Unit 38 rem close
Rem CLOSEOUT: Unit 38 CLOSEOUT.
Greek
ου᾿̣δὲ ὃ ἔχει οὐδὲ ὃ ἔλαβεν, οὐδὲ τὸ κέρδος οὐδὲ τὸν τόκον. "ὁ δὲ δίκαιος" θεὸς ἔτι μᾶλλον "οἰκτίρει καὶ διδοῖ". ἐκεῖνος δεχόμενος οὐκ ἀποδίδωσιν, ἀλλὰ αὐτὸς ἔτι μᾶλλον "οἰκτίρει καὶ δίδωσιν". καὶ λέγω· τότε ὁ οἰκτιρμὸς φαίνεται καὶ ἡ εὐεργεσία, ἐὰν ὁ λαμβάνων ἀχάριστος ᾖ. "χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίςτους καὶ πονηρούς", δίδωσιν. ἀχαριστοῦσιν οἱ λαμβάνοντες–τῷ γὰρ μὴ ἀποδιδόναι ἃ δεῖ ἀποδιδόναι, ἀχάριστοι εὑρίσκονται καὶ πονηροί–, ἀλλ' ὁ θεὸς ἔτι χρηστός ἐστιν καὶ ἐπὶ τούτους. ὅθεν ὁ δίκαιος ἔτι μᾶλλον ο̣ἰκτίρει καὶ παρέχει. ὁ μιμητὴς τοίνυν τοῦ θεοῦ, "ὁ ἐλεῶν πτωχὸν καὶ τῷ θεῷ δανείζων", κἂν ὁ δανειζόμενος μὴ παρέχῃ ἃ ὀφείλει παρέχειν, ἔτι οἰκτίρμων ἐστίν, ἔτι παρέχει. καὶ λάβε μοι τὴν παραβολὴν τοῦ εὐαγγελίου τὴν περὶ τῶν ταλάντων· "ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν" δέδωκεν τὰ λογικὰ αὐτοῦ ὑπάρχοντα, οὐχ ἑκάστῳ κατὰ τὴν φύσιν, ἀλλὰ κατὰ τὴν δύναμιν, ἣν ἐκ προαιρέσεως ἑαυτῷ κατεσκεύασεν. "καὶ τῷ μὲν δέδωκεν πέντε, τῷ δὲ δύο, τῷ δὲ ἕν". "ὁ τὰ πέντε 163 λαβὼν τάλαντα εἰργάσατο ἐν αὐτοῖς" καὶ ἐδιπλασίασεν αὐτά. δανεισάμενος ἀποδέδωκεν. ὁ τὰ δύο ὡσαύτως. ὁ τὸ ἓν λαβὼν καὶ εἰς τὴν γῆν αὐτὸ κατακρύψας οὐδὲ εἰργάσατο ἐν αὐτῷ οὐδὲ ἀπέδωκεν τόκους, αὐτὸ εἰς τὴν γῆν κατέκρυψεν. ὅταν ἴδῃς ἄνθρωπον δύναμιν ἔχοντα τοῦ εὐεργετῆσαι ἢ φιλανθρωπεύσασθαι καὶ μὴ ποιοῦντα, ὃ ἔλαβεν εἰς τὴν γῆν κατέκρυψεν, εἰς τὴν ὑλικὴν αὐτοῦ προαίρεσιν αὐτὸ κατέκρυψεν. καὶ ἀπαιτηθεὶς αὐτό, ὅτε λοιπὸν καιρὸς τοῦ "σύναγε" πρὸς τοὺς εἰληφότας τὰ λογικὰ ἀργύρια, λέγει ὅτι· "ἴδε ἔχεις τὸ σόν". καὶ ᾐτιάσατό γε τὸν θεόν, τὴν ἑαυτοῦ βραδύτητα ἄλλῳ θέλων ἐπιγράψαι· "ᾔδειν σε", λέγει, "ᾐ´̣δ̣ειν̣, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρων ὃ οὐκ ἔθηκας, θερίζων ὃ οὐκ ἔσπειρας· καὶ φοβηθεὶς ἔκρυψά σου τὸ ἀργύριον εἰς τὴν γῆν" καὶ οὐδενὶ αὐτ̣ὸ ἔδωκα. ἐξ ὧν εἴρηκεν, τὸν ἔλεγχον καὶ τὴν κατάκρισιν ἔσχεν· "ἄνθρωπε δοῦλε πονηρέ, ἦ ᾔδεις ὅτι αἴρω ὃ οὐκ ἔθηκα", εἰ τὰ μὴ ἐμαυτοῦ καλα`̣ αἴρω, τὸ ἐμὸν ὑπερέπραξα οὐ τοὺς εἰληφότας, εἰ "θερίζω ὅπου οὐκ ἔσπειρα"; πάντως ἐλάμβανον τὸ ἐμόν, εἰ ἦς αὐτὸ δεδωκὼς ἐπὶ τραπέζης, ἵνα πολυπλασιασθῇ. ἐστερήθη γοῦν καὶ τούτου. καὶ ὁ ἁμαρτωλὸς οὖν πολλάκις δανειζόμενος ἐὰν μὴ ἀποδιδῷ ὃ ὀφείλει ἀποδίδειν, ἀφαιρεθήσεταί ποτε ἐκείνων τῶν εὐεργ̣εσιῶν. οὐκέτι αὐτὸς λήμψεται τοῦ δικαίου ἔτι μᾶλλον οἰκτίρο̣ντος καὶ παρέχοντος. 22 ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσιν γῆν. οἱ εὐλογοῦντες τὸν δίκαιον. κατὰ ἀμφοτέρας τὰς ἀποδόσεις λημπ̣τ̣έον̣· ἤτοι τὸν δίκαιον ἄνθρωπον ἢ τὸν θεόν. εὐλογεῖ τὸν θεὸν ὁ ἐκεῖνα ποιῶν ἃ ἀπαιτεῖ αὐτόν, ὥστ' εἰπεῖν· "εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ". καὶ ὁ δίκαιος δὲ ἄνθρωπος εὐλογεῖται· "εὐλογία" γὰρ "κυρίου ἐπὶ κεφαλὴν δικαίου". καί· "οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου". "γῆν" ἐκείνην, περὶ ἧς εἴρηται· "καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι τὴν γῆν". 22 οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται. καταρᾶται οὖν τὸν δίκαιον ὁ ἀσεβῆ περὶ αὐτοῦ λέγων, περὶ ὧν ἢ πρὸς οὓς λέγει· "οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμὲ κακά· ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλουν κατ' ἐμοῦ ψεύδη". "ἐγώ", φησίν, "ἐλυτρωσάμην αὐτούς", ἤγαγον αὐτοὺς εἰς τὸ τῆς παλινγενεσίας λουτρὸν ἄφεσιν ἁμαρτιῶν παντελῆ δωρησάμενος, ἀπαλείψας αὐτῶν τὰς ἀνομίας. αὐτοὶ δὲ καταλαλοῦσιν κατ' ἐμοῦ ψεύδη μὴ πράττοντες ἐκεῖνα τὰ ἐφ' οἷς ἐκλήθησαν. καὶ ἄφεσιν ἁμαρτιῶν ἔσχον· οὐ γὰρ διὰ τοῦτο ἐλυτρωσάμην αὐτούς, ἵνα ἁμαρτάνωσιν, ἀλλ' ἵν' ἔξω ἁμαρτίας γένωνται. ἐὰν οὖν μετὰ τὰ λύτρα καὶ σῶστρα ἄτοπ̣α ποιῇ τις, καταλαλεῖ τοῦ λαλῆσαι τρόπον τινὰ λέγει· "οὐδέν με ὠφέλησεν", ψεύδη κατ' αὐτοῦ λέγει. 23 παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. ὁ ἄνθρωπος προαιρετικῶς διαβαίνει ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια. καὶ αὐτοῦ 252 ἐστιν τὸ θελῆσαι τὸ καλόν, ἐπεὶ "οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ" ἐστιν τὸ ἀνύσαι ἀμέμπτως τὴν ὁδόν. "παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται". οὐ δίδοται τὰ διαβήματα̣· ἡμῶν γάρ ἐστιν θελῆσαι διαβῆναι ἀπὸ τῶν φαύλων ἐπὶ τὰ καλά. αὐτίκα γοῦν ἐν τῇ κατ' αὐτὸν καθόλου ἐπιστολῇ ὁ Ἰωάννης γράφει· "ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν". "διαβεβήκαμεν", οὐκ "ἤχθημεν". οὐ βία ἡμᾶς εἰς τοῦτο τι´̣θησιν̣ θεοῦ κατευθύναντος τὰ διαβήματα, τέλος
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.