Commentarii in Psalmos · §u36-open

Commentarii in Psalmos Unit 36 opening

Unit 36.

Lemma-led open — . εἶτα·

Greek

ῥεριμμένος ἀνομίαν λογίζεται, δέον μιμήσασθαι ἐκεῖνον τὸν ἄνδρα τὸν μακαριζόμενον τὸν ἡμέρας καὶ νυκτὸς μελετῶντα τὸν νόμον τοῦ κυρίου· "ἀλλ' ἢη ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός". ὁ ἡμέρας̣ καὶ νυκτὸς μελετῶν τὸν νόμον κυρίου οὐ λογίζεται ἀνομίαν ἐπὶ τῆς κοίτης αὐτοῦ ἀλλὰ τὸν νόμον. εἴρηται υ῾̣πὸ τοῦ ἱεροφάντου Μωσέως ἐκ προσώπου τοῦ θεοῦ· "καὶ ἔσται πάντα τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου". εἶτα· "πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος, διανιστάμενος". εἰ λαλεῖ τὰ τοῦ θεοῦ ῥήματα καὶ κοιταζόμενος, οὐ λογίζεται ἀνομίαν ἐπὶ τῆς κοίτης αὐτοῦ. δυνατὸν καὶ τὸ σῶμα κοίτην εἰπεῖν τῆς 151 ψυχῆς. κἂν ἐν σώματι ᾖν ἡ ψυχή, ἀλλὰ μελετᾷ ἤδη ἐκτὸς αὐτοῦ γενέσθαι, ὑπωπιάζουσα τὸ σῶμα καὶ δουλαγωγοῦσα. οὕτω γοῦν περὶ τῶν οὕτως γνώμης ἐχόντων λέγεται· "οὐκ ἐστὲ ἐν σαρκί". καίτοι εἶχαν σάρκα, ἀλλ' οὐκ ἦσαν ἐν τῷ φρονήματι τῆς σαρκός. καὶ ἔτι "τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν". καὶ ἔ τι· "οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται". ἐὰν περὶ ταύτης τῆς σαρκὸς λέγῃ, πάντες οἱ ἅγιοι ἐν αὐτῇ ὄντες ἤρεσαν θεῷ. ἀλλ' ἐν τῷ φρονήματι τὸ φρονεῖν κατὰ σάρκα, τὸ ὅλος ἐκ σαρκὸς ἠρτῆσθαι, λοιπὸν σάρκινος γενέσθαι. τίς δέ ἐστιν ὁ σάρκινος γινόμενος ἢ ὁ πωλῶν ἑαυτὸν τῇ ἁμαρτίᾳ̣; "ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν". "ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ". κατὰ τὴν ἀναγωγήν· ὥσπερ ἐν κοίτῃ τῷ σώματι ἀνομίαν ἐλογίσατο. ἔδει δὲ ἐπὶ τῆς κοίτης ταύτης μένοντα ἀποδύρεσθαι ἑαυτὸν καὶ 233 οἰκτίζεσθαι, ὅτι ἐν τῷ λογίζεσθαί ἐστιν παρανομία, ὥστ' ἀνειπεῖν· "ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω". μετανοοῦντος ἡ φωνή· ὁ δὲ μετανοῶν οὐ λογίζεται ἀνομίαν. καὶ περὶ ἄλλων εἴρηται ἐν τῷ Μιχαίᾳ τῷ προφήτῃ· "ἐγένετο λογιζόμενος κακὰ ἐπὶ τῆς κοίτης αὐτοῦ καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλει αὐτά". διασκέπτονται ἐν ταῖς νυξὶν πολλάκις περὶ παρανομημάτων καὶ ἅμα τῇ ἡμέρᾳ συντελοῦσιν αὐτά. δέον δέ, εἰ καὶ γέγονέν ποτε ἐπὶ τῆς κοίτης παρανομία, κατανυγῆναι· τοῦτο γὰρ ὁ λόγος προστάττει· "ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ τῆς κοίτης ὑμῶν κατανύγητε". ἐὰν γὰρ κατανυγῆτε, οὐκ εὑρίσκει τόπον ὁ διάβολος. 5 παρέστη ὁδῷ πάσῃ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισεν. πᾶσαν ἀγαθὴν ὁδὸν ἐξετράπη. ὁδοὶ δέ εἰσιν αἱ ἀρεταί. ἀμέλει γοῦν πρὸς τὸν Ἐλύμαν τὸν μάγον ὁ ἀπόστολος λέγει· "οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας"; εὐθεῖαι καὶ ἀγαθαί εἰσιν. εὐθεῖαι δὲ λέγονται αἱ ἀρεταὶ τῷ μεσότητες εἶναι· ἐν εὐθείᾳ γὰρ οὐκ ἔνι παρέκκλισις. "ὁδοὺς τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός, διεστραμμέναι δὲ αἱ ἐξ ἀριστερῶν". εὖ δὲ καὶ τὸ φάναι "οὐκ ἀγαθῇ"· οὐ γὰρ εἶπεν "πονηρᾷ". οὐ πάντως τὸ οὐκ ἀγαθὸν κακόν ἐστιν. ἀδύνατόν ἐστιν παραστῆναί τινα πάσῃ ὁδῷ κακῇ τῷ ἐναντιότητας εἶναι καὶ περὶ κακίας. οὐ δύναται ὁ δειλὸς καὶ θρασὺς εἶναι οὐδὲ ὁ ἀσεβὴς δεισιδαίμων. οὐκ ἀγαθὰ οὖν εἰσιν ταῦτα. τῇ ἀποφάσει τὰ αὐτά εἰσιν, τῇ δὲ καταφάσει οὐ τὰ αὐτά. "τῇ κακίᾳ οὐ προσώχθισεν". 6 κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. περὶ τῶν τὴν γῆν οἰκούντων κατὰ τὸ φρόνημα λέγομεν, "τῶν τὰ ἐπίγεια φρονούντων", οὓς αἰτιώμενος ὁ θεὸς λόγος ἐν τῷ προφήτῃ Ἰερεμίᾳ λέγει· "ἐβαθύνατε εἰς τὴν γῆν κάθισιν", εἰ οἷόν τέ ἐστιν, καὶ κατωτέρω τῆς γῆς θέλετε εἶναι, οὐδὲν ἀνηγμένον διανοούμενοι, οὐκ ἔχοντες "τὸ πολίτευμα ἐν οὐρανοῖς", οὐκ ἐκεῖ τὴν καρδίαν ἔχοντες πρὸς τοὺς λέγοντας· "ἀναλάβωμεν καρδίαν ἡμῶν πρὸς ὑψηλὸν ἐν τῷ οὐρανῷ". λέγεται οὖν περί τινων πάλιν καὶ τοῦτο· "αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς". καὶ Μωυσῆς δὲ ἐν ἐπινικίῳ ᾠδῇ τῇ κατὰ Φαραὼθ καὶ τῶν μετ' αὐτοῦ ἔλεγεν· "ἐξέτεινας τὴν δεξιάν σου, καὶ κατέπιεν

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.