Commentarii in Psalmos Unit 32 opening
Unit 32.
Lemma-led open — μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη
Greek
καθ' ἕτερον σημαινόμενον τὸ δωρεὰν ἐμοῦ αἰτίαν μὴ παρεσχηκότος τὸ παθεῖν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ μὴ δι' ἄλλο τι. καὶ 210 πάλιν· "μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη". "μὴ κτήσῃ", ἐπεὶ ἐφ' ἡμῖν ἐστιν τὸ κτήσασθαι. ἐὰν δὲ μὴ κτησαμένων ἡμῶν περιβάλωσιν ἡμᾶς τινες ὀνειδισμοῖς, "μάτην ὀνειδίζουσιν τὴν ψυχὴν" ἡμῶν. οὐκ ἐρεῖς τὴν Ἰεζάβελ καὶ τοὺς συνπνεύσαντας αὐτῇ μάτην ὠνειδικέναι τὸν Ναβουθαί, δωρεὰν κεκρυφέναι αὐτῷ διαφθορὰν παγίδος αὐτῶν; ἐπερ · τὸ "παγίδος αὐτῶν"; –αὐτῶν λέγει παγίδας οὐκ ἐν αἷς παγιδεύονται, ἀλλ' ἐν αἷς παγιδεύειν θέλουσιν. ἡ σκευασθεῖσα δραματοποιία κατὰ τῆς Σωσάννης ὑπὸ τῶν πρεσβυτέρων παγὶς ἦν αὐτῶν οὐχ ᾗ πα̣γ̣ιδεύονται αὐτοί, ἀλλ' ᾗ ἤθελον ἐκείνην παγιδεῦσαι καὶ τιμωρίᾳ ὑποβαλεῖν καὶ αἰσχύνῃ. 8 ἐλθάτω αὐτοῖς παγίς, ἣν οὐ γιγνώσκουσιν. τοῦτ̣ο λέγει· οἱ ἰσχύοντες κατά τινων μηχανὰς συντιθέναι καὶ ἐπιβουλεύοντες αὐτοῖς μάτην οὐδέποτε πρὸ ὀφθαλμῶν τίθενται, ὅτι δύνανται ἁλῶναι οἷς αὐτοὶ ἐσκεύασαν· οἷον "ὁ ὀρύσσων βόθρον" τῷ πλησίον "εἰς αὐτὸν ἐνπεσεῖται". οὐ πάνυ τι λογίζονται, ὅτι αὐτοὶ εἰς τὸν βόθρον καταπίπτουσιν, ἐπεὶ οὐκ ὤρυττον αὐτόν. οὐκ ἐγίγνωςκον οὖν ὅτι ἐπ' αὐτοὺς ἤρχετο ἡ παγίς, ἣν ἄλλῳ εὐτρέπιζον ἵνα περιβάλωσιν αὐτὸν καὶ ἀγρεύσωσιν. "ἣν οὐ γιγνώσκουσιν" οὖν, ἣν οὐκ εἶχον πρὸ ὀφθαλμῶν, ἐπεὶ οὐδὲ ἐσκεύαζον αὐτήν. 8 καὶ ἡ θήρα, ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς. ἵνα λάθωσιν ἄλλους καὶ ἀπροοράτως ἐκείνους θηρεύσωσιν. "συνλαβέτω αὐτούς". "ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν". 8 καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. ἐν ταύτῃ ᾗ ἐσκεύασαν ἄλλοις, πεσοῦνται. ἐπὶ πτώματι ἄλλων αὐτοὶ κατέπεσαν ἐν τοῖς τοιούτοις μηχανήμασιν οἷς ποιοῦσίν τινες, καὶ ἔρχονται κατ' αὐτῶν. ἐν πλοκῇ τινι τῆς προνοίας γίνεται. μεγάλην πλοκὴν ἔχει ὁ περὶ τῆς προνοίας λόγος, εἰ καὶ ἀγνοεῖται ὑπὸ πολλῶν, ἵνα μὴ εἴπω, ὑπὸ πάντων. 9 ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ. λέγει Μωυσῆς· "ποιήσατε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίον αὐτοῦ". τούτων γεγενημένων ἀγαλλιάσεται γνοῦσα ὅτι οὐδὲν πέπονθεν. ἐπερ · ἐπιχαίρων αὐτοῖς; –οὔ, ἀλλὰ θαυμάζων τὴν πρόνοιαν καὶ ἀγαλλιώμενος ὅτι οὐκ ἐπαγιδεύθη. οἷον ἠγαλλιάσατο ἡ ψυχὴ τῆς Σωσάννης οὐχ ὅτι κατεδικάσθησαν οἱ πρεσβύτεροι, ἀλλ' ὅτι αὐτὴ ἀπελύθη τοῦ ἐνκλήματος. κατὰ συμβεβηκὸς δὲ ἐκεῖνο γέγονεν. καὶ εὐχόμενοι γοῦν οἱ ἅγιοι ὅτε εἰσὶν ἐν θλίψει, αὐτὸ τοῦτο μόνον εὔχονται· "3μὴ ἁλῶμεν ὑπὸ τῆς θλίψεως"3, οὐ μὴν κατὰ τῶν περιβαλόντων τῇ θλίψει· ὡς̣ ἀγώνισμα γὰρ δέχονται, οὐχ ὡς κόλασιν. ὁ δὲ ὡς ἀγώνισμα δεχόμενος οὐχ οὕτως ἐστὶν κατὰ τῶν ἀντιπάλων, ὥστε μηκέτι αὐτοὺς ὑπάρχειν. "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν"· μὴ γὰρ εἴρηκεν ὅτι· 134 "3πάταξον τοὺς πειράζοντας ἡμᾶς"3. ἠρωτώμην ποτέ, πῶς τῶν ἁγίων ὁ γάμος ἐγίνετο ἄνευ ἡδονῆς –οὐχ ὅτι "ὁ τίμιος ὁ γάμος καὶ ἡ ἀμίαντος ἡ κοίτη"; –, καὶ ἔλεγον ὅτι οἱ ἅγιοι τότε μόνον συνίασιν ταῖς γαμεταῖς, ὅταν και ρὸς ᾖν συνλήμψεως. μετὰ σύνλημψιν οὐχ ἅπτονται. ἔλεγον οὖν ὅτι ἡ πρόθεσις α̣ὐτῶν οὐκ ἦν ἡδονη`̣ ἣν θηρεῦσαι ἠβούλοντο, ἀλλὰ διακονῆσαι τῇ παιδοποιίᾳ. ἀναγκαίως δὲ συνήρτηται καὶ ἡ ἡδον̣ή, οὐ μ̣έντοι αὐτῆς ἕνεκα συνέρχονται. καὶ ἐπὶ τροφῆς δὲ τὸ αὐτὸ συμβαίνει· ἐστὶν τρεφόμενος οὐκ ἄλλου χάριν ἢ τὴν ὄρ̣εξιν ἀποπληρῶσαι, τοῦ χορτασθῆναι χάριν. ἐὰν δὲ παρέπηται καὶ ἡδέα εἶναι τὰ ἐσθιόμενα, οὐ διὰ τοῦτο αὐτὰ αἱρεῖται ὅτι ἡδέα. καὶ μάλιστα ἐπὶ τῶν ἰατρικῶν βοη̣θημάτων τοῦτο συμβαίνει· πολλάκις ἡδύ ἐστιν τὸ βοήθημα, ἀλλ' οὐ διὰ τὴν ἡδονὴν προσήνεγκεν αὐτά. ἀμέλει γοῦν καὶ ἐὰν ἀηδὲς ᾖ, προσάγει αὐτό, ἐπεὶ ὑγιείας καὶ τοῦ συμφέροντος χάριν αὐτὸ ποιεῖ. κἄν ποτε οὖν οἱ ἐπιτιθέμε̣νοι κατὰ δικαίου τὰ αὐτὰ πάθωσιν, χαίρει ὅτι οὐχ ἑάλωκεν αὐτοῖς. λοιπὸν ἑπέσθω τὸ εἰ καὶ ὅ τι πεπόνθασιν. θαυμάζω δὲ εἰ κατὰ ἅγιον τέλειόν ἐστιν
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.