Commentarii in Psalmos · §u38-rem-mid

Unit 38 rem mid

Rem mid: Unit 38; lemma continues; reading with the letter.

Greek

ἀρετῆς σκόπει· "μάθετε", φησίν, "ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ". οὐχ ἁπλῶς εἶπεν "ταπεινός", ἀλλ̣ὰ "τῇ καρδίᾳ". κατὰ διάθεσιν πρᾶός εἰμι, κατὰ τὴν καρδίαν. ὁ ἀτυφίαν ἔχων "ταπεινὸς τῇ καρδίᾳ" ἐστίν. ἐπειδὴ δὲ ἐνέπεσεν ἡ λέξις ἡ εὐαγγελική, ἐλεγκτέον τοὺς λέγοντας ὅτι νοῦν οὐκ ἔσχεν Ἰησοῦς, ἀλλὰ ἄλογον ψυχήν. ἐν πάσαις ταῖς γραφαῖς καὶ καιναῖς καὶ παλαιαῖς ἡ καρδία ἀντὶ νοῦ λέγεται· ὅταν γὰρ λέγῃ· "ἀκούσατέ μου οἱ ἀπολω λεκότες τὴν καρδίαν", οἱ ἀπολωλεκότες τὸ νοεῖν. καὶ "λιθίνη καρδία" ἡ ἠλίθιος νόησις. εἰ τοίνυν ἔχει καρδίαν καὶ αὕτη ἀρετὴν ἔχει–πραὺς γάρ ἐστιν τῇ καρδίᾳ καὶ ταπεινός–, τέλειον ἄνθρωπον ἀνείληφεν. 12 παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. τοῦτο λέγει ὅτι· ὁ ἁμαρτωλὸς ἀεὶ ἐχθρὸς εἶναι θέλει τοῦ δικαίου, καὶ οὐ μόνον ε᾿̣χ̣θρός, ἀλλὰ καὶ φονικὸς θέλει κατ' αὐτοῦ εἶναι. καὶ ὅρα γε τὸ "παρατηρήσεται", πῶς κεῖται· κυρίως τὸ παρατηρεῖσθαι τοῦτο σημαίνει π̣αρατηρεῖν πῶς βλάψῃ τίς τινα. ὡπλισμένος τίς ἐστιν· ὁ βαλεῖν αὐτὸν βέλεσιν θέλων παρατηρεῖται, ποῖον αὐτοῦ μέλος γυμνόν̣ ἐστιν, καὶ ἐκεῖ πέμπει τὸ βέλος. ἐπεὶ οὖν πεφραγμένος ἐστὶν ὁ δίκαιος, οὔκ ἐστιν γυμνός, ἀλλὰ "τὴν πανοπλίαν τοῦ θεοῦ" ἐνδέδυται καὶ "τὸν θώρακα τῆς πίστεως ἀνείληφεν" καὶ ὅλος ἐστὶν ἠσφαλισμένος. ἐὰν δὲ τὸ "παρατηρήσεται" ἀντὶ τοῦ "τηρήσει" –πολλάκις γὰρ τὰ μετὰ προθέσεως λεγόμενα ῥήματα τὸ αὐτὸ σημαίνουσιν, οἷον "βαίνων" καὶ "καταβαίνων"· ὁ καταβαίνων 162 βαίνει κάτω–ἐὰν τὸ "τηρήσει" οὖν, δύο σημαίνει, ἤτοι τὸ παρατηρήσειν εἴρηται ἢ τὸ φυλάξαι. ἐὰν γοῦν λέγῃ ἐν τῷ εὐαγγελίῳ ὁ σωτήρ· "πάτερ ἅγιε, τήρησον αὐτούς", "φύλαξον αὐτοὺς" λέγει. "ὅτε ἤμην μετ' αὐτῶν, ἐγὼ ἐτήρουν αὐτούς", ἀν τὶ τοῦ "ἐφύλαττον". καὶ οἱ λέγοντες· "διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης", "διαφυλάξεις" λέγουσιν. σημαίνει δέ, ὡς εἶπον, τὸ "τηρῆσαι" τὸ "παρατηρήσασθαι". λέγεται γοῦν· "αὐτός σου κεφαλὴν τηρήσει, καὶ σὺ αὐτοῦ πτέρναν". τὴν κεφαλὴν τοῦ ὄφεως̣ ἐπιτηρεῖ ὁ ἅγιος, ἵνα τὸ κεφάλαιον τῆς κακίας αὐτοῦ ἀνελὼν ὅλον αὐτὸν σχῇ νενεκρωμένον. ὁ δὲ ὄφις οὐ δύναται τοῦ ἀνδρ̣ὸς τὴν κεφαλὴν τηρεῖν, ἀλλὰ τὴν πτέρναν, τὰς ἐσχατίας αὐτοῦ δυνάμεις τὰς τῇ γῇ πλησιαζούσας τηρεῖ. οὐ γίνεται δὲ καίριος τρῶσις οὐδὲ βλάβη ἐπὶ τὴν πτέρναν. εἴρηται γοῦν καὶ ἐν ἄλλοις· "ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με· τότε ἐφοβούμην ἐν τῇ πονηρᾷ ἡμέρᾳ". εἰ τὴν κεφαλήν μου ἐτήρει η ἡ ἀνομία, ἥπτετο τῆς κεφαλῆς μου ὡς ἐκείνου, περὶ οὗ γέγραπται· "ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ". καὶ πάλιν· "τὰς ὁδοὺς αὐτῶν ἔδωκα εἰς κεφαλὰς αὐτῶν", ἀντὶ τοῦ· "εἰς τὸν νοῦν αὐτῶν". εὖ δὲ καὶ τὸ φάναι "τὸν δίκαιον", οὐ "δίκαιον" ἁπλῶς, ἀλλὰ τὸν τέλειον δίκαιον, τὸν ἀνέλε̣γκτον̣· λέγεται γὰρ πολλάκις καὶ ἐπὶ τῶν προκοπτόντων τῷ ὀνόματι τῷ κατὰ τῶν τελείων κατηγορουμένῳ, οἷον· "σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου". οὐδεὶς τῶν σοφῶν ἔξω γίνεται τοῦ λόγου τοῦ κυρίου πάντα σὺν λόγῳ ἐνεργῶν. λέγεται δέ· "ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε". ἰδοὺ σοφός. 251 21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει, ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοῖ. –––––––––––––––––––– ––––––– ––––––––––––––––––––––––––––– οὐ μόνον ἀποδίδωσιν ἃ ἐδανείσατο, ἀλλὰ καὶ εὐεργέτης ἄλλων γίνε̣ται. ἐλεῶν κερδαίνει. "ὁ" δὲ "ἐλεῶν πτωχὸν θεῷ δανείζει". ὁ δανειζόμενος παρὰ θεοῦ δίκαιος καὶ πλῆθος συναγαγὼν ἔργων καὶ ἀργυρίων λογ̣ικῶν, καὶ ἄλλον εὐεργετεῖ· οἱ γὰρ κακοὶ βλάπτουσιν τοὺς συνόντας, οἱ δὲ δίκαιοι ὠφελοῦσιν. καὶ ὅτι ὁ κακὸς βλαπτικός ἐστιν, φανερόν. εἴρηται γοῦν ἐν παροιμίαις, ὅτι ὁ σοφὸς ὠφελεῖ καὶ βελτιοῖ· "ἔ λεγχε σοφὸν καὶ ἀγαπήσει σε". ἐλεγχόμενος καλῶς δέχεται τ̣οὺς ἐλέγχους ὡς ἀγαπῆσαι τὸν ἐλέγξαντα. ἀγαπήσας δὲ τὸν ἐλέγξαντα οὐκέτι ἐργάζεται τὰ ἐφ' οἷς ὁ ἔλεγχος γέγονεν. ὥσπερ "ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτὸν" ὁ πράττων τὸ κακόν. ἑαυτὸν οὖν πρὸ πάντων βλάπτει ὁ κακός. "ὁ δίκαιος" οὖν "οἰκτίρει καὶ δίδει" καὶ χαριστικός ἐστιν καὶ ἁπαξαπλῶς κοινωνεῖ ἐν καλοῖς τῷ πλησίον. οἱ λέγοντες ὅτι, "ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς", ὅτι· "ὑπάγετε ἐν εἰρήνῃ, χορτάζεσθε", μὴ διδοῖ δὲ αὐτοῖς τὰ ἐπιτήδεια, οὐδὲν ὠφέλησεν αὐτούς, ἐπεὶ ου᾿̣κ "οἰκτίρει καὶ δίδωσιν". δυνα̣τὸν δὲ καὶ οὕτως ἐκλαβεῖν· ὁ μὲν ἁμαρτωλὸς θεόθεν δανειζόμενος τὰς διδομένας αὐτῷ ἐννοίας κοινὰς̣ καὶ τὰς ἐντολὰς "οὐκ ἀποτείσει"

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.