Commentarii in Psalmos · §u36-rem-early

Unit 36 rem early

Rem early: Unit 36; lemma and argument toward the thesis.

Greek

αὐτοὺς γῆ". καίτοι οὐ γῆ αὐτοὺς καταπεπώκει κατὰ τὴν ἱστορίαν ἀλλὰ ὕδωρ. εἴρηται γοῦν· "εὐθὺς ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ". κἂν γοῦν ἐκτείνῃ ὁ θεὸς κατὰ τῶν φαύλων τὴν δεξιάν, καταπίνονται ἐκ τῆς γῆς, ὅλοι γήινοι γίνονται, παραδίδονται "εἰς πάθη ἀτιμίας", "ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν" παραδίδονται, λατρεύειν "τῇ κτίσει παρὰ τὸν κτίσαντα". "ἐν τῷ οὐρανῷ" οὖν ἐστιν "τὸ ἔλεος" αὐτοῦ· "ποιεῖς" γὰρ "ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν σε". ὥσπερ διά τινος κλίμακος τοῦ ἐλέου εἰς τὸν οὐρανὸν ἀναβαίνει· ἡ φύσις γὰρ τοῦ ἐλέους τοῦ θεοῦ οὔκ ἐστιν τῶν κάτω ἀλλὰ ἄνω ἐστίν. κἄν ποτε οὖν γίνηται ἐν τῇ γῇ, τουτέστιν ἐν τοῖς ἀνθρώποις, ἡ ἀγαθότης τοῦ θεοῦ–εἴρηται γάρ· "τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ"–, ἀναβιβάζονται οἱ ἐλεώμενοι ὑπ' αὐτοῦ τοῦ ἐλέου εἰς τὸν οὐρανόν. 152 "καὶ ἕως τῶν νεφελῶν", φησίν, "ἡ ἀλήθειά σου". οὐ προσεκτέον τοῖς αἴρουσιν τὴν πρόνοιαν ἀπὸ τῆς γῆς καὶ λέγουσιν αὐτὴν περιορίζεσθαι μέχρι τῶν σελήνης ὅρων διὰ τοῦ εἰπεῖν· "ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν". νεφέλαι εἰσὶν οἱ προφῆται διακονοῦντες ἡμῖν πνευματικὸν ὑετόν, ἀφ' οὗ πνευματικοῦ ὑετοῦ ἀρδεύεται ὁ τοῦ θεοῦ παράδεισος, ὁ σπόρος ὁ πεσὼν εἰς καλὴν γῆν, ὃν ἔβαλεν Ἰησοῦς ὥστε ἑκατονταπλασίονα γενέσθαι καὶ ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. ἕως οὖν τού των τῶν νεφελῶν τῶν διακονουσῶν τὸν πνευματικὸν ὑετόν, περὶ ὧν εἴρηται· "αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην", ἡ ἀλήθεια τοῦ θεοῦ ἐστιν. εἴ τίς ἐστιν νεφέλη δυνάμενος πνευματικὸν ὑετὸν καὶ δικαιοσύνην ῥεῖν, ἐκεῖνος ἔχει τη`̣ν θεοῦ ἀλήθειαν. 7 ἡ δικαιοσύνη σου ὡς ὄρη θεοῦ. πολυτρόπως τὰ ὄρη τοῦ θεοῦ ἑρμηνεύεται κατὰ τὴν γραφήν. ὅταν λέγῃ· "φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων", "ὄρη αἰώνια" λέγει τοὺς ἁγίους τοὺς σκοποῦντας οὐκέτι τὰ βλεπόμενα πρόςκαιρα ὄντα, ἀλλὰ τὰ μὴ βλεπόμενα τυγχάνοντα αἰώνια. "ἐγγίσατε ὄρεσιν αἰωνίοις". τὰ ὄρη ταῦτα τὰ αἰςθητὰ οὔκ εἰσιν αἰώνια. εἰ δὲ παράγει ἡ γῆ καὶ ὁ οὐρανός, ἐκβράσματα καὶ μέρη τῆς γῆς, τὰ ὄρη, σὺν αὐτῇ ἀπέρχονται, παράγουσιν σὺν αὐτῇ, ὥστε οὔκ εἰσιν ἐκεῖνα αἰώνια. ὅ234 σοι δὲ σκοποῦσιν τὰ αἰώνι̣α̣, τὰ μὴ βλεπόμενα, τὰ ὑπέρτερα, τὰ ἀνωτάτω, ἐκεῖνοι ὄρη εἰσὶν δίαρμα πολιτείας ἔχοντες, ὕψος ἔχοντες φρονήματος εὐσεβοῦς. "ἐνγίσατε" οὖν "ὄρεσιν αἰωνίοις", τῇ διαθέσει ἐνγίσατε, τὸ αὐτὸ ὑψηλὸν φρόνημα ἐκείνοις ἀναλάβετε. "ἡ δικαιοσύνη" οὖν "ἡ σὴ ὡς τὰ ὄρη" εἰσὶν "τοῦ θεοῦ". ἡ δικαιοσύνη ἡ ἐν ἀνθρώποις ὅταν αὐξήσῃ τοὺς ἔχοντας αὐτήν, ὁμοιοῖ αὐτοὺς τοῖς ὄρεσιν τοῦ θεοῦ. δύναται δὲ ὄρη θεοῦ εἰπεῖν κατὰ ἄλλην διάνοιαν τὰ ὑπέρτερα πάντα, εἰς ἃ ἀπέμεινεν τὰ ἐνενήκοντα ἐννέα πρόβα τα, ὅτε ἦλθεν ὁ Ἰησοῦς σῶσαι τὸ α᾿̣π̣οσφαλὲν ἀπὸ τῶν ὀρῶν, τὸ καταπεσὸν ἐκεῖθεν καὶ ἐν πλάνῃ καὶ διώξει καὶ θανάτῳ γεγενημένον. "ἐνγίσατε" οὖν "ὄρεσιν αἰωνίοις", τῇ διαθέσει ἐνγίσατε, τὸ αὐτὸ ὑψηλὸν φρόνημα ἐκείνοις ἀναλάβετε. "ἡ δικαιοσύνη" οὖν "ἡ σὴ ὡς τὰ ὄρη" ἐστὶν "τοῦ θεοῦ". ἡ δικαιοσύνη ἡ ἐν ἀνθρώποις ὅταν αὐξήσῃ τοὺς ἔχοντας αὐτήν, ὁμοιοῖ αὐτοὺς τοῖς ὄρεσιν τοῦ θεοῦ. δυνατὸν δικαιοσύνην τοῦ ἐπιδημήσαντος σωτῆρος κατ' ἄλλον λόγον εἰπεῖν οὓς ἔσωσεν. "τὸν μὴ γνόντα" γὰρ "ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵν' ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ". οἱ γενάμενοι δικαιοσύνη θεοῦ ε᾿̣ν τῷ γεναμένῳ ὑπὲρ ἡμῶν ἁμαρτία ὡς τὰ ὄρη εἰσὶν τοῦ θεοῦ, ὡς οἱ ἄγγελοι, ὡς οἱ ἀρχάγγελοι· ἡνώθησαν γὰρ τῇ ἄνω κτίσει. "κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν". ἑτέρως ὁ θεὸς ἐλεᾷ καὶ ἑτέρως ἄνθρωποι. τὸ ἔλεος γ̣ο̣ῦν τὸ ὑπ' ἀνθρώπων γινόμενον καὶ ἡ εἰς τὸν πλησίον εὐεργεσία ἀνθρωπίνη ἐστίν· ἴσασιν γὰρ ἀνθρωπίνως βοηθεῖν καὶ τρέφειν καὶ τὰ ἄλλα ποιεῖν, καί ἐστίν γε ὁ ἔλεος οὗτος πλησιάζων τῇ γῇ, τουτέστιν τοῖς ἀνθρωπίνοις. ἐλεῶν δὲ θεὸς μετεωρίζει τοὺς μετεωριζομένους ὥστε εἰς οὐρανὸν ἀναφέρειν. "ἐν τῷ οὐρανῷ" γοῦν "τὸ ἔλεός σου". δύναται δὲ καὶ τοῦτο ὅτι· ἐλεῶν οὐκ ἀνθρωπίνως ἐλεᾷς· εἰ γὰρ καὶ "δίδως τροφὴν πάσῃ σαρκί", εἰ καὶ ὑγίειαν τοῖς νοσοῦσιν παρέχεις, ἄλλ' ἐστιν αὕτη ἡ δικαιοσύνη οὐ τοῦ οὐρα νοῦ ἁπτομένη. καὶ ἵνα σαφέστερον φράσω· τὰ ἁπτόμενα δωρεᾷ θεοῦ οὐ μόνον δικαίων, ἀλλὰ καὶ φαύλων, καὶ λογικῶν καὶ ἀλόγων, οὔκ ἐστιν οὐράνια. ἐκεῖνα δὲ μόνα τοῦ οὐρανοῦ εἰσιν καὶ εἰς τὸν οὐρανὸν ξεναγοῦσιν, ἅ ἐστιν ἀγαθὰ ἀληθῶς ουρ ανιοσπουδη. καὶ ἐν ἑτέρῳ ψαλμῷ ἔχεις· "τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ". ἐλεᾷ τὴν γῆν ἐκεῖνον καταπέμπων

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.