Commentarii in Psalmos · §u30-rem-close

Unit 30 rem close

Rem CLOSEOUT: Unit 30 CLOSEOUT.

Greek

αἰσχυνθέντες γὰρ οὐκ ἐπιτρίβονται. οὐδένα οὖν ὁ ἅγιος πολεμεῖ. πολεμούμενος δὲ σπουδάζει οὐκ ἀντιδιαθεῖναι, ἀλλὰ μηδὲν παθεῖν καί, ἵν' οὕτω φράσω, βίαιον ὂν καὶ διὰ τὴν ἐνάργειαν, ὅτι ὅπλῳ μόνῳ χρᾶται, οὐχὶ καὶ ξίφει σκεπαστηρίῳ χρᾶται, οὐκ ἀμυντηρίῳ τῷ δυναμένῳ ἀντιτρῶσαι καὶ ἀντιδιαθεῖναι. "πολέμησον τοὺς πολεμοῦντάς με". ἔτι ἐν τῷ ἀδικεῖν αὐτὸν ὑπῆρχον καὶ ἐν τῷ πολεμεῖν. ἵν' οὖν μηκέτι ἀδικῶσιν μηδὲ πολεμῶσιν, σύμμαχον αἰτεῖ τὸν θεόν, οὐχ ἵνα ἀδι̣κ̣ήσῃ αὐτούς, οὐχ ἵνα πολεμήσῃ, ἀλλ' ἵνα ἀβλαβὴς διαμείνῃ ἀδικούμενος καὶ πολεμούμενος. καὶ ἡ φύσις τοῦ λογικοῦ ἐὰν μὴ διαστροφὴν πάθῃ, τοῦτο ἔχει ἴδιον. "πολέμησον" οὖν, κώλυσον αὐτοὺς ὀλέθ̣ρῳ̣ με περιβαλε̣ῖν. 2 ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. ὁ θυρεὸς τοῦ θεοῦ σβέννυσ̣ιν τὰ πεπυρωμένα τοῦ ἐχθροῦ βέλη, τοῦ πονηροῦ. ἐπιλαβοῦ οὖν τούτου τοῦ θυρεοῦ, περίθες μοι αὐτόν. οὐ τοῦτο λέγω ὅτι· "3σὺ φράξον σεαυτὸν τῷ θυρεῷ"3. οὕτω ἐπιλαβοῦ πρὸς τὸ χαρίσασθαί μοι 128 αὐτόν, πρὸς τὸ ἀσφαλίσασθαί με. ἐκ παραλλήλου δύναται τὸ ὅπλον καὶ ὁ θυρεὸς εἶναι. τάχα δὲ καὶ εἴδη ὅπλων σημαίνουσιν. δύναται εὔχεσθαι τὴν ἐνανθρώπησιν γενέσθαι· ὅταν γὰρ ἐπιλάβηται ἀνθρώπου τοῦ δυναμένου ἡμᾶς ἀσφαλίσασθαι καὶ ὑπερμαχῆσαι ἡμῶν, ἐπελάβετο ὅπλου καὶ θυρεοῦ καὶ ἀνέστη εἰς βοήθειαν ἡμῶν. ἀνέστη ἐκ τῶν κόλπων τοῦ πατρός, ἵνα κλίνας οὐρανὸν καταβῇ, ἵν' ὑπέρμαχος ἡμῶν ὀφθῇ· ἐλήλυθεν γὰρ οὐκ αὐτὸς πολεμῆσαι, ἀλλ' ὑπὲρ ἡμῶν πολεμῆσαι, καὶ ἐλήλυθεν οὐ παθεῖν ἁπλῶς, ἀλλ' ὑπὲρ ἡμῶν παθεῖν. καὶ ὅρα γε· "χάριτι θεοῦ ὑπὲρ παντὸς εγεύσασθαι θανάτου" ἐλήλυθεν. οἱ πάντες ὑπὸ θάνατον ἦμεν, ὅλον τὸ γένος ἡμῶν θνητὸν ἦν. τὸ δὲ θνητὸν ὑπόκειται θανάτῳ. τὸν ὑπὲρ τοσούτων οὖν παθόντα εἶπειν ὅτι "ἐγεύσατο θανάτου". καὶ ὅτι οὐχ ὅλην τὴν ἴλινγα τοῦ θανάτου ἐρόφησεν– δοκεῖ γὰρ 205 κατάλληλον εἶναι–, οὕτως ἐσαφηνίσθη μοι καὶ τὸ ἐν Ἰσαίᾳ· "τῷ μώλωπι αὐτοῦ πάντες ἡμεῖς ἰάθημεν". μώλωπα δὲ αὐτοῦ λέ γει τὸν σταυρόν. ὅσον ἐπὶ τῇ φύσει τοῦ σταυροῦ καὶ τῷ μεγέθει τῆς κακώσεως οὔκ ἐστιν μώλωψ. αὐτῷ δὲ μώλωψ ἐστίν, ὡς πρὸς αὐτὸν μώλωψ ἐστὶν οὐ βλάπτων τὸν ἔχοντα, ἀλλ' ὠφελοῦντα ἐκείνους ὑπὲρ ὧν ἔσχεν τὸν μώλωπα. οὕτω καὶ "χάριτι θεοῦ γεύεται θανάτου". ἀμέλει γοῦν γενόμενος ἐν θανάτῳ ἔλυσεν τὸν θάνατον. καὶ τὸ παθεῖν τὸν σωτῆρα πάλιν τὸ λῦσαί ἐστιν τὰ πάθη· γενόμενος γὰρ ἐν τοῖς πάθεσιν ἔλυσεν αὐτά, οὐκ ἐκρατήθη ὑπ' αὐτῶν. καὶ ὥσπερ γινόμενος κατάρα λύει τὴν κατάραν ὥστε εὐλογίαν παρασχεῖν ἀντ' αὐτῆς, καὶ λέγομεν αὐτὸν ὑπὸ ἀρὰν γεγονέναι, οὐχ ἵνα τι πάθῃ, ἀλλ' ἵνα λύσῃ τὴν ἀρὰν καὶ εὐλογίαν ἀντ' αὐτῆς ὀρέξῃ. οὐ "τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵν' ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα ἐν αὐτῷ"; ἡ ἁμαρτία γίνεται ποιοῦσα τοὺς ἔχοντας δικαιοσύνην αὐτὸ δικαιοσύνην. οὐ καθάπαξ λέγεται ἁμαρτία, ἀλλὰ ἁμαρτία ὑπὲρ τοῦ ποιῆσαι τοὺς πρότερον κρατουμένους ὑπὸ τῆς ἁμαρτίας δικαιοσύνην, οὐχ ἁπλῶς, ἀλλὰ θεοῦ δικαιοσύνην. ἐπίτασιν δὲ σημαίνει τῆς μετουσίας τῆς ποιότητος τὸ τοὺς μετεσχηκότας ὁμωνύμως καλεῖσθαι ᾗ ἔχουσιν ποιότητα. ἔχουσιν θεοῦ δικαιοσύνην ποιότητα. ἐνίκησεν τοσοῦτον καὶ ἐκράτησεν ὡς μὴ δικαίους αὐτούς, ἀλλὰ αὐτὸ δικαιοσύνη κληθῆναι. καὶ ἐν πολλοῖς τόποις τῆς γραφῆς τοιαῦτα εὑρήσεις. λέγει· "ὁ θεὸς ἀγάπη ἐστίν". ἴδε τὸ μέγεθος τῆς ἀγάπης· "ὁ θεὸς ἡ ἀγάπη ἐστίν". τοῖς δύο ὀνόμασιν ἡ αὐτὴ οὐσία δηλοῦται, η ὁ θεὸς καὶ ἡ ἀγάπη. εἶτα λέγει ὅτι ὁ πλησιάζων τῷ θεῷ καὶ ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως αὐτὸν ἀγαπῶν, ἀγάπη γίνεται· τὰ γὰρ λεγόμενα περὶ τῆς ἀγάπης ἑξῆς· "ἡ ἀγάπη οὐ φυσιοῦται, οὐ περπερεύεται, οὐκ ἀσχημονεῖ, οὐ λογίζεται τὸ κακόν, πάντα στέγει, πάντα πιστεύει, πάντα ὑπομένει", περὶ τῆς ἀρετῆς λεγόμενα ταῦτα οὐκ ἀλλότριά εἰσιν; οὐ γὰρ λέγω ὅτι ἡ ἀρετὴ ὑπομένει ἢ στέγει ἢ πιστεύει. τὸν ἔχοντα τὴν ἀγάπην ὁμωνύμως ἀγάπην ὠνόμασεν. οὕτω καὶ οἱ τὴν δικαιοσύνην σχόντες ἐκ τῆς γενομένης ὑπὲρ ἡμῶν ἁμαρτίας δικαιοσύνη θεοῦ γίνονται, οὐκέτι δίκαιοι θεοῦ ἁπλῶς ἀλλὰ δικαιοσύνη θεοῦ. ἐπίτασιν δὲ σημαίνει τῆς τελειώσεως, τῆς προκοπῆς. ἐπερ · πολλὰ τῶν εὐκτικῶν κατὰ τὴν γραφὴν προστακτικῷ χαρακτῆρι προφέρονται; –τάχα δὲ καὶ παρὰ τοῖς ἄλλοις· καὶ ἵνα μὴ μακρὰν ἀπέλθωμεν· "ἁγιασθήτω τὸ ὄνομά σου", ὅ ἐστιν· "ἁγιασθείη τὸ ὄνομά σου". "ἐλθάτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου"· "γενηθείη τὸ θέλημά σου". "ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια"–ἀντὶ τοῦ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.