Commentarii in Psalmos · §u41-open

Commentarii in Psalmos Unit 41 opening

Unit 41.

Lemma-led open — πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου

Greek

διαιρεῖσθαι ἀπὸ τῆς ψυχῆς λαβών, ἐναντία θανάτου ταράττεται. "πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου". πάλιν λέγει ὅτι· "πρὸς σὲ πᾶσα σὰρξ ἥξει", τουτέστιν πᾶς ἄνθρωπος. "ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν". πάντα τὰ ὁμωνυμοῦντα ἐκ προσθηκῶν τινων διαιροῦνται ἀπὸ τῶν τὸ αὐτὸ ὄνομα ἐχόντων. ἐὰν λέγηται ἐν τῇ γραφ̣ῇ· "ὁ διδοὺς τροφὴν πάσῃ σαρκί", πᾶν ζῷον ἀκούομεν πεφυκός. ἐὰν δὲ λέγω· "ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα", τὴν πεφυκυῖαν δόσιν πνεύματος δέχεσθαι λέγω. 4 οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. ἐπεὶ ὁρῶ τὰς ἁμαρτίας μου παρούσας. οὐ πᾶς δὲ τοῦ προσώπου αὐτῶν ἔννοιαν λαμβάνει ἢ ὁ μ̣ετανοῶν καὶ φυγεῖν 262 αὐτὰς βουλόμ̣ενο̣ς. ὁ ἁμαρτάνων καὶ αὐτὸ τοῦτο ἀγνοῶν ὅτι ἁμαρτάνει, οὐχ ὁρᾷ τὸ πρόσωπον τῶν ἁμαρτιῶν ἑαυτοῦ, οὐχ ὁρᾷ αὐτῶν τὸ αἶσχος. ὁ δὲ ἐπιστάνων οἷς πράττει καὶ ὁρῶν ὅτι κατὰ παράβασιν θείων ἐντολῶν ἐπιτελεῖ αὐτά, ἐπιφαινό μενον ἔχει τῶν ἁμαρτιῶν τὸ πρόσωπον. ὀστέα δὲ οὐ τὰ τοῦ σώματος πάντως λέγει, εἰ μὴ κατὰ τὴν χαμαιζηλοτέραν διάνοιαν, ὡς καὶ περὶ σαρκὸς ἐλέχθη. καὶ εἴρηται ἐν τοῖς προλαβοῦσιν τό· "πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· κύριε, τίς ὅμοιός σοι"; ε̣ι᾿̣ τὰ ὀστᾶ λέγουσιν· "κύριε, τίς ὅμοιός σοι", καὶ κυρίου ἔννοιαν ἐδέξαντο καὶ τῆς, ἵν' οὕτως εἴπω, μορφῆς αὐτοῦ, ὥστε εἰδέναι ὅτι οὐδεὶς ὅμοιος αὐτῷ ἐστιν. ἡ ὁμοιότης δὲ ἡ πρὸς θεὸν καὶ ἀνομοιότης ἐπίγνωσιν θεοῦ καὶ θεολογίαν φανεροῖ· ὥστε οὐ περὶ τῶν ὀστέων τοῦ σώματος λέγει, ἀλλὰ περὶ τῶν ἰσχυρῶν καὶ καὶ εὐτόνων δογμάτων τῆς ψυχῆς καὶ δυνάμεων αὐτῆς· τότε γὰρ τὰ αἰσθητὰ σώματα διακρατεῖται ὑπὸ τῶν ὀστέων· οὐκ ἠδύνατο γὰρ νεῦρα καὶ φλέβας ἔχειν καὶ τὰ ἄλλα, εἰ μὴ ὀστέα εἶχεν. ἐπερ · "οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου"; –ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἀντακολουθοῦσιν, εἰρηνεύουσιν. ὅταν μὴ διαστασιάζῃ τὸ θυμικὸν πρὸς τὸ λογιστικόν, τὸ ἐπιθυμητικὸν πρὸς τὸν νοῦν, τότε εἰρήνη ἐστίν. πάλιν ἐὰν δόγματά τις ἔχῃ διάφωνα–οἱ πολλοὶ δὲ τοιαῦτα ἔχουσιν· τίθενταί τι καὶ ἐπιφέρουσιν ἄλλο, ὃ ἀνατρέπει τὃ πρῶτον τεθήκασιν. καὶ σχεδὸν ὅλοι οἱ συνκεχυμένην διάνοιαν ἔχοντες τοῦτο πάσχουσιν. δεῖ δὲ τὸν σοφὸν καὶ μάλιστα θεόσοφον συνφωνία̣ς̣ ἔχειν ἐν ταῖς δυνάμεσιν τοῦ ἔσω ἀνθρώπου καὶ ἐν τοῖς φρονητέοις· οὕτω γὰρ εἰρήνη ἔστιν ἐν τοῖς ὀστέοις αὐτοῦ. 5 ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. τοῦτο λέγει· αἱ ἀνομίαι μου, αἳ ὀφείλουσιν ὑπὸ πόδας εἶναι καὶ πατεῖσθαι, ὑπὲρ ἐμὲ γέγοναν, τοῦ νοῦ μου κρατοῦσιν. ἐν πολλοῖς δὲ ἡ κεφαλὴ τὸν νοῦν σημαίνει· ὡς καὶ ἐν τῷ· "τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ", τουτέστιν ἐν τῷ νῷ. αὐτὸ γοῦν τοῦτο ὁ εἰρηκώς· "τοῦ σοφοῦ οἱ ὀφθαλμοί", εἰς ἕτερα λέγων σαφηνίζει· "σοφία ἀνθρώπου 173 φωτιεῖ πρόσωπον αὐτοῦ", πρόσωπον πάντως λέγων τὸν ἔσω ἄνθρωπον, τὸν νοῦν. φορτίον βαρὺ γεγένηνται, καθέλκουσίν με κάτω, δέον ἐκεῖνο ὃ Ἰησοῦς ἐπιτίθησιν φορτίον καὶ τὸ ζυγὸν ὃ ἐπιβάλλει, φέρειν· ἐστὶν γὰρ φορτίον φαῦλον, ὡς αὐτὸ τοῦτο τὸ ῥητὸν λέγει· "φορτίον βαρὺ αἱ ἀνομίαι ἐβαρύνθησαν ἐπ' ἐμέ". "δεῦτε" οὖν, φησίν, "πρὸς ἐμέ, ἀναπαύσω γὰρ ὑμᾶς", αἴρω τὰ φορτία ἀφ' ὑμῶν καὶ τὰ ἐπικείμενα ἄχθη· "ὁ γὰρ ζυγός μου χρηστός ἐστιν καὶ τὸ φορτίον μου ἐλαφρόν". τὸ φορτίον τοῦτο μετεωρίζει τὸν βαστάζοντα, ἄνω αὐτὸν φέρει, ὑπόπτερόν ἐστιν τὸ φορτίον τοῦτο. τὸ δὲ τῆς κακίας κάτω βρίθει, κάτω καταβάλλει. περὶ φαύλων γοῦν λέγει· "δύσεσθε ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ". 5 ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. καὶ τοῦτο δὲ οὐ παντός ἐστιν εἰδέναι ὅτι βαρὺ φορτίον ἐστὶν ἡ κακία̣ ἢ τοῦ αἴσθησιν λαβόντος τοῦ ἐπαχθοῦς αὐτῆς. τότε γοῦν κ̣οπιᾷ τις τῶν φερόντων τὸ φορτίον τοῦτο, ὅταν αἴσθη̣σιν λάβῃ τοῦ βάρους τῆς κακίας. καὶ τότε ἔρ χεται πρὸς τὸν Ἰησοῦν. ὁ δὲ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.