Unit 34 rem mid
Rem mid: Unit 34; lemma continues; reading with the letter.
Greek
ἀπολέσθαι ἐστίν, τὸ μηκέτι ὑφεστάναι. ταράττεται τῷ ὀνόματι τῆς ἀπωλείας καὶ τῆς ταραχῆς. οὐ δεῖ δὲ ταράττεσθαι. ὁ Παῦλος οὖν οὐκ ἐταράχθη ἐπὶ τοῖς τοιούτοις· "ἐκ μέρους", φησίν, "γιγνώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ἐὰν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται". τὸ καταργηθῆναι δὲ τοῦ ἀπολέσθαι ἔνφασιν χείρονα παρέχει. οὕτως ἡ μεῖς πολλάκις εἰρήκαμεν καταργεῖσθαι τὸ ἐκ μέρους οὐ καθάπαξ, ἀλλὰ τὸ ἐκ μέρους εἶναι, καὶ ἐλάβομεν τοιαύτην εἰκόνα τὸ περὶ τοῦ ἀρραβῶνος. ἐπερ · πῶς δίδομεν, ὡς δίκαιος ἢ ὡς ἁμαρτωλός; –οὐ τοῦτο οὖν μόνον θέλεις μαθεῖν· συνήρτηται γὰρ αὐτῷ πολλά. εἰ ἐμνημόνευες ὧν ἤκουσας, οὐκ ἀεὶ περὶ ταῦτα ἐταράττου. εἶπον ὅτι· ἔστω βασιλεὺς ἄρχων τῆς οἰκουμένης, περὶ οὗ πάντες πεπληροφόρηνται ὅτι δίκαιός ἐστιν καὶ ὃ ἐὰν ποιῇ ὡς δίκαιος ποιεῖ. "εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον". ἐὰν τηρήσω αὐτὴν οὕτως ἐνεργοῦσαν εἰς ἃ ἐτέθη ὑπὸ τοῦ δημιουργοῦ, μονογενής ἐστιν. ἐὰν δὲ ἄλλοτε ἄλλως ἐνεργῇ καὶ δουλεύω τισίν, οὔκ ἐστιν μονογενὴς αὕτη τοῦ ἔχοντος, ἀλλ' ὁτὲ μὲν αὐτοῦ ἐστιν, ὁτὲ δὲ ἔξω αὐτοῦ γινομένη. καὶ ἵνα ἐπὶ εὐαγγελικοῦ λάβω· ὁ ἀποδημήσας τῆς πατρῴας οἰκίας νεώτερος ἔξω ἑαυτοῦ ἐγεγόνει· ἡ ψυχὴ αὐτοῦ οὐκέτι αὐτοῦ ἦν. ἀμέλει γοῦν ὅτε μετενόησεν, λέγει· "εἰς ἑαυτὸν δὲ ἐλθών". ἑαυτοῦ λοιπὸν γέγονεν· ἡ ψυχὴ αὐτοῦ λοιπὸν αὐτοῦ γέγονεν. ὅμοιόν ἐστιν τοῦτο τῷ "3γνῶθι σεαυτόν". ὁ γιγνώσκων ἑαυτὸν εἰς ἑαυτόν ἐστιν. 18 ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. τότε μεγάλη καὶ πολλὴ ἐκκλησία λέγεται, ὅταν ἐκ̣ τω῀̣ν καθέκαστα μεγάλων συνπληρωθῇ· οὐ γὰρ ἐὰν ἐκ μικρῶν ἀνθρώπων καὶ χυδαίων, μεγάλη καὶ πολλη`̣ ἐκκλησία αὕτη λέγεται. "λαλεῖ σοφίαν ἐν τοῖς τελείοις" ὁ ἀπόστολος. οὗτοι εἰς ταὐτὸν γινόμενοι καὶ "τῷ αὐτῷ νοὶ καὶ τῇ αὐτῇ γνώμῃ καταρτιζόμενοι" πολλὴ καὶ μεγάλη ἐκκλησία εἰσίν. καὶ ὥσπερ λέγω σοφὴν ἐκκλησίαν, ὅταν οἱ καθέκαστα συνπληροῦντες αὐτὴν σοφοὶ ὦσιν, καὶ λέγω πόλιν εὐσταθῆ καὶ ἐπιστήμονα, ὅταν οἱ καθέκαστα πολῖται εὐσταθεῖς καὶ ἐπιστήμονες ὦσιν, οὕτω πολλὴν καὶ μεγάλην ἐκκλησίαν λέγω τῶν συνπληρούντων αὐτὴν ἐχόντων μέγεθος, μέγεθος δὲ τὸ ψυχῆς, τὸ νοῦ, οὐ τὸ σώματος. πάλιν "λαὸν βαρὺν" λέγει τὸν ἐπίτιμον· εἰώθασιν γὰρ τὰ ἐπίτιμα καὶ τὰ τιμαλφέστατα λέγειν "3βαρεῖα"3. τοῦτο καὶ ἡ γραφὴ μαρτυρεῖ· ὁπηνίκα γὰρ ἡ βασιλὶς τῆς Σαβὰ ἦλθεν πρὸς τὸν Σολομῶνα, λέγει ὅτι "ἐν δυνάμει βαρείᾳ". καὶ λέγει τὴν "βαρεῖαν δύναμιν" τὴν κτῆσιν αὐτήν, ἣν κομίσασα ἦν̣. ἐνηνόχει λίθους τιμίους πολλούς, ἡδύσματα πολλά, χρυσόν, ἄργυρον καὶ ἄλλα συνπληρωτικὰ πλούτ̣ου. καὶ ἐλέχθη ἐκείνη ἡ δύναμις τοῦ πλούτου "3βαρεῖα"3 ἀντὶ τοῦ "3τιμία"3, "3πολύτιμος"3. λέγει οὖν ὅτι, ὅταν ἕκαστος τῶν συνπληρούντων τὸν λαόν, ὡς ἐπὶ τῆς ἐκκλησίας εἶπον, τιμαλφέστατος ᾖν, τίμιος ᾖν–"δόξα" γὰρ "καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ κατεργαζομένῳ τὸ ἀγαθόν"–, εἰ τὸ κατεργαζο´̣με̣ν̣ον τὸ ἀγαθὸν δόξαν ἔχει καὶ τιμήν, ἐπίτιμός ἐστιν λαός. ἀμέλει γοῦν περὶ αὐτοῦ εἴρηται, ὡς ἦν "βασίλειον ἱεράτε̣υ̣μα, ἔθνος ἅγιον". τὸ "ἔθνος ἅγιον" ἐκ τῶν καθέκαστα ἁγί ων συνπληροῦται, τὸ "βασίλειον ἱεράτευμα" ἐκ πολλῶν θεραπευτῶν θεοῦ σύνκειται. "ἐν λαῷ" οὖν "βαρεῖ αἰνέσω σε". παρασκευάζει καὶ αὐτόν, ὥστε καὶ αὐτὸν δύνασθαι 145 ὕμνον ἀναπέμπειν. τότε δὲ τοῦτο 227 πρᾶξαι δύναται, ὅταν εὐθὴς κατὰ τὴν ψυχὴν καὶ τὸν νοῦν γένηται· "τοῖς" γὰρ "εὐθέσιν πρέπει αἴνεσις". 19 μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως. μεγάλη παρρησία τοῦ ταῦτα λέγοντος. ἀδίκως ἐχθραίνουσίν μοι. ἐμοῦ οὐ παρέχοντος πρόφασιν οὐδὲ αἰτίαν τοῦ ἐχθρικῶς ἐπικεῖσθαί μοι αὐτῷ, τοῦτο πράττουσιν. ἐπεὶ τοίνυν ἐχθροὶ ὄντες χαίρουσιν, ὅταν κακοῖς περιπέσω, μὴ περιπέσοιμι κακοῖς, ὥστε ἐκείνους ἐπιχαίρειν μοι, ἐφιστάναι μοι· ὁ γὰρ βουλόμενός τινα εἰς ἀκολασίαν ἀγαγεῖν τότε ἐπιχαίρει αὐτῷ, ἐπιχαίρει κακὸς ὤν, ὅταν περιπέσῃ οἷς ἐσπούδασεν αὐτὸν περιβαλεῖν. μὴ τοῦτο οὖν ὑπάρξῃ μοι, ὥστε ἐπιχαρῆναι τοὺς ἐκθραίνοντάς μοι ἀδίκως. 19 οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. τὸ "3ἀδίκως"3 καὶ τὸ "3δωρεὰν ταὐτόν ἐστιν, τὸ "3ἄνευ αἰτίας"3 "καὶ διανεύοντες̣" κατ' ἐμοῦ "ὀφθαλμοῖς"· οὐ μόνον λόγοις λέγουσιν κατ' ἐμοῦ, ἀλλὰ καὶ διανεύουσιν ὀφθαλμοῖς. καὶ ἐπεὶ πολλάκις, ὅταν οἱ ἑτερόδοξοι ὑπὲρ τῶν ἡμᾶς κακούντων, πρὸς οὓς διανεύουσιν τοῖς ὀφθαλμοῖς, τοῖς νουσὶν ἑαυτῶν, συμφωνοῦσιν εἰς τὸ κακόν, ὁμοφρονοῦσιν εἰς τὴν ἀ σέβειαν 20 ὅτι ἐμοὶ μὲν εἰρηνικὰ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.