Commentarii in Psalmos · §u31-rem-close

Unit 31 rem close

Rem CLOSEOUT: Unit 31 CLOSEOUT.

Greek

"φθείρουσιν", φησίν, "ἤθη χρηστὰ ὁμιλίαι κακαί". ἡ φθορὰ αὕτη–μὴ γὰρ σωματική ἐστιν τῶν μελῶν–φθείρει τὰ ἤθη. ἡ φθορὰ δὲ τῶν ἠθικῶν κακία ἐστὶν ἠθική. "ὁμιλίαι κακαὶ" ἀπατηλαὶ ὁμιλίαι. καὶ ἵνα εἰκόνι συνχρήσωμαι τῇ ἐν ταῖς Παροιμίαις εἰσαγομένῃ πόρνῃ ἤτοι ψευδοδοξίᾳ ἢ ἀκολασίᾳ· ἡ πόρνη γυνὴ ἔφθειρεν τὰ χρηστὰ ἤθη τοῦ νεανίου ἐκείνου· σοφιστικὰ γάρ τινα αὐτῷ προσηγίοχεν· "θυσία μοι εἰρηνική ἐστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου" –ὅπου θέλεις, τὸ "3σήμερον"3 στίξον–· "ἕνεκεν τούτου ἐξῆλθον εἰς ὑπάντησίν σοι". ψεύδεται δέ. οὐχ ἵνα τὰς εὐχὰς ἀποδῷ, ἐξῆλθεν, ἀλλὰ "ποθοῦσα". 209 "ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν". πολλὰ σφάλματα καὶ ψευδῆ νοήματα ἀνακύπτει τοῖς τὰς ὁμωνυμίας διαστέλλειν μὴ δυναμένοις. τὸ τῆς διαφθορᾶς ὄνομα καὶ τῆς φθορᾶς πολλὰ κατὰ τὴν γραφὴν σημαίνει· "εἴ τις", φησίν, "τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός". ἐν τῇ αὐτῇ ταύτῃ λέξει δύο σημαινόμενα φθορᾶς κεῖται· "εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει" διὰ ἁμαρτίας, τὸ σῶμα λέγει· "τὰ σώματα" γὰρ "ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματος οὗ ἔχετε ἀπὸ θεοῦ". πᾶσα οὖν ἡ κακία φθορά ἐστιν. καὶ τὸ εἶδος δὲ τῆς κακίας κυριώτερον λέγεται φθορά, ἡ λύσις τῆς παρθενίας. οὕτω γοῦν ἐφθάρθαι τὴν παρθένον λέγομεν καὶ ἐφθάρθαι τὸν παῖδα τὸν ἄρτι ἀφροδισίων γευσάμενον. ὅμως κἂν τὸ γένο̣ς τῆς κακίας φθορὰ λέγηται, κἂν τὸ εἶδος, ἑνὶ σημαινομένῳ ὑπάγονται· φθείρει γὰρ καὶ κατασπᾷ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα̣ ἡ τοιαύτη φθορά. ἐν τῷ προφήτῃ λέγεται· "ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ". ἀκαθαρσία δὲ ψυχῆς κακία ἐστίν. εἴρηται γοῦν ἐν Παροιμίαις περὶ φαύλου τινὸς ὅτι· "συντρίβεται διὰ ἀκαθαρσίαν ψυχῆς". καὶ ἐν τοῖς θρήνοις Ἰηρεμίου λέγεται· "ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς", ἀντὶ τοῦ· ἡ πορεία αὐτῆς ἀκαθαρσία ἐστίν· ἐπιβαίνει γὰρ αὐτῇ ἀπαγορευομένῃ τῇ ὁδῷ τοῦ θανάτου, τῇ ὁδῷ τῇ πονηρᾷ. "ἕνεκεν" οὖν "ἀκαθαρσίας διεφθάρητε φθορᾷ". ἀκαθαρσία δὲ ψυχῆς ἡ κακία ἐστίν, ὡς εἴρηται, κατὰ τὸν διττὸν τρόπον τῆς εἰρημένης φθορᾶς καὶ κατὰ τὸ γένος καὶ κατὰ τὸ εἶδος τῆς κακίας, τουτέστιν καὶ κατὰ ἀκολασίαν καὶ κατὰ ἄλλα εἴδη τῆς κακίας. "ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ" δυνατὸν δὲ καὶ τοῦτο ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ τὸ ἕτερον σημαινόμενον τῆς φθορᾶς λαβεῖν· "εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός". φθείρει δὲ ὁ θεὸς δοκιμάζων. καὶ ὥσπερ τὸ τῆς ἀπωλείας ὄνομα κατὰ ψυχῆς λαμβανόμενον διττῶς λέγεται· λέγομεν γὰρ τὸν ἁμαρτάνοντα ἀπώλειαν λέγεσθαι καὶ τὸν κολαζόμενον ἀπώλειαν· "φοβήθητε" οὖν "τὸν δυνάμενον ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ". ἡ ἀπώλεια ὧδε κόλασίς ἐστιν, ἥτις καὶ δ̣ιαφθορὰ λέγεται. δύναται οὖν τό· "ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ"· διὰ τοῦτο κολάσει ὑποπεπτώκατε ὅτι ἠγαπήσατε εἶναι ἀκάθαρτοι, ὅτι ἐσπεύσατε τὴν ψυχῆς ἀκαθαρσίαν ἔχειν. αὕτη δὲ ἡ ἀκαθαρσία ἐναντία ἐστὶν τῇ καθαρότητι, ἥτις ἐπιγινομένη τῇ καρδίᾳ θεοῦ φέρει παρουσίαν καὶ φαντασίαν· "μακάριοι" γὰρ "οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται". περὶ ταύτης λέγεται· "καθαρίσατε χεῖρας, ἁμαρτωλοί"–τότε δὲ καθαραὶ γίνονται, ὅταν "τὸ δίκαιον δικαίως" διώκητε–, ἀλλὰ καὶ "τὰς καρδίας ἁγνίσατε", καὶ τὴν ὀρθὴν φρόνησιν τοῖς θεωρήμασιν τῆς 133 ἀληθείας. "δωρεὰν" οὖν "ἔκρυψάν μοι", διαφθεῖραί με θέλοντες, εἰς κακίαν καταβιβάσαι, ἢ καὶ ἐπιβουλεῦσαι καὶ εἰς κάκωσιν ἀγαγεῖν. ἑκάτ̣ερα δὲ μάτην ποιοῦσιν –τὸ γὰρ "3δωρεὰν"3 ὧδε τὸ "3μάτην"3 σημαίνει–, ἤτοι ὅτι ἐμοῦ αἰτίαν μὴ παρεσχηκότος–ὁ π̣ρο̣τεθειμένος οὖν ἀδικεῖσθαι καὶ κακοπαθεῖν μᾶλλον ἢ τὰ ἐναντία πράττειν ἐρεῖ ὅτι· "3οἱ περιβάλλοντές μ̣ε διαφθορᾷ ματαίως τοῦτο ποιοῦσιν θεοῦ συνλήμπτορος γινομένου"3, ἢ ὅτι· "3δωρεὰν ποιοῦσιν ἐμοῦ αἰτίαν μὴ παρεσχηκότος"3. οἷον εἰ ἦν ἀναιρεθεῖσα ἡ Σωσάννα ὑπὸ τῶν πρεσβυτέρων συκοφαντηθεῖσα, εἶπεν ἂν ὅτι· "3δωρεὰν ἐβεβούλευσάν μοι ἐμοῦ τὴν αἰτίαν μὴ ἐνδούσης"3. ταῦτα καὶ ὁ Ἰωσὴφ ε̣ἶπεν ἄν, εἴποιεν ἂν καὶ οἱ Χριστοῦ μαθηταὶ διωκόμενοι, ἀναιρούμενοι, ὀνειδιζόμενοι ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ· ἐὰν γάρ τις τῶν Χριστιανῶν ἐπιβουλεύηται μὴ ἄλλου χάριν ἢ ὅτι Χριςτιανός ἐστιν, οἱ ἐπιβουλεύοντες δωρεὰν αὐτῷ ἐπιβουλεύουσιν· ἐνίοτε γάρ τινες κατὰ Χριστιανῶν γίνονται καὶ βλάψαι αὐτοὺς θέλοντες αἰτίαν εὑρίσκουσιν ἐξ αὐτῶν. 7 μάτην ὠνείδισαν τὴν ψυχήν μου. οὐδὲ γὰρ ἐγὼ ὀνειδισμοῦ τι αἴτιον ἐποίησα. ἐλέχθη δὲ καὶ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.