Commentarii in Psalmos · §u38-open

Commentarii in Psalmos Unit 38 opening

Unit 38.

Lemma-led open — μὴ ἐλθάτω

Greek

δὲ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην". ὅσοι κατὰ ἀφροσύνην πορεύονται τοῖς ποσὶν τῆς ἀφροσύνης χ̣ρ̣ώμενοι, εἰς τὸν ᾅδην καταβιβάζονται. ὥσπερ οὖν εἰσιν ἀφροσύνης πόδες, οὕτω καὶ ὑπερηφανίας. "μὴ ἐλθάτω" οὖν "μοι ποὺς ὑπερηφανίας", μὴ πορεία τῆς ὑπερηφανίας ἐν τῇ ψυχῇ μου καὶ τῇ διανοίᾳ. "μηδὲ χεὶρ ἁμαρτωλῶν σαλεύσῃ με". χεὶρ δὲ ἡ πρᾶξις πολλάκις εἴρηται, ὡς ἐὰν λέγῃ· "ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου", αἱ αἰσχραὶ ἐπιθυμία̣ι̣, αἱ ἀκόλαστοι ἡδοναί. 13 ἐκεῖ ἔπεσαν οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. ἔνθα ὁ ποὺς τῆς ὑπερηφανίας κ̣αὶ ἡ χεὶρ τοῦ ἁμαρτωλοῦ, "ἔπεσαν οἱ τὴν ἀνομίαν ἐργαζόμενοι". οὐ φύσις αὐτοὺς εἰς τὸ πτῶμα ἤγαγεν, ἀλλ' ἐνέργεια καὶ ἐργασία ἀνομίας. 13 ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι. ἐπεὶ γὰρ αὐτοὶ ἑαυτοὺς κατεβίβασαν εἰς τὸν πόδα τῆς ὑπερηφανίας, καὶ τῇ χειρὶ τοῦ ἁμαρτωλοῦ παραδίδονται, ἣν εἵλαντο ἔχειν, καὶ ἡ παράδοσις αὕτη ἔξωσις αὐτῶν λέγεται. καὶ εὐεργετῶν ὁ θεὸς ἐξωθεῖ αὐτούς, ἵνα μὴ δυνηθῶσιν στῆναι ἐν τῷ κακῷ. οὐ φύσεως οὖν ἤ τινος βίας ἔξωθεν καταβαλλούσης αὐτόν, ἀλλ' ἡ ἐργασία αὐτοῦ οὖσα ἀνομία καὶ κακία. ἐξωθεῖ οὖν αὐτόν, ἵνα̣ μὴ παραμένῃ, ἵνα μὴ ἀκινήτως ἔχῃ στάσιν ἐν αὐτῇ. καὶ μειζόνως μὲν σαφηνίζειν δεῖ τὰς γραφάς. ποιεῖ δὲ τοῦτο ὁ ἀληθῶς θεόσοφος. ὅμως, εἰ μὴ οὕτως σαφηνίζοιντο, ἀλλ' ὑποδεεστέρως, οὐδὲ αὐτῶν τ̣ὸ μέγεθος δείκνυται οὐδὲ τοῦ δεδωκότος. Ἰουδαῖοι γοῦν κατὰ τὸ πρόχειρον καὶ τὸ ἀνθρώπινον ἐκλαμβάνοντες αὐτὰς λέγονται "μὴ νοεῖν μηδὲ ἃ λέγουσιν μηδὲ περὶ ὧν διαβεβαιοῦνται". 245 9 ὅτι οἱ πονηρευόμενοι ἐξολεθρευθήσονται. –––––––––––––––– ––––––––––– ––––––––––––––––––––––––––––– καταστραφῆναι, ἀλλ' ὀλεθρεύονται ᾗ πονηροί εἰσιν, ἵνα μηκέτι ὦσιν̣ τοιοῦτοι. σημαίνει δὲ καὶ τὴν κόλασιν. ἡ κόλασις δὲ 160 πάλιν ἐμποδιστικὴ κακίας ἐστίν. 9 οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσου̣σιν γῆν. οἱ ὑπομένοντες τὸν κύριον κληρονομοῦσιν τὴν ἤδη ἑρμηνευ θεῖσαν γῆν τὴν ἐν ὕψει, τῷ οὐρανῷ κειμ̣ένην. καὶ οὗτος ὁ ∆αυὶδ ἔλεγεν· "πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων". βασιλεὺς ἦν. βασιλέως δέ ἐστιν τὸ ἔχειν τὰ ἀγαθὰ τῆς ἑαυτοῦ γῆς καὶ τὸ κατακ̣υριεύειν αὐτῆς. οὐδεὶς δὲ πιστεύει λαβεῖν ὃ ἤδη ἔχει, ἀλλὰ πιστεύει εἰληφέναι. οὗτος δὲ λέγει· "πιστεύω τοῦ ἰδεῖν", οὐ "ἑωρακέναι τὰ ἀγαθὰ" ἐκεῖνα, ἃ δίδωσιν ὁ θεὸς "τοῖς αἰτοῦσιν αὐτόν", ὅταν γνησίως εὔχωνται περὶ αὐτῶν. "οἱ ὑπομένοντε̣ς" οὖν "τ̣ὸν κύριον κληρονομήσουσιν τὴν γῆν". ἆθλον μέγιστόν ἐστιν ἀρετῆς ἡ ὑπομονή· "ἡ θλῖψις ὑπομονὴν κατεργάζεται". θεωρεῖς ὅτι μετὰ θλῖψιν η῾̣ ὑπομονή. ἐκεῖνος οὖν ὑπομένει τὸν κύριον ὡς δεῖ ὁ μὴ ἄλλον ἢ αὐτὸν ἔχων ὑπομονήν. καὶ ὥσπερ σοφία γίνεταί τισιν καὶ δικαιοσύνη καὶ ἁγιασμ̣ός, οὕτω καὶ ὑπομονή. αὐτὸς γοῦν οὗτος ὁ ∆αυὶδ ἐν ἄλλῳ ψαλμῷ λέγει· "καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος"; ταύτην τὴν ὑπομονὴν ἀεὶ σπουδάζουσιν ἔχειν οἱ ὑπὲρ ἀρετῆς καὶ εὐσεβείας ἀγωνιζόμενοι. αὐτὸς πάλιν ὁ ὑμνῳδός που λέγει· "ὑπομένων ὑπέμεινα τὸν κύριον". οὐχ ἁπλῶς "ὑπέμεινα", ἀλλ' "ὑπομένων", ὡς τό· "δικαίως τὸ δίκαιον διώκειν". οἱ θεραπευταὶ τοῦ θεοῦ ἔχουσιν κληρονομίαν. καὶ τό γε παράδοξον ἄκουε· τέκνων ἐστὶν τὸ κληρονομεῖν, οὐ θεραπόντων. ἡ ὑπερβολὴ οὖν τῆς ἀγαθότητος τοῦ κλ̣ηρονομουμένου, ὡς ὅσον ἧκεν εἰς τὴν αὐτῶν κατάστασιν καὶ φύσιν, θεράποντας ὄντας εἰς κληρονομίαν ἄγει. καὶ ἔλεγον παράδειγμά ποτε εἰς τό· "τῇ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως, οὐκ ἐξ ἔργων". καὶ ἔλεγον, ὅτι ἀδύνατόν ἐστιν ὅλως πίστιν ἔχειν ἄνευ ἔργων· "νεκρὰ" γάρ "ἐσ̣τιν̣ χωρὶς ἔργων". λέγει οὖν· "διὰ τῆς πίστεως, οὐκ ἐξ ἔργων". καὶ ἔλεγον τοιαύτην εἰκόνα· ὅταν φιλάνθρωπος ᾖν, ἀν̣θ' οὗ ἐργάζονταί τινες καὶ ὃν θεραπεύουσιν, δίδωσιν μισθὸν

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.