Commentarii in Psalmos · §u35-rem-mid

Unit 35 rem mid

Rem mid: Unit 35; lemma continues; reading with the letter.

Greek

ἔπαινος. ῥηθείη ἂν ὁ ὀρθῶς γινόμενος αἶνος τοῦ θεοῦ καὶ ἔπαινος αὐτοῦ. δύναται δὲ "3ἔπαινος τοῦ θεοῦ"3, ὃν αὐτὸς δίδωσιν· αὐτὸς γὰρ ἐπαινεῖ τοὺς ἀξίους τούτου. λέγει· "καὶ τότε ὁ ἔπαινος ἑκάστῳ γενήσεται ἀπὸ τοῦ θεοῦ". 230 1–2 εἰς τὸ τέλος· τῷ δούλῳ κυρίου τῷ ∆αυίδ. φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ. περὶ τέλους πολλάκις ἐλέχθη, ὅτι ἐκεῖνο τέλος ἐστίν, οὗ τὰ ἄλλα πάντα χάριν γίνεται, αὐτὸ δὲ οὐδενὸς ἕνεκα, ὃ καλεῖται ἔσχατον ὀρεκτόν. ὀρεγόμεθά τινων ἄλλου ἕνεκα. οὐδὲν ἐκείνων τέλος ἐστίν, ποιητικὰ δὲ τοῦ τέλους. τέλος δέ ἐστιν, ὃ οὐκ ἄλλου χάριν γίνεται, ἀλλ' αὐτοῦ πάντα τὰ ἄλλα. βούλεταί τις γραμματικὴν μαθεῖν· ἐκμανθάνει, μελετᾷ, ἀκούει διδασκάλου, καὶ οὐδὲν τούτων τέλος ἐστίν. αὐτὴ δὲ ἡ ἀνάλημψις τῆς ἐπιστήμης τῆς τελείας τὸ τέλος ἐστίν. ἐστὶν οὖν ἔσχατον ὀρεκτὸν ἡ τελεία ἀρετή, μεθ' ἣν οὐκ ἔστιν ἕτερόν τι τελεστικὸν ζητῆσαι. νόμοις χρώμεθα τῆς ἀρετῆς ἕνεκα· ἡ τῶν νόμων δόσις οὔκ ἐστιν τέλος. παραινέσεσιν πειθόμεθα, διδασκαλίαις τοῦ ἠθικὴν παίδευσιν προσάγοντος· πάντα δὲ ταῦτα ἄλλου χάριν γίνεται. αὐτὴ δὲ ἡ τελεία ἀρετὴ ἡ ἀνυπέρβλητος ἡ μετὰ πᾶσαν προκοπὴν συνισταμένην τέλος ἐστίν. τοῦτο τὸ τέλος μεταδιώκει πᾶς ὁ τοῦ θεοῦ δοῦλος. δ̣ιὰ τοῦτο· "τῷ δούλῳ κυρίου τῷ ∆αυίδ". ἐὰν λέγῃ "τῷ δούλῳ", οὐ μόνου τούτου τοῦ ∆αυὶδ τοῦ υἱοῦ τοῦ Ἰεσσαὶ τὸ τέλος ἐστὶν τοῦτο, ἀλλὰ παντὸς τοῦ δουλεύσαντος θεῷ. ἐὰν γοῦν ἐπαινῶμέν τινα ἐπὶ γραμματικῇ καὶ λέγωμεν, ὅτι ἱκανός ἐστιν καὶ γράψαι ὡς δεῖ καὶ ἀναγνῶναι ὡς προσῆκεν καὶ ἐξηγήσασθαι ὡς ἔχει ἁρμονίας, οὐ περὶ ἐκείνου μόνου λέγομεν, ἀλλὰ περὶ παντὸς γραμματικοῦ. 231 ὅμως δὲ τὴν δουλείαν αὐτοῦ θεασώμεθα, ἵν' οὕτω καὶ τοὺς ἄλλους τοὺς ὁμοδούλους ἴδωμεν. 149 "εὗρον", φησίν, "∆αυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου". θελήματα τοῦ θεοῦ αἱ κατ' εἶδός εἰσιν ἀρεταί. ἡ δὲ γενικὴ ἓν θέλημα λέγεται· λέγει γὰρ ὅτι· "οὐ πᾶς ὁ λέγων με κύριε κύριε, εἰσελεύσεται, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου". ὧδε τὴν γενικὴν ἀρετὴν ἑνικῶς θέλημα ὠνόμασεν. ποιεῖ δὲ τὰς κατ' εἶδος ἀρετὰς κατὰ πάντα τὰ θελήματα τοῦ θεοῦ ποιῶν, εἴ τις ποιητής ἐστιν τῶν θεοῦ θελημάτων, εἴ τις τὰς ἐντολὰς αὐτοῦ εἰς ἔργα μεταβάλλει, εἴ τις τὰ φρονητέα ἀποβάλλει, εἰ ἡ ἀλήθεια τοῦ θεοῦ δέδεικται. οὗτός ἐστιν δοῦλος θεοῦ. καὶ ὅρα γε, βασιλεὺς ἦν ὁ ταῦτα λέγων καὶ προέκρινεν τὴν θεοῦ δουλείαν τῆς βασιλείας· μεγάλη γὰρ εὐγένειά ἐστιν τὸ εἶναι θεοῦ δοῦλον. αὐτίκα γοῦν πολλάκις εἴρηται, ὅτι τάττουσιν ἑαυτοὺς ἐν ταῖς προγραφαῖς οὕτως οἱ ἅγιοι· "̓Ιάκωβος κυρίου τοῦ θεοῦ Ἰησοῦ Χριστοῦ δοῦλος", καί· "Παῦλος δοῦλος Χριστοῦ", καὶ Ἰωνᾶς ἐρωτώμενος· "ἐκ ποίας χώρας καὶ ποίου λαου῀̣", εἶτα λέγει· "ἐγὼ δοῦλος θεοῦ εἰμι". καὶ ὥσπερ οἱ διὰ ἀξίωμα προταττόμενοι τῶν συνταγμάτων ἑαυτῶν τὴν ἀξίαν καὶ τὸ ἀξίωμα, οὗτοι οἱ ἅγιοι ὥσπερ μεγίστην εὐγένειαν καὶ ὑπερβάλλουσαν εὔκλειαν καὶ ἀξίωμα μέγα τὴν θεοῦ δουλείαν ὁμολογοῦσιν. ὁ θεοῦ δοῦλος εἰδὼς τὸ τοῦ θεοῦ θέλημα οἶδεν καὶ τὰ ἐναντιούμενα τῷ θελήματι τοῦ θεοῦ. ἐναντιοῦται δὲ τῷ θελήματι τοῦ θεοῦ ἀσέβεια, παρανομία, πᾶν εἶδος κακίας. ἐγνωκὼς οὖν ὁ δοῦλος τοῦ κυρίου τὸ τέλος, τὴν ἐπὶ πᾶσιν ἀρετήν, ἔγνω καὶ τὴν παρανομίαν· τῶν γὰρ ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη. ὁ ἰατρικὴν ἔχων οὐ μόνον τὰ ὑγιεινὰ οἶδεν τῶν βοηθημάτων, ἀλλὰ καὶ τὰ βλαπτικά, ἵνα τοῖς μὲν χρᾶται, τὰ δὲ ἀποστρέφηται. λέγει οὖν ὁ δοῦλος τοῦ κυρίου ὁ εἰς τὸ τέλος ἀναφερόμενος τὴν ᾠδήν. "φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ". ἀμφίβολός ἐστιν ἡ λέξις. σημαίνει ἓν οὕτως· "ὁ παράνομος ἐν ἑαυτῷ φησιν τοῦ ἁμαρτάνειν". "ἐν ἑαυτῷ φησιν τοῦ ἁμαρτάνειν". πρῶτον δὲ συνκατατίθεται τῇ παρανομίᾳ καὶ τῇ ἁμαρτίᾳ καὶ οὕτως ἐπὶ τὸ πράττειν αὐτὴν ἔρχεται. ἀδύνατόν ἐστιν μὴ προδιατεθέντα κατὰ ἁμαρτίαν ἁμαρτῆσαι. "φησὶν" οὖν "ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ". "ἐν ἑαυτῷ φησιν". οὕτω γὰρ αὐτὸ ἀναγνωστέον, ὡς "ἐν ἑαυτῷ φησιν ὁ παράνομος τοῦ ἁμαρτάνειν". δυνατὸν δὲ καὶ τὸ ἕτερον τῆς ἀμφιβολίας οὕτω λαβεῖν· "ὁ παράνομος ἐν ἑαυτῷ λέγει τοῦ ἁμαρτάνειν"· οἶδεν γὰρ ὅτι οὐκ ἔχει παρρησίαν ἐπὶ τῷ ἁμαρτάνειν. πᾶς ἁμαρτάνων ὅτε παρακολουθεῖ, κρύπτει τὸ κακόν· οὐδεὶς γοῦν φανεροῖ ἑαυτὸν ὅστις ἐστίν. κἂν πόρνος ᾖν καὶ θέλῃ συνσταθῆναί τισιν, οὐ θέλει ἵνα ὁ συνιστῶν αὐτὸν εἴπῃ αὐτο`̣ν πόρνον. ἔτι οὖν πλέον κατακρίνονται, ὅτι ὃ πράττουσιν, κρύπτειν θέλουσιν. οὐδεὶς

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.