑμνουμένη ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων "ἐκκύπτουσα ὡσεὶ ὄρθρος καλὴ" γίνεται, "ὡς σελήνη ἐκλεκτή". ἡ ἀλλοίωσις αὕτη ἐπὶ τὸ βέλτιον γίνεται, ἐπὶ τὸ τελειωθῆναι· ἑκατέρως γὰρ ἀλλοιοῦται ἡ σελήνη· ἐκ τοῦ μηνοειδοῦς μεταβαλοῦσα ἔρχεται ἐπὶ τὸ πλησιφαές. καὶ γίνονται μεταβάσεις τῶν προκοπῶν τῆς αὐξήσεως τέσσαρες, μηνοειδές, διχότομον, ἀμφίκυρτον, πλησιφαές. ἔνπαλιν δὲ ἀπὸ τοῦ πλησιφαοῦς ἔρχεται ἐπὶ τὸ ἀμφίκυρτον καὶ ἀπὸ τοῦ ἀμφικύρτου ἐπὶ τὸ διχότομον, ἀπὸ τοῦ διχοτόμου ἐπὶ τὸ μηνοειδές. οὕτω γοῦν ἐκκύπτει ὡσεὶ ὄρθρος ἡ νύμφη τοῦ λόγου, ἡ τελεία ψυχή, ἡ ἐκκλησία ἡ νυμφοστοληθεῖσα αὐτῷ. καὶ ἀλλοιοῦται ὥστε καλὴ γενέσθαι, ἐκλεκτὴ ὡς σελήνη πλησίφως. καὶ μετὰ τοῦτο λέγει· "ὡς ἥλιος θάμβος". καὶ ἀπὸ τοῦ σεληνιακοῦ φωτὸς ἔρχεται ἐπὶ τὸ ἡλιακὸν πληρουμένης τῆς προφητείας ἐκείνης τῆς λεγούσης ὅτι· "ἔσται ἡ σελήνη ὡς ὁ ἥλιος". συντριβήσεταί τις οὖν τὴν καρδίαν, ὅταν πληρωθῇ συντετριμμένων λογισμῶν, φρονημάτων ἀλλοτρίων τῆς ὑγιαι νούσης ἀληθείας. τούτων τῶν συντριβῶν ὁ σωτὴρ ἰατρὸς γίνεται· "ὁ ἰώμενος" γὰρ "τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν", δεσμεύων τὰ τραύματα αὐτῶν. καὶ λαμβάνω ἐπὶ παραδείγματος· συντρίβεταί τις πολλάκις ἐν ἀγῶνι ἀγωνιζόμενος ὑπὸ τοῦ ἀντιπάλου καὶ τυγχάνει στεφάνου. μὴ τὰ συντρίμματα ταῦτα ψόγον αὐτῷ φέρει. ὅταν δὲ συντριβῇ ὑπὸ θηρίων ἢ λῃστῶν, αἰτιώμεθα αὐτόν–οὐ κατὰ τὴν ἱστορίαν λέγω· ἐνχωρεῖ γὰρ κατὰ ἄγνοιαν τοῦτο παθεῖν–, ὅτι· "3διὰ τί ἐγίνου ἔνθα τὰ θη̣ρ̣ία̣, ἢ δια`̣ τί ἐπλησίαζες τοῖς πνευματικοῖς τῆς πονηρίαις λῃσταῖς"3; "καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει". πνεῦμα ὧδε τὴν̣ γνώμην λέγει. ἰσοδυναμεῖ τοῦτο τῷ ἐν μακαρισμοῖς τοῦ εὐαγγελίου εἰρημένῳ· "μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι", οἱ πτωχοὶ τῇ γνώμῃ. οὗτοι δέ εἰσιν οἱ διὰ λόγον ὀρθὸν ἀτυφίαν κατορθοῦντες, οἱ ἀκούσαντες ὑπο`̣ τοῦ σωτῆρος λέγοντος· "μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ". ταὐτὸν δὲ γνώμη καὶ καρδία. 126 ὥσπερ οὖν ὁ σωτὴρ τῇ καρδίᾳ ταπεινός ἐστιν, οὕτω καὶ οἱ μανθάνοντες παρ' αὐτοῦ τοῦτο ταπεινοὶ γίνονται τῇ γνώμῃ. καὶ οὗτοί εἰσιν οἱ πτωχοὶ τῷ πνεύματι οἱ μὴ πλουτεῖν ἐν ἀλαζονείᾳ βουλόμενοι. 20 πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ῥύσεται αὐτούς. πολλάκις ἤδη ἡμῖν ἐλέχθη ὅτι ἐκ πασῶν αὐτῶν ῥύεται. "πολ λαί" εἰσιν "αἱ τῶν δικαίων θλίψεις"· εἶπον ὅτι διὰ βίου καὶ μέχρις ὑστέρας ἀναπνοῆς. 21 κύριος φυλάττει πάντα τὰ ὀστᾶ αὐτῶν. εἰ ῥύονται ἐκ πασῶν τῶν θλίψεων ὥστε μὴ ὑποπεσεῖν καὶ συντριβῆναι, πᾶσαι αἱ εὔτονοι αὐτῶν δυνάμεις ὀστᾶ καλούμεναι φυλάττονται ὑπὸ τοῦ θεοῦ. ἐλέχθη δὲ καὶ πρὸ τούτου ὅτι αἱ τῆς ψυχῆς δυνάμεις ὀστᾶ αὐτῆς καλοῦνται· διακρατητικὰ γάρ εἰσιν ὅλης τῆς ψυχῆς, τὰ ὀστᾶ τὰ αἰσθητὰ ὅλου τοῦ σώματος. ἀδύνατον ἦν στῆναι τὰς σάρκας ἢ τὰ ἄλλα· τὰ διακρατοῦντα τὰ μέλη τοῦ σώματος ὀστᾶ. καὶ αἱ εὔτον̣ο̣ι αἱ τῆς ψυχῆς δυνάμεις, οἷον ἡ μνημονικὴ 203 ἢ ἡ θεωρητικὴ ἢ αἰσθητικὴ τῶν καλῶν, ὅταν ἀκαμπεῖς ὦσιν καὶ τέλειαι φυλαττόμεναι, ὑπὸ τοῦ θεοῦ τοῦτ' ἔχουσιν, οὐχ ἱδίᾳ δυνάμει. ἐκ προαιρέσεως οὖν ἐπὶ τὸ θέλειν τοῦτο ἔρχονται, τελειοῦνται δὲ κατὰ τοῦτο συνεργήσαντος τοῦ θεοῦ. 21 ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. εἰ δίκαιοί εἰσιν καὶ ἐκέκραξαν πρὸς τὸν θεὸν καὶ ἐκ πασῶν τῶν θλίψεων ἐρύσθησαν, "ἓν" τῶν ὀστῶν αὐτῶν "οὐ συντριβήσεται", ἀντὶ τοῦ "μία δύναμις". καὶ ἵνα ἀπὸ τῶν αἰσθητικωτέρων ἄρξωμαι δυνάμεων· δύναμίς ἐστίν τις ὁρατική. ὅταν μὴ ὁρᾷ ἵνα ἐπιθυμήσῃ κάλλος γυναικῶν μηδὲ νικηθῇ ὑπὸ κάλλους ἐπιθυμίας, τὸ ὀστοῦν τοῦτο οὐ συνετρίβη ὑπὸ τοῦ κυρίου, ἀλλὰ φυλάττεται ὑπ' αὐ τοῦ ἀβλαβές. ὅταν βλέψας εἰς τὸν οὐρανὸν ἴδῃ τὸν ἥλιον καὶ τὴν σελη´̣ν̣ην καὶ μὴ προςκυνήσῃ καὶ λατρεύσῃ, ἀλλὰ ἐκ τῆς ὁρωμένης κτίσεως τὸν καταδείξαντα πάντα νοήσῃ καὶ ἐκ̣ μεγέθους τῶν κτισμάτων αὐτοῦ καὶ τῆς καλλονῆς ἀναλόγως θεωρῶν, ἔρρωται τοῦτο τὸ ὀστοῦν τὸ κατ̣ὰ τὴν ὄψιν. ὥστε αἰσθητικώτερον λαμβάνω, ὅταν μὴ παραδέχηταί τις ἀκοὴν ματαίαν, ἀλλὰ κρίνῃ ποίοις λόγοις πείθηται καὶ ποίοις μὴ καὶ ποίοις συνκαταθῆται καὶ ποίοις ἀνανεύῃ– "λόγοις σοφῶν παράβαλλε σὸν οὖς", καὶ "μὴ παραδέξῃ ἀκοὴν ματαίαν"–, οὗτος ἔχει

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.