Commentarii in Psalmos · §u38-rem-early

Unit 38 rem early

Rem early: Unit 38; lemma and argument toward the thesis.

Greek

ὑπεραίροντα τὴν ἀξίαν τοῦ μισθοῦ. καὶ ἔλαβον τοιαύτην εἰκόνα ὅτι· ἔστω τις κτήτωρ καὶ πεπιστευκέτω γεώργιόν τινι καὶ λεγέτω αὐτῷ ὅτι· "ἐὰν ἐπιμεληθῇς αὐτοῦ ὡς δεῖ καὶ ἐργάσῃ αὐτὸ ὡς προσῆκεν, χάρισμά σοι αὐτὸ δίδω· κληρονομίαν αὐτὸ ἔχε". λέγομεν ἐκεῖνον ὅτι οὐκ ἐξ ἔργων ἔλαβε τὴν κληρονομίαν, ἀλλ' ἐκ χάριτος τοῦ ὀρέξαντος. "ἔστιν κληρονομία τοῖς θεραπεύουσιν κύριον". 10 καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός. τοῦτο λέγει· "μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν". φιλάγαθόν σε ζῷον ὁ θεὸς κατεσκεύασεν. φιλαγάθων δέ ἐστιν μὴ τὰ πρόσκαιρα καὶ παρόντα ἐπιθυμεῖν· τὰ γὰρ πρόσκαιρα καὶ παρόντα ὑπάρχει καὶ τοῖς ἁμαρτωλοῖς. μὴ τοίνυν παραζήλου αὐτο´̣ν, ἐὰν πλουτῇ, ἐὰν ὑγιαίνῃ· οὐ γὰρ ἀεὶ μένει. ἐὰν δὲ ···· ··, οὐ τὴν οὐσίαν φημί, ἀλλὰ τὸν ποιόν. ἐπερ · τὸ "πρόσκαιρον"; –ἐὰν προχείρως αὐτὸ θέλῃς λαβεῖν, τῷ μηκέτι ἁμαρτάνειν δοκεῖ μὴ ἁμαρτωλὸς εἶναι. οὐκ ἐνεργεῖ δὲ τότε τὰ τῆς ἁμαρτίας. "πρόσκαιρον" δὲ "ἀπόλαυσιν ἔχει ἡ ἁμαρτία", ὡς Παῦλος γράφει. ἡ ἀπόλαυσις τῆς ἁμαρτίας οὐκέτι ὑπάρχει. πρὸς τοὺς πολλοὺς οὖν λέγομεν ὅτι τῷ μηκέτι ἁμαρτάνειν δοκεῖ οὐκέτι εἶναι ἁμαρτωλός, πρὸς δὲ τὸν ἀληθῆ λόγον· ἡ ἁμαρτία οὔτε ἦν ἐξ ἀρχῆς οὐδὲ εἰς τὸν αἰῶνα ἔσται· περὶ γὰρ τοῦ κορυφαιοτάτου εἴδους αὐτῆς τῆς εἰδωλολατρίας εἴρηται τοῦτο ὅτι· "οὔτε ἀπ' ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα". εἰ δὲ αὐτὴ ἡ ὑπερέχουσα τῶν κακιῶν οὐδὲ ἀρχὴν ἔσχεν, οὕτως ὥστε ἄπαυστος̣ εἶναι, οὐδὲ οὐ λήμψει ποτὲ δηλονότι. "ἔτι ὀλίγον καὶ οὐχ ὑπάρξει ὁ ἁμαρτωλός". ἔχεις οὖν καὶ ἐν τῷ ἐνάτῳ ψαλμῷ· "σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ". οὐκ εἶπεν "ἁμαρτωλοῦ", ἀλλὰ "τοῦ". εἰ δὲ "τοῦ ἁμαρτωλοῦ" συντρίβεται ὁ βραχίων, πολλῷ πλέον τῶν ὑποδεεστέρων. 10 "καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς. προχείρως πάλιν· δεῖ γὰρ καὶ τὰς δημωδεστέρας ἐξηγήσεις λέγειν. δοκεῖ τόπος εἶναι τοῦ ἁμαρτωλοῦ ὁ περὶ γῆν τόπος· ὧδε γὰρ ἡ ἀνομία γίνεται, ὧδε αἱ ἁμαρτίαι τελοῦνται. παρελεύσεται 161 οὖν ἡ γῆ μετὰ τοῦ οὐρανοῦ. "ζητήσεις" οὖν "τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς". τόπος δὲ κυρίως λέγεται ἡ θέσις ἑκάστου. ἀμέλει γοῦν καὶ περὶ τοῦ Ἰούδα λέγεται ὅτι παρέβη τὸν τόπον τῆς διακονίας· "ἀφ' ἧς παρέβη Ἰούδας". τόπος τις διακονίας ἐστὶν ἡ θέσις ἡ κατὰ τὴν διακονίαν· ὅταν γὰρ λέγῃ ὁ Παῦλος ὅτι· "τίθενται πρῶτον ἀπόστολοι, δεύτερον προφῆται, τρίτον", βαθ μοί εἰσιν διὰ τῆς θέσεω̣ς δηλ̣ούμενοι. ἀμέλει γοῦν καὶ ἐν ταῖς στρατιωτικαῖς τάξεσιν λέγουσιν ὅτι· τόπον ἔχει βενεφικιαρίου, βοηθοῦ, καὶ ἐν ταῖς ἐκ̣κλησίαις ὁμοίως. οὐκ εὑρεθήσεται ἡ θέσις τοῦ ἁμαρτωλοῦ, ἐὰν μηκέτι ἁμαρτωλὸς ᾖ. τόπος δὲ ἦν αὐτοῦ ἡ ἁμαρτία. 11 οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν. τοῦ ἁμαρτωλοῦ μεθ' ὁλίγον οὐκέτι ἐσομένου οὐδὲ τοῦ τόπου αὐτοῦ εὑρισκομένου, κἂν ζητηθῇ, ὁ τόπος τῶν πράων 246 μένει εἰς τὸν αἰῶνα· αἰώνιος γάρ ἐστιν ἡ ····· ····· ···ω̣η, ἀθάνατός ἐστιν. καὶ περὶ τοῦ σπουδαίου λέγεται ὅτι· "ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". οἱ πραεῖς οὖν, τουτέστιν̣ οἱ πραότητα ἔχοντες, οἱ ἀοργησίαν κατορθοῦντες, κληρονομήσουσιν τὴν γῆν· πρᾶος γάρ ἐστιν ὁ ἀο´̣ργη̣τος· οὐ γὰρ προσεκτέον ἄλλοις τισὶν λέγουσιν ὅτι ἐκεῖνος πρᾶός ἐστιν, κἂν ὀργίζηται οἷς δεῖ ὀργισθῆναι. πολιτικωτέρα δ̣ε´̣ ἐστιν αὕτη ἡ πραότης καὶ ῥητορική. τί ποτε; ἀόργητος γάρ ἐστιν ὁ σπουδαῖος· καὶ γὰρ ἐν τοῖς φθάσασιν στίχοις εἴρηται· "παῦσαι ἀπὸ ὀργῆς καὶ ἐνκατάλιπε θυμόν". 11 καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. πότε δὲ τὸ πλῆθος τῆς εἰρήνης ταύτης γίνε̣ται; ὅταν ἡ ἐπευχὴ εἰσακούηται τῶν λεγόντων· "χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη". ὁ δυνάμενος εἰπεῖν ὅτι· "μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός", πλῆθος εἰρήνης ἔχει, κατατρυφᾷ ἐπὶ τῷ πλήθει τῆς εἰρήνης ταύτης. δυνατὸν δε`̣ εἰπεῖν ὅτι· μετοικισθέντες ἀπὸ τοῦ χωρίου τούτου, ἔνθα πόλεμοι καὶ τάραχοι τυγχάνουσιν, γίνονται ἐν γῇ τῶν πραέων, ἔνθα εἰρήνη πολιτεύεται. εἶπον καὶ ἄλλοτε τοῦτο ὅτι τόπος παραδίδοται τοιοῦτος ἐν τοῖς ἐπιχειρηματικοῖς τόποις· "ποία ἀρετὴ ποίας δεῖται"; καὶ λέγει ὅτι· δικαίων ὄντων πάντων οὐ χρεία ἀνδρείας. ἀνδρείαν δὲ λέγει τὴν πολιτικωτέραν τὴν ἐν πολέμοις συνισταμένην. πάντων δικαίων ὄντων οὔκ ἐστιν χρεία ἀνδρείας. ἀνδρείας δὲ παρούσης χρεία δικαιοσύνης. καὶ ἐνταῦθα οὖν κατατρυφῶσιν ἐπὶ πλήθει εἰρήνης, ὅταν ὦσιν πρᾶοι. ὁ δὲ πρᾶος, ὡς εἴρηται ἡμῖν, ἀταράχως πρὸς ὀργὰς ἔχει. καὶ ἐκ τοῦ διδάξαντος καὶ παρασκευάσαντος πρὸς μίμησιν ἑαυτοῦ τὸ με´̣γεθος τῆς

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.