Commentarii in Psalmos · §u35-rem-early

Unit 35 rem early

Rem early: Unit 35; lemma and argument toward the thesis.

Greek

ἀλλὰ κατέναντι τοῦ ἡλίου. οὕτως εἴρηται καὶ τὸ ἐν τῷ Ἰὼβ τό· "ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ". τοῦτο οὖν τὸ "κατὰ τὴν δικαιοσύνην σου" οὐ καθάπαξ λέ γει· οὐ κατὰ τὴν σὴν δικαιοσύνην τὴν ἀνυπέρβλητον, ἀλλὰ κατὰ τὴν σὴν δικαιοσύνην, ἐν ᾗ κρίνεις τὰ ἀνθρώπινα. μὴ κατὰ τὴν ἐκείνων ἔχθραν κρίνῃς με, ἀλλὰ κατὰ τὴν σὴν δικαιοσύνην· ἡ γὰρ σὴ δικαιοσύνη μισεῖ τοὺς ἀδίκους. 25 μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν. κἂν τῷ λόγῳ μὴ εἴπωσιν, μηδὲ ταῖς καρδίαις εἴποιεν τῇ ἡμῶν ψυχ̣ῇ, μὴ εἴπαισαν Εὖγε εὖγε. 25 μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν. μὴ εἴπαισαν ὅτι περιγεγόναμεν καὶ ἐνικήσαμεν αὐτόν· πολλάκις γὰρ καὶ τοῦτο ἐσαφηνίσθη, ὅτι κατὰ τὴν γραφὴν ἡ κατάποσις νίκην σημαίνει. 26αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου. φέρει σωτηρίαν τοῖς αἰσχυνομένοις καὶ ἐντρεπομένοις, ἐφ' οἷς πράττουσιν κακῶς· ἐπεὶ γὰρ κακοῖς με περιβαλεῖν βούλονται καὶ ε᾿̣π̣ι̣χαρῆναι ἑωρακότες ὃ σπουδάζουσιν τελειούμενον, αἰσχυνθήτωσαν· αἰσχυνθέντες γὰρ οὐκέτι ἐπικείσονταί μοι, ἐντραπέντες οὐκέτι πράξουσιν ταῦτα τὰ ψόγον φέροντα καὶ κατηγορίαν. ἐπερ · τὰ κακωτικὰ κακὰ λέγει, οὐ τὰς κακίας; –ὅλως γὰρ οὐκ εἶχεν κακίας ὁ λέγων ὅτι· "κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην σου", ὁ λέγων· "οἱ ἐπιχαίροντές μοι ἀ δίκως". 26 ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορημονοῦντες ἐπ' ἐμέ. οἱ μεγάλα κατ' ἐμοῦ λέγοντες ὑπερηφάνως καὶ ἐπιχαίροντες, αἰσχυνθείησαν καὶ ἐντραπείησαν, καταγνῶσιν ἑαυτῶν. πρὸς καλοῦ δὲ αὐτοῖς γίνεται τοῦτο, κἀγὼ δὲ οὐκέτι ἔχω αὐτοὺς οὕτως ἐπικειμένους. προηγουμένως ὑπὲρ ἐκείνων εὔχεται, δευτέρως δὲ καὶ περὶ ἑαυτοῦ. ἐπερ · τὸ "3ἐνδύσασθαι"3; –ὡς λέγομεν ἐνδεδύσθαι τινὰ ἀρετήν, τινὰ κακίαν ἐνδεδύσθαι, τινὰ "σωτηρίου ἱμάτιον"· "ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσέν με γὰρ ἱμάτιον σωτηρίου καὶ χιθῶνα εὐφροσύνης". ἡ ποιότης ὥςπερ ἔνδυμα γίνεται τοῦ ποιοῦ. 27 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου. 230 ὅταν "3οἱ μεγαλορημονοῦντες"3 λέγωνται· "3ἐντροπὴν καὶ αἰσχύνην ἐνδύσονται"3, "οἱ θέλοντες τὴν δικαιοσύνην καὶ τὴν εἰρήνην μου" ἀγαλλιῶνται καὶ εὐφραίνονται. αἰσχυνθέντων καὶ ἐντραπέντων τῶν ἐχθρῶν οἱ φίλοι ἀγαλλιῶνται καὶ εὐφραίνονται. οὗτοι δέ εἰσιν οἱ θέλοντες τὴν σωτηρίαν μου, τὴν ἀρετήν, τὴν δικαιοσύνην μου. 27 καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ 148 κύριος. τότε διὰ παντὸς μεγαλύνουσιν τὸν κύριον, ὅταν ἐγὼ διὰ παντὸς ἐν τῇ δικαιοσύνῃ ὦ, ἐν τῷ μὴ ὑποπεσεῖν μείνω τοῖς κακοῖς. 27 οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. ἐμοῦ τοῦ δούλου αὐτοῦ. "εἰπάτωσαν διὰ παντός Μεγαλυνθείη ὁ κύριος", ὁρῶντές με εἰρηνεύοντα, ὁρῶντές με μὴ ὑποπεσόντα ταραχῇ ἢ συνχύσει ἢ στάσει ἢ μάχῃ. ἐλέγομεν πολλ̣α´̣κις, ὅτι ἐνίοτε διὰ τῶν καθέκαστα τὸ καθόλου δείκνυται, καὶ ἐχρώμεθα τότε μαρτυρίῳ τούτῳ λέγοντες· "τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσίν". εἶτα λέγει· "οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου". οὔ τινα ῥητὸν λέγει, ἀλλ' εἴ τίς ἐστιν τοιοῦτος, εἴ τις ἀνέβη εἰς τὸ ὄρος καὶ ἔστη ἐπ' ὄρους κυρίου καὶ ἀθῷος χερσίν, πᾶς, εἴ τίς ἐστιν τοιοῦτος, "εὐλογίαν λήμψεται παρὰ κυρίου". ὁμοίως ἐν ὀγδόῳ καὶ δεκάτῳ ψαλμῷ λέγεται· "ὁ νόμος κυρίου ἄμεμπτος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία κυρίου πιστή". καὶ πολλὰ εἰρηκὼς λέγει· "καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά". οὐχ ἑαυτὸν μόνον λέγει, ἀλλ' εἴ τίς ἐστιν τοιοῦτος δοῦλος τοῦ θεοῦ. ἐλαττωτικὸς οὖν ὢν ἑαυτοῦ ὅταν κατορθώματα λέγῃ, "3τοῖς δούλοις τοῦ θεοῦ"3 λέγει, ὅταν δὲ παραπτώματα, "3ἑαυτῷ"3. λέγονταί τινες τῶν πλησιαζόντων θεῷ υἱοὶ θεοῦ, οἱ ὑποβεβηκότες δὲ τούτους οἱ δοῦλοι· ἐκ δούλων γὰρ γίνονται φίλοι καὶ υἱοί. οἱ μείζονες οὖν εἰσιν "οἱ θέλοντες", οἱ ὡσανεὶ υἱοί, οἱ "τέλειοι ὡς ὁ πατὴρ" αὐτῶν "ὁ οὐράνιος τέλειος"· θέλουσιν εἶναι τὴν εἰρήνην καὶ τῶν ὑποδεεστέρων. ἢ οὕτως, ὅτι πάντες τὴν ἑκάστου δούλου εἰρήνην θέλουσιν. 28 καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. μελετήσει εὐχαριστητικῶς. ὅταν ὑπαρχθῇ, ἃ ᾐτησάμην, τὴν δικαιοσύνην σου μελετᾷ ἡ γλῶσσά μου. τα̣ύτην ἀεὶ διηγοῦμαι, ἐν ὕμνοις αὐτὴν προφέρω, ἐν διηγηματικοῖς λόγοις αὐτὴν ὀνομάζω. "3ἡμέραν"3 ὧδε λέγει πάντα τὸν χρόνον τῆς ζωῆς τῆς ἀνθρωπίνης, ὡς καὶ ἐν ἄλλοις λέγει· "ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν", τουτέστιν διὰ β̣ι´̣ου. ἔπαινον δὲ τοῦ θεοῦ οὐ κυρίως λέγει· μᾶλλον γὰρ ὕμνος καὶ αἶνος ἐπὶ θεοῦ λέγεται, ἐπὶ δὲ ἀνθρώπων

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.