Commentarii in Psalmos · §u33-rem-early

Unit 33 rem early

Rem early: Unit 33; lemma and argument toward the thesis.

Greek

Ναβουθαὶν ἐπεβουλεύθη καὶ ἐμαστίχθη ὡς θεὸν εὐλογήσας, ὡς ὁ διάβολος εἶπεν ἀντὶ τοῦ βλασφημήσας, καὶ οὐκ ἔγνω· μὴ γὰρ ἐξωμόσατο τὴν θεοσέβειαν. ἐπερ · οὐ λέγεται καταχρηστικῶς· "ἀπὸ μαστίγων γλώσσης σε κρύψει"; τί ἐστιν ἡ "3μάστιξ τῆς γλώττης"3; –μὴ αἰσθητικῶς αὐτὸ λαμβάνεις. λόγος ψευδής ἐστιν, συκοφαντία. οὕτω καὶ αἱ πονηραὶ δυνάμεις ἐπεὶ καθάπτονται μᾶλλον τῶν μαςτίγων τοῦ ἡγεμονικοῦ τοῦ ἀφυλάκτως πρὸς αὐτὰς ἐσχηκότος, "3μάστιγες"3 λέγονται. καὶ ὅτι τοιοῦτο αὗται αἱ μάστιγες, "3συνήχθησαν"3. τὸ δὲ συναχθῆναι κατά τινος λογικοῦ ἐστιν. 15 διεσχίσθησαν καὶ οὐ κατηνύγησαν. ἡ ἐπὶ κακοῖς ὁμοφροσύνη φαῦλον μέγα ἐστίν, βλαβερόν 219 ἐστιν. συνεφώνησαν οὖν ποτε οἱ ἐλθόντες ἀπὸ ἀνατολῶν καὶ ἐλθόντες εἰς τὸ πεδίον Σενναά, ὅπου καὶ Ναβουχοδονοσσὸρ ἤγειρεν τὴν εἰκόνα αὐτοῦ. καὶ ὅρα ὅτι φαῦλόν ἐστιν τοῦτο. ἑρμηνεύεται δὲ "3ὀδόντων ἐκτιναγμός"3. πολλάκις δὲ οἱ ὀδόντες ἀντὶ λόγων λαμβάνονται· "ὀδόντας" γοῦν "ἁμαρτωλῶν συνέτριψεν", καὶ οὐ δήπου λέγομεν ὅτι ταύτας τὰς αἰσθητὰς μύλας· οὐδὲ γὰρ τοῦτό ποτε ἱστορήθη. καί· "τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος". οὐ περὶ τῶν αἰσθητῶν τῶν τετραπόδων καὶ ἀγρίων λέγει θηρῶν ταῦτα λέγει, ἀλλὰ ἀνθρώπων τοιούτων. ἡ ἐπὶ κακοῖς οὖν ὁμοφροσύνη φαυλότατόν ἐστιν. ὁ δὲ τούτων σκορπισμὸς καὶ ἡ διαίρεσις ἀγαθόν τί ἐστιν. ἐὰν αἰσθηθῶσιν ἐκεῖνοι ὅτι διὰ κακίαν ἰδίαν ἐξ 139 ὁμοφρονούντων καὶ φειδῷ θεοῦ ἐσκορπίσθησαν –οἷον συνεφρόνησάν ποτε Σαδδουκαῖοι καὶ Φαρισαῖοι κατὰ Παύλου, ὅτε καὶ εἰς τὴν παρεμβολὴν αὐτὸν ἤγαγον, καὶ δέδωκεν αὐτοῖς αὐτὸν ὁ χιλίαρχος ἵνα δῆθεν διαγνῶσίν τι περὶ αὐτοῦ. σπουδὴν δὲ εἶχαν λαβόντες αὐτὸν ἀναιρῆσαι. αὐτοὶ δὲ τοῦτο ἠξιώκεισαν ἐνεχθῆναι αὐτὸν καὶ στῆναι ἐπὶ τῶν ἀναβαθμῶν. "γνοὺς ὅτι τὸ ἕτερον μέρος Σαδδουκαίων ἐστίν, τὸ δὲ ἕτερον Φαρισαίων", εἶπέν τι τὸ διαλύον καὶ διασχίζον τὴν ὁμοφροσύνην αὐτῶν· εἶπεν γὰρ ὅτι· "περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον", καὶ ἐσχίσθησαν ὡς τοὺς μὲν λέγειν· "3οὐδὲν ἄτοπον λέγει"3, τὸ δὲ ἐπικεῖσθαι. εἰ ἦσαν κατανυγέντες ἐκ τῆς διασχίσεως ταύτης, οὐκέτι ἐπεβούλευον τῷ Παύλῳ. οὐ κατηνύγησαν οὖν, οὐκ ἔγνωσαν τὸ αἴτιον τῆς διαιρέσεως. καὶ ὁ ∆αυὶδ γοῦν εὔχεταί που καὶ λέγει· "καὶ καταδίελε τὰς γλώσσας αὐτῶν"· τότε γὰρ καταδιαιροῦνται αἱ γλῶσσαι αὐτῶν, ἐὰν ἄρξωνται μαχόμενα λέγειν. τοῦτο γοῦν καὶ τοῖς κατὰ Σωσάννης πρεσβυτέροις ὑπῆρκται· διῃρέθησαν αἱ γλῶσσαι αὐτῶν, ἄλλα εἶπεν ὁ πρῶτος καὶ ἄλλα ὁ δεύτερος. εἰ ἦσαν κατανυγέντες, ἐπαύοντο τῆς κατηγορίας καὶ οὐχ ὑπέμενον ἃ ὑπέστησαν. "διεσχίσθησαν" οὖν "καὶ οὐ κατηνύγησαν". ὁ διασχίσας αὐτοὺς ἐπὶ τῷ κατανυγῆναι αὐτοὺς καὶ μετανοῆσαι τοῦτο πεποίηκεν. αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸ αἴτιον τῆς διασχίσεως καὶ τῆς διαιρέσεως αὐτῶν. ἐπερ · τὸ "οὐ κατενύγησαν"; –οὐ μετενόησαν. κατανυγῆναί ἐστιν τὸ ἀθετῆσαι πρότερον ἑαυτοῦ λογισμὸν καὶ διάθεσιν πρώτην. ἀμέλει γοῦν ὅτε ἐν συναισθήσει γέγονεν τῶν παρελθόντων ὁ Ἀχαάμ, λέγει ὁ θεὸς τῷ Ἠλίᾳ· "εἶδες πῶς κατενύγη ὁ Ἀχαάμ"; κλαίων γὰρ ἐπέστρεψεν. καὶ ταύτην τὴν μεταβολὴν αὐτοῦ κατάνυξιν αὐτοῦ εἴρηκεν. ὁ δὲ ἅγιος ἐὰν λέγῃ· "ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ", "3οὐ μὴ μεταμεληθῶ"3. ἐπὶ δὲ τῶν ἄλλων συμβαίνει κατανυγῆναι τῶν μὴ ὀρθῶς γινομένων. 16 ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν. δέον αὐτοὺς κατανυγέντας ἀποβαλεῖν τὴν κατ' ἐμοῦ ὀργήν, ἀλλὰ καὶ ἐπ̣έβαλ̣ον, ἐπέθεντο, ἐπείρασάν με, ἐξεμυκτήρισάν με. πλὴν εἰ καὶ ἐπείρασάν με, οὐχ εὗρόν με οἷον ἐβούλοντο, οὐκ εἰσῆλθον εἰς πειρασμόν, εἰς τὰς πάγας τοῦ πειρασμοῦ αὐτῶν οὐκ ἐλήμφθην· τούτῳ γὰρ ἑρμηνεύεται καὶ τό· "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειραςμόν". "ἐξεμυκτήρισάν με", εὐτέλισάν με. καὶ πάλιν ἀνδρείως ἐγὼ στὰς τὸν μυκτηρισμὸν αὐτῶν τὸ οὐδὲν ἔδειξα. 16 ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν. βρύχει τις τοὺς ὀδόντας ὁτὲ μὲν κατ' ἄλλου, ὁτὲ δὲ καθ' ἑαυτοῦ, ὅταν μεταμεληθῇ περιπεσὼν ἀνιαροῖς ἐξ ὧν ἔπραξεν· "ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων"· ἐπεὶ γὰρ γνόντες ὅτι παρὰ τὰς ἑαυτῶν ἀσεβείας καὶ ἁμαρτίας κολάζονται, ἐν μεταμελείᾳ γινόμενοι κλαίουσιν καὶ βρύχουσιν τοὺς ὀδόντας. ἄλλος δὲ βρύχει· διὸ "ἔβρυξεν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτοῦ", περὶ τοῦ διαβόλου λέγεται, καὶ περὶ τῶν φαύλων ὧδε· "ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν". ἀποτυχόντες τοῦ σπουδαζομένου ἔβρυξαν ὡς μάτην κακοποιήσαντες ἢ πείρᾳ περιπεσόντες τῶν προς ἃ ἐβουλήθησαν ποιῆσαι, παθόντες ἃ δια θεῖναι ἠθέλησαν ἄλλον. ἐπερ · τοὺς λόγους οὖν δεῖ λαβεῖν τοὺς ὀδόντας; –ἐὰν μεταμέλειαν

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.