Unit 30 rem mid
Rem mid: Unit 30; lemma continues; reading with the letter.
Greek
καὶ τὸ ὀστοῦν, τὴν ἀκοήν, τὴν αἴσθησιν τῶν ἀκοῶν ἀσύντριβον, ὑγιαίνουσαν. 22 θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. τῶν μὲν δικαίων τὰ ὀστᾶ ὑπὸ κυρίου φυλάττεται καὶ ἓν ἐξ αὐτῶν οὐ συντρίβεται, τῶν δὲ ἁμαρτωλῶν ὁ θάνατος πονηρός ἐστιν. ἐλέχθη δὲ ἡμῖν ἤδη, ὅτι διχῶς λέγεται πονηρός. εἰ δὲ ἕπεται ὁ κατασπῶν ἀπὸ τῆς μακαρίας ζωῆς θάνατος τῇ ἁμαρτίᾳ, κατὰ τό· "ἡ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον", πονηρός ἐστιν οὗτος ὁ θάνατος. πάλιν ἐπεὶ κολάσει παραδίδονται ἀπαλλαγέντες τοῦ βίου, τεθνήκασιν πάλιν ἵνα κολασθῶσιν. λέγεται γοῦν· "τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ"· πῶς γὰρ οἷόν τε εἶναι τοῦτον πονηρὸν ἢ πονηρὸν τὸν θάνατον σὺν τῷ θανάτῳ Χριστοῦ φυτευόμενον; "εἰ γὰρ σύνφυτοι", φησίν, "γεγόνα μεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως". καί· "εἰ συναπεθάναμεν, καὶ συνζήσομεν". "καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν". ὁ ἁμαρτωλὸς ἐὰν ἐπίτασιν ἁμαρτίας λάβῃ, τὸν δίκαιον μισεῖ. μισῶν δὲ τὸν δίκαιον τὴν ἀρετὴν μισεῖ. οἱ ἁμαρτωλοὶ γοῦν μισοῦσιν τὸν δίκαιον οὐχ ᾗ ἄνθρωπός ἐστιν–τοὺς γοῦν ἁμαρτωλοὺς οὐ μισοῦσιν–, ἀλλ' ᾗ δίκαιός ἐστιν. ὁ δὲ μισῶν ἰατρὸν ᾗ ἰατρός, τὴν ἰατρικὴν μισεῖ. διὰ τοῦτο πλημμελήσουσ̣ιν, κολασθήσονται. 23 λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ. λοιπὸν λέγει· εἰ καὶ τῶν ἁμαρτωλῶν ἅπτ̣εται πονηρὸς θάνατος καὶ τῶν μισούντων τὸν δίκαιον γενήσεται πλημμέλεια, ἀλλὰ τὰς τῶν δούλων αὐτοῦ ἀγαθὰς ψυχὰς λυτροῦται. λυτροῦται τὰς ψυχὰς ἀπὸ τῶν προλαβόντων κρατησάντων ἀνιαρῶν. ἑκατέρως π̣άλιν λαμβάνεις· καὶ ἀπὸ κολάσεως λυτροῦται καὶ ἐξ ἁμαρτίας λυτροῦται· εἰ γὰρ ἐξ ἁμαρτίας λυτροῦται, ἕπεται τὸ ἀπὸ 127 κολάσεως λυτρωθῆναι. 23 καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν. οἱ ἐλπίζοντες ἐπὶ τὸν θεὸν πάντες οὐ πλημμελήσουσιν ὡς οἱ ὡς πλημμελοῦσιν οἱ μισοῦντες τὸν δίκαιον· εἰ γὰρ ἐπὶ τῶν μισούντων τὸν δίκαιον ἡ πλημμέλεια τιμωρίαν καὶ κόλασιν σημαίνει, τὸ μὴ πλημμελῆσαι ἐπὶ τῶν ἐλπιζόντων ἐ πὶ κύριον τὸ μὴ κολασθῆναι, μὴ τιμωρηθῆναι, μὴ ὑποπεσεῖν τοῖς πόνον ποιοῦσιν. 1 Τῷ ∆αυίδ. δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. οὐδεὶς δικαστὴν ἀπαιτεῖ τὸν θεὸν αὐτοῦ γενέσθαι ἔχων λογισμοὺς ὡς ἀδικοῦντος. μὴ ἀδικοῦντος, ἀλλὰ ἀδικουμένου ἐστὶν ἡ φωνὴ ἑλομένου μᾶλλον ἀδικεῖσθ̣αι ἢ ἀδικεῖν. καὶ οὐ καθάπαξ τις προκρίνει τὸ ἀδικεῖσθαι, ἀλλὰ προκειμένου τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι, ἐὰν μὴ ἀμφότερα δυνηθῇ ὑπαρχθῆ204 ναι–οὐδὲ γὰρ δύναται–, αἱρεῖται μᾶλλον ἀδικηθῆναι ἢ ἀδικῆσαι· ὁ μὲν γὰρ ἀδικῶν τιμωρίαν ὑφίσταται, καὶ ἄδικοι βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται. οὐκ ἔστιν δὲ κατὰ τὸν ἀδικούμενον τούτων πειραθῆναι· ἑκουσίως γὰρ ἀδικεῖται. δῶμεν δὲ ὅτι καὶ μὴ δυνάμενος ἐπαμῦναι ἑαυτῷ, ὅμως οὐ καταπονεῖ ἑαυτὸν ὅτι οὐ δύναται ἐκδικῆσαι, ἀλλὰ οὔτε τὸ προσπεσὸν σκοπήσας ὅτι μᾶλλον ὁ ἀδικούμενος συνγνωστός ἐστιν καὶ πολλοὺς ἔχει τοὺς ἐλεῶντας. ὁ δὲ ἄδικος κἂν μηδεὶς αὐτὸν κολάζῃ, κολαστέος ἐστίν. καὶ αὐτὸ ὅλως τοῦτο τὸ σκέπειν τὴν ἀδικίαν καὶ θε´̣λ̣ειν ἀπολογεῖσθαι ὡς οὐκ ἀδικῶν τιμωρία αὐτοῦ ἐστιν. ἡ συνείδησις αὐτοῦ καταδικάζει αὐτόν. παρρησία δὲ πολλή ἐστιν τοῦ τὸν ψαλμὸν λέγοντος· "δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με". οὐκ ἐγὼ αὐτοὺς πολεμῶ. καὶ "μετὰ τῶν μισούντων τὴν εἰρήνην εἰρηνικός" εἰμι. πείθομαι τῷ ἁγίῳ πνεύματι λέγοντι· "ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε "3ἀδελφοὶ ἡμῶν"3 τοῖς μισοῦσιν ὑμᾶς, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ, αὐτοὶ δὲ αἰσχυνθήσονται". "ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε τοῖς μισοῦσιν ὑμᾶς "3ἀδελφοὶ ἡμῶν"3", ἵνα πραγματικῶς εἴπωμεν καὶ μὴ φωνῇ· οἱ γὰρ μόνῃ φωνῇ λέγοντες Κύριον Ἰησοῦν ἀκούουσιν· "τί με λέγετε· κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω"; ὁ δὲ "ἐν πνεύματι ἁγίῳ" λέγων Κύριον Ἰησοῦν, μετουσίᾳ τοῦ ἁγίου πνεύματος, διὰ τῶν ὧν πράττει καὶ νοεῖ, κατὰ τὸ πνεῦμα βοᾷ Κύριον Ἰησοῦν. "εἴπατε" οὖν ""3ἀδελφοὶ"3 τοῖς μισοῦσιν ὑμᾶς". ἐκεῖνοι μισείτωσαν, ἀλλ' ὑμεῖς ἐκείνους ἀδελφοὺς λέγετε πραγματικῶς, οὐ προφορᾷ μόνῃ, ἀλλὰ τὰ ὀφείλοντα εἰς ἀδελφοὺς πράττεσθαι ἐνεργεῖτε εἰς αὐτούς· οὕτω γὰρ τὸ ὄνομα τοῦ κυρίου δοξάζεται· γιγνώσκεται γάρ, ὅτι διὰ τὸν θεὸν ταῦτ' ἐνεργεῖ τις· ὅσον γὰρ ἧκεν εἰς τὸ μισεῖσθαι, οὐκ εἴρηκεν τοὺς μισοῦντας τοὺς ἀδελφούς. "καὶ αὐτοὶ αἰσχυνθήσονται"·
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.