Commentarii in Psalmos · §u34-rem-close

Unit 34 rem close

Rem CLOSEOUT: Unit 34 CLOSEOUT.

Greek

ἐλάλουν καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο. ἓν εἶδος τῆς ἀσεβείας τοῦτο· εἰρηνικὰ λαλοῦντες οὐκ εἰρηνικὰ ἔπραττον. τοῦτο δὲ ἀδικῆσαί ἐστιν. εἰρηνικὰ λαλεῖ ἐν τοῖς φίλοις, ἐν τοῖς ἑταίροις ὡς φιλάλληλος, δόλους δὲ διαλογίζεται ἐπ' ὀργῇ. πᾶς δόλον εἰς τὸν πλησίον ἔχων ὀργιζόμενος αὐτῷ τοῦτο ποιεῖ. καὶ λέγω· ἡ ὀργὴ ὄρεξίς ἐστιν τιμωρίας. πάντως δὲ ὁ δόλῳ τινὶ προσερχόμενος βλάψαι ἐκεῖνον θέλει, ὥστε ὁ δόλιος καὶ ὀργίλος ἐστίν. τῷ δὲ δοκεῖν οὔκ ἐστιν πολλάκις ὀργίλος φαινόμενος εἰρηνικὰ λαλῶν. τοῦτο γοῦν καὶ ἐν Ἰηρεμίᾳ λέγεται περί τινος· "τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν". "ἐμοὶ" οὖν, φησίν, "εἰρηνικὰ ἐλάλουν". οὐκ "εἰρηνικὰ" ἁπλῶς "ἐλάλουν", ἀλλ' "ἐμοί"· ἐμὲ ἀπατῆσαι θέλοντες εἰρηνικὰ ἐλάλουν· οὐ γὰρ ὁ ἀληθῶς εἰρηνικὸς ἄνθρωπος λαλεῖ τινι εἰρηνικὰ ἄλλην ἔχων διάνοιαν κατ' ἐκείνου. αὐτίκα γοῦν ὁ σωτὴρ λέγει πρὸς ἑτέροις "τοὺς εἰρηνοποιοὺς μακαρίους" εἶναι, "ὅτι υἱοὶ θεοῦ εἰσιν". υἱῶν θεοῦ ἐστιν τὸ εἰρηνικοὶ εἶναι. εἰρηνοποιοὺς δὲ εἶπεν τοὺς ποιοῦντας εἰρήνην. ὅταν εἰς συμφωνίαν καὶ φιλίαν ἄγωσιν τοὺς διεστηκότας τῇ προαιρέσει, εἰρηνοποιοί εἰσιν. καὶ ἐφ' ἑαυτῶν δὲ εἰρηνοποιοί εἰσιν. πρότερον δὲ εἰρήνην ἐν ἑαυτοῖς ποιήσαντες, ὥστε μηδὲ λογισμοὺς μαχομένους ἔχειν ἑαυτοῖς ἢ ἔργα· τότε εἰρήνην ἐποίησαν ἐν ἑαυτοῖς. ταύτην δὲ τὴν εἰρήνην καὶ εἰς ἑτέρους μεταφέρουσιν· οἷοι γὰρ ὑπάρχουσιν αὐτοί, καὶ τοὺς διδασκομένους θέλουσιν εἶναι. εἰρηνεύειν διδάσκουσιν τὴν ψυχὴν πρὸς τὸ σῶμα καὶ τὸ σῶμα πρὸς τὴν ψυχήν· ὅταν γὰρ ἡ ψυχὴ "ὑπωπιάζῃ τὸ σῶμα καὶ δουλαγωγῇ", καὶ ἄρχῃ μὲν ἡ ψυχή, ἄρχηται δὲ τὸ σῶμα, εἰρήνη ἐστὶν σώματος καὶ ψυχῆς. ὥσπερ οὖν ἐν ἑαυτοῖς κατεσκεύασαν εἰρήνην, οὕτω καὶ ἐν τοῖς ἄλλοις τοῖς στεργομένοις καὶ ἀγαπῶσιν ἢ καὶ μαχομένοις τοῦτο πράττουσιν. διὰ τοῦτο καὶ ἐν τῇ ∆ιδαχῇ τῇ βίβλῳ τῆς κατηχήσεως λέγεται· "εἰρηνεύσεις μαχομένους". ὁ δὲ ἄλλους μαχομένους εἰς εἰρήνην καὶ συναλλαγὰς φέρων ἑαυτὸν πρότερον εἰρήνευσεν, οὐκ ἔχει μάχην ἐν ἑαυτῷ, οὐκ ἔχει λογισμοὺς μαχομένους. 21 καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν. τὸν λόγον ἑαυτῶν ἐπλάτυναν ἐπ' ἐμὲ εἰρηνικὰ λαλοῦντες. ὁ νοῦς δὲ αὐτῶν ἐστενεύετο ὑπὸ τοῦ δόλου εἰς ταὐτὸν συναγόμενος οὐκ ἐπαινετῶς, ἀλλ' ὥστε μὴ ἔχειν τὰς οἰκείας ἀρετάς. δύναται καὶ τοῦτο· "ἐπλάτυναν ἐπ' ἐμὲ" ὡς εἰρηνικὰ λαλοῦντες καὶ ἐπ' ὀργῇ δόλους διαλογιζόμενοι ἔδοξάν με ἀπατᾶν. τότε λοιπὸν ἤρξαντο πλατὺ καχάζειν καὶ πλατύνειν ἐπ' ἐμὲ τὸν λόγον αὐτῶν. ἔχεις ἐν ἱστορίαις σύμβολα τοιαῦτα· ἡ ∆αλιλὰ ἡ εἰςαγομένη ἐν τῇ βίβλῳ τῶν Κριτῶν πόρνη δόλοις ἐβουλεύετο ἐπ228 αγαγέσθαι τὸν Σαμψών, ἵνα δῷ τοῖς ἀλλοφύλοις τοῖς φονεῦσαι αὐτὸν ἐθέλουσιν. καὶ ἔλεγεν ὅτι· "ἐν τίνι ἀσθενήσει σου ἡ ἰσχὺς ἢ τίνι ὡς εἷς τῶν 146 ἀνθρώπων ἀσθενὴς γενήσῃ"; ἔλεγεν αὐτῇ οὐ τὸ ἀληθές. εἶτα ἐκείνη νομίσασα ὅτι ἠλήθευεν, ἐδέσμει αὐτὸν καὶ τὰ ἄλλα ἐποίει καὶ ὥσπερ ἐπικερτομοῦσα ἔλεγεν· "ἀλλόφυλοι ἐπὶ σέ, Σαμψώ". ἴδε, ἐπλάτυνεν ἐπ' αὐτὸν τὸ στόμα. πάλαι μὲν παρεκάλει, ἐστωμυλεύετο. ὅτε δὲ ἔδοξεν εἰληφέναι αὐτὸν ἐντὸς ἀρκύων, ἐπικερτομοῦσα ἔλεγεν· "ἀλλόφυλοι ἐπὶ σέ, Σανψώ". καὶ ὅρα, ὅτι ἡ πάλαι εἰρηνικὰ λαλοῦσα καὶ ἐπὶ ὀργῇ δόλους λογιζομένη ὅτε ἔδοξεν ἐνκρατὴς γενέσθαι, ἐπλάτυνεν τὸ στόμα μεγαλορημονοῦσα λοιπόν. 21 εἶπαν Εὖγε εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν. εἰώθασιν οἱ δοκο̣ῦντες ἐσχηκέναι ὑποχείριον ὃν ἐβούλοντο, οὕτω λαλεῖν· "3εὖγε εὖγε, ὃ ἐβουλόμεθα, ου εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν· οὐκέτι σ̣ε τοιοῦτον ὁρῶμεν, οἷος ὑπελάμβανες εἶναι, ἀλλ' ὡς ἡμεῖς ἠθέλαμεν. εὑρήκαμέν σε εὐάλωτον"3. 22 εἶδες, κύριε, μὴ παρασιωπήσῃς. τὸ "3μὴ παρασιωπήσῃς"3 τὸ "3μηκέτι μακροθυμήσῃς"3· ἐκ πολλῶν γὰρ λέξεων τοῦτο ἐδείξαμεν· "ἐσιώπησα ἀπ' αἰῶνος, μὴ καὶ ἀεὶ σιωπήσομαι"; ἐμακροθύμησα, οὐκ ἐπεξῆλθον τοῖς κακοῖς πραττομένοις. μὴ καὶ ἀεὶ τοῦτ' ἔσται. ἀγαθότης πάλιν γνωρίζεται τοῦ ἀπειλοῦντος τῷ ἤδη κολαστέῳ, ἵνα διὰ τῆς ἀπειλῆς διεγείρῃ καὶ εἰς μετάνοιαν αὐτὸν ἀγάγῃ. καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει· "τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τοὺς λόγους μου διὰ χειλέων σου; σὺ δὲ ἐμίσησας παιδείαν". εἶτα ἐπὶ τέλει· "ταῦτα ἐποίησας, καὶ ἐσίγησα"–οὐκ ἐπεξῆλθον– "ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος"· ἀλλ' οὐκ ἀεὶ ἡ μακροθυμία μένει· "ἐλέγξω" γάρ "σε καὶ παραστήσω κατὰ πρόσωπον" τὰς ἁμαρτίας σου. καὶ αἱ ἀπειλαὶ οὖν τοῦ θεοῦ κατὰ ἀγαθότητα πολλὴν γίνονται.

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.