Commentarii in Psalmos · §u33-open

Commentarii in Psalmos Unit 33 opening

Unit 33.

Lemma-led open — πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ

Greek

προέκειτο τό· "πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ". δύνανται μάστιγες ἐνταῦθα καὶ πονηραὶ δυνάμεις λέγεσθαι. "συνήχθησαν, καὶ οὐκ ἔγνων"· ὁμοιότροπον δέ ἐστιν τοῦτο τὸ λεχθὲν τῷ· "ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον". ἠ´̣ν̣γγιζεν ὁ πονηρός· τόπον αὐτῷ οὐ παρεῖχον πεισθεὶς τῇ γνώμῃ τῇ ἀποστολικῇ τῇ λεγούσῃ· "μὴ δίδοτε τόπον τῷ διαβόλῳ". οὐ πεπείραμαι αὐτοῦ. εἷς τῶν ἀρχαίων φιλοσόφων λέγεται ὅτι ἐμαστίζετο, ἵνα 218 κατείπῃ τῆς πόλεως ἑαυτοῦ, ἵνα κατηγορήσῃ τῶν συνπολιτῶν. εὐλαβούμενος μὴ κἂν ἄκων ἐκλαλήσῃ τι, ἔδακεν τὴν γλῶσσαν ἑαυτοῦ καὶ ἔτεμεν καὶ ἔριψεν τῷ βιαζομένῳ. ἐκεῖνος οὐκ ἠδύνατο εἰπεῖν "οὐκ ἔγνων"· μικροῦ δεῖν γὰρ ἔγνω, εἰ μὴ ἄλλοθεν τὴν ἀσφάλειαν ἐπορίσατο. ὁ δὲ ἅγιος οὐχί. ὁ Ἰσαίας πρίονι ξυλίνῳ ἐπρίσθη. καὶ ὅρα γε τὸ κακόηθες τοῦ Μανασὴ τοῦ ἀποστάτου, τοῦ εἰδωλολατρήσαντος. καὶ ἐπεὶ τὸ εἴδωλον κατέπεσεν ὃ ἔστησεν αὐτὸς τοῦ Ἰσαία βλέψαντος εἰς αὐτὸ καὶ ἄλλα τινά, προεστήσατο κατηγόρους καὶ δύο ἐνκλήματα αὐτῷ προσηγίοχαν· ἓν μὲν τοῦτο, ὅτι· "3Μωυσέως λέγοντος ὅτι "οὐδεὶς εἶδεν τὸ πρόσωπόν μου καὶ ζήσεται", οὗτος λέγει ὅτι "εἶδεν τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου""3. εἰ δὲ ἀκριβῶς ἐπέστανον, ἐγίγνωσκον τὴν συκοφαντίαν αὐτοῦ. οὐκ εἶπεν ὅλως οὐδὲ εἶδεν αὐτοῦ τὸ πρόσωπον. συνκεκαλυμμένον αὐτὸ 138 εἶδεν, ἵνα ὡς πρὸς τὴν λέξιν δείξωμεν αὐτοὺς συκοφάντας. τοῦτο οὖν τὸ ἔνκλημα προσηγίοχαν αὐτῷ καὶ δεύτερον ὅτι· "3τοὺς ἄρχοντας τοῦ διορατικοῦ γένους, τοῦ ἱερατεύματος τοῦ ἁγίου, τοῦ βασιλικοῦ λαοῦ, εἶπεν "Σοδόμων ἄρχοντας", καὶ τὸν λαὸν ὃν ἠγάπα ὁ θεός, ὃν ἐτίμα ὁ θεός, "λαὸν Γομόρρων" εἶπεν"3. διὰ ταῦτα τὰ δύο ἐνκλήματα ἐσυκοφάντησαν αὐτὸν καίτοι πρότερον εἰδότες ὅτι οὐχ οὕτως ἐλέγοντο παρ' αὐτοῦ, ἀλλ' ὅτε κατέπεσεν τὸ εἴδωλον, ἵνα μὴ φανῶσιν ὡς ἐκδικοῦντες τὸ μὴ φανὲν θεόν, ἀλλὰ αὐτῷ προσῆψαν ἔνκλημά τι. εἴποιεν ἂν καὶ ὁ Ἰσαίας· "συνήχθησαν κατ' ἐμοῦ μάστιγες, καὶ οὐκ ἔγνων". καὶ τὴν κακοήθειαν τοῦ Μανασὴ σκόπει· ἵνα ἐπὶ πολλὴν ὥραν μείνῃ βασανιζόμενος, ξυλίνῳ πρίονι αὐτὸν ἔπρισεν, ἵνα ξεόμεναι αἱ σάρκες ὑπὸ τῶν μυλῶν ἐκείνων πλείονα ἀλγηδόνα καὶ πολυχρονιωτέραν κατασκευάσωσιν. ἐπερ · ὅτι προσάγουσιν κολάσεις ὡς κακούργῳ, καὶ κατὰ τοῦτο μάστιγές εἰσιν; –ἀλλ' ἐγὼ οὐκ ἔγνων αὐτὰς μάστιγας· ἠγωνισάμην γὰρ καὶ ἐστέφθην δι' αὐτῶν. τότε δὲ ἐπειρώμην αὐτῶν, εἰ τοιοῦτος ἤμην, οἷον ἐδόκουν ἐκεῖνοι κολάζειν. καθ' ὑπόθεσιν· ἠρέμα δέ πως καὶ ἐμάστιξαν τὴν Σωσάννην οἱ κατ' αὐτῆς διαβολὴν ἐργασάμενοι· εἰς τοσοῦτον γὰρ δέος ἦν ἐκπεσοῦσα ὡς εἰπεῖν· "στενά μοι πάντοθεν". εἰ ὡς κατὰ μοιχευθείσης προσέφερον τὰ κακουργήματα, μάστιγες ἦσαν. οὐκ ἔγνω δὲ αὐτά· οὐδὲ γὰρ ἦν ἀκόλαστος. ἡ ἀρετὴ οὖν ἔστω τοῖς ἁγίοις ἰχθυόκολλον. προσφερέσθω πῦρ οἷον αἱ πυρώσεις τῆς αἰσχροπαθείας. οὐκ ἔγνω ὅτι πύρωσίς ἐστιν ἡ παροῦσα, τουτέστιν οὐκ ἐπειράθη, ἀλλὰ τὸ μὲν ἰχθυόκολλον σωματικὸν ὂν ἀναλίσκεται ὑπὸ τοῦ πυρός, καὶ τότε καθάπτεται τὸ πῦρ ἐκείνου τοῦ χρισθέντος καὶ μὴ βλαβέντος πρότερον. τῷ δὲ τὴν ἀρετὴν πυράμονον εἶναι τὸ ὡσανεὶ ἰχθυόκολλον ἀεὶ μένει καὶ οὐδέποτε τὸ πῦρ ἰσχύει κατὰ τοῦ ἔχοντος τὴν ἀρετήν. ἐπερ · "τὸν ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ καὶ μάστιξ οὐκ ἐνγιεῖ τῷ σκηνώματι αὐτοῦ"; –εὕρομεν πολλοὺς μαστιχθέντας καὶ τεθνηκότας ἐν τῷ μαστίζεσθαι. ἐὰν οὖν λέγωμεν ὅτι ὁ ταῖς αἰσθηταῖς μάστιξιν μαστιζόμενος οὐκ αἴσθεται τὰς ἀλγηδ̣όνας αὐτῶν, οὔκ ἐστιν ἀγώνισμα. οὐ μέγα τοῦτο καὶ πᾶς τις ἠδύνατο τοῦτο ὑποστῆναι. ἀλλ' οὐκ ἔγνωσαν, καὶ τοῦτο βιαζομένων τῶν μαστίγων εἰς τὸ πειραθῆναι αὐτῶν καὶ ἀβούλητόν τι ποιῆσαι. ἰδοὺ φανερὰ γέγονεν τὰ παραδείγματα τῆς Σωσάννης, ληφθήτω καὶ τὸ τοῦ Ἰωσήφ· ὡς κατὰ ἀκολάστου μάςτιγες προσηνέχθησαν, καὶ οὐκ ἔγνω οὐδέτερος οὐδέν. ὁ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.