Commentarii in Psalmos · §u41-rem-early

Unit 41 rem early

Rem early: Unit 41; lemma and argument toward the thesis.

Greek

ἡδόμενος ἐπὶ τῷ φορτίῳ τῆς κακίας μᾶλλον κ̣αὶ μακρύνεται τοῦ Ἰησοῦ. διὰ τοῦτο καὶ ἐν Ἰσαίᾳ λέγεται· "ἐκοπίασεν Αἴγυπτος, ἐνπορία Αἰθιόπων, καὶ οἱ Σαβαῖται ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ ἔσονται δοῦλοί σου καὶ προσκυνήσουσίν σοι ὅτι ὁ θεὸς ἐνδυναμοῖ καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ". τότε "ἐκοπίασεν Αἴγυπτος", ὅτε αἴσθησιν̣ ἔλαβεν οἷ κακῶν ἐστιν εἰδωλολατροῦσα καὶ ἔχουσα περὶ τὰς περιέργους φλυαρίας, περὶ οἰωνοσκοπικῶν, περὶ νεκυομ̣αντείᾳ καὶ τοῖς ἐπικειμένοις αὐτοῖς δαίμοσιν. ὅτε δὲ οὐκ ἔχει αἴσθησιν αὐτῶν, οὐ κοπιᾷ. "ἡ ἐμπορία" οὖν "τῶν Αἰθιόπων" ἢ "τὰ ἐμπόρια τῶν Αἰθιόπων" τότε κοπιᾷ. Αἰθίοπας δὲ λέγει τοὺς μεμ̣ελ̣ανωμένους κατὰ τὸν ἔσω ἄνθρωπον̣. οὕτω γοῦν καὶ ὁ διάβολος ἐν τῇ ἐπιστολῇ τοῦ Βαρναβᾶ καὶ τῷ Ποιμένι λέγεται "ὁ μέλας" οὐ κατὰ σῶμα, ἀλλὰ κ̣ατὰ τὴν διάνοιαν ἐσκοτισμένος, 263 ἔξω τῆς λαμπρότητος τῶν ἁγίων γενόμενος. οὗτοι οὖν οἱ Αἰθίοπες ἔχουσιν ἐνπορίαν ἢ ἐνπόρια, ἔνθα ἡ ἐμπορία αὐτῶν. καὶ τότε σκοπιῶσιν, ὅταν αἴσθησιν λάβωσιν οἷ κακῶν εἰσιν· ὅσον γὰρ ἥδεταί τις τῷ ἁμαρτάνειν, οὐ κοπιᾷ. 6 προςώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. μώλωπας ἔσχον ἀπὸ τῶν βελῶν τῆς κολάσεως ἢ καὶ ἀπὸ τῶν πεπυρακτωμένων βελῶν τοῦ πονηροῦ· εἴρηται γὰρ καὶ αὐτὸς βέλη ἔχειν π̣ε̣πυρωμένα. ὅταν τις οὖν ἀμυχὰς λάβῃ, τουτ έστιν λογισμοὺς καὶ ἐνθυμήματα τῶν κακῶν καὶ ἀσεβημάτων, ἐν μώλωψίν ἐστιν. ὅταν δὲ αὐξηθέντες οὗτοι καὶ ἀποφορὰν ἐσχηκότες προσόζουσιν, λοιπὸν καὶ σῆψιν ὑφίστανται. "προσώζεσαν" οὖν "καὶ ἐσάπησαν οἱ μώλωπές μου". πόθεν δὲ ἔσχον τοὺς μώλωπας, πόθεν ἡ σῆψις αὐτῶν γέγονεν; –"ἀπὸ προσώπου τῆς ἀφροσύνης μου". δέον ἐλέγξαι με τὴν ἀφροσύνην, ἀποστῆναι αὐτῆς. ὑφίσταται δέ τις ἀφροσύνην, ὅταν φρόνησιν μὴ κτήσηται. τὰ κεντώματα τῶν λογισμῶν καὶ τῶν ἐπιθυμημάτων, ταῦτα μώλωπας ἐνποιεῖ. δέον τούτους ταχὺ θεραπεύειν. εἶδέν τις γυναῖκα πρὸς ἐπιθυμίαν. μώλωπα ἔσχεν. θεραπευσάτω, μέχρι τῆς προπαθείας στησάτω τὴν ὀργήν· οὕτω γὰρ οὐδὲ προσοζέσῃ ἡ ἐπιθυμία οὐδὲ σῆψιν ἐπενέγκῃ. ἐνμένουσα δὲ ἡ διάνοια, ταῦτα ἐπιφέρει καὶ σῆψιν καὶ ὀσμὴν κ̣αὶ ἀηδῆ. ὅταν μὴ ἔχῃ ταύτην τὴν φρόνησιν ὥστε εἰδέναι τὰ ποιητέα καὶ μή, τὰ μικτῶς ἔχοντα τὰ λεγόμενα ἀδιάφορα, ἐν ἀφροσύνῃ ἐστίν. καὶ ἡ ἀφροσύνη τὰ δόξαντα εἶναι μικρὰ ἁμαρτήματα ὥστε μώλωψιν αὐτὰ παραβάλλεσθαι, τρέφει καὶ κρατύνει, καὶ γίνεται δυσωδία καὶ σῆψις. καταλλήλως δὲ τῆς οὐσίας τῆς περὶ ἧς ὁ λόγος, λάμβανε τὴν προσόζεσιν καὶ τὴν σῆψιν· οὐδὲν σωματικὸν γὰρ φαίνεται· πολλοὶ γὰρ ἄφρονες καὶ ὑγιαίνουσιν καὶ ἰσχυρὰ ἔχουσιν σώματα. 7 ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους. ταλαιπωρίαν ἐπιφέρει πολλάκις τὰ ἀηδῆ καὶ ἐπίπονα. καὶ αὐτὸ γοῦν τὸ σῶμα καὶ ταλαίπωρον ποιεῖ τὸν ἐπηχθισμένον. ταύτην τὴν ἔννοιαν ὑποβάλλει ἡ ἀποστολικὴ λέξις ἡ οὕτως ἔχουσα· "ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος 174 τοῦ θανάτου τούτου"; ἐπεὶ γὰρ ἐν τῷ σώματι τοῦ θανάτου εἰμί, ταλαίπωρός εἰμι, καὶ οὐχ ὁ τυχών με ἔξω ποιήσει τῆς τοι̣αύτης ταλαιπωρίας ἢ ὁ σωτήρ· εὐθέως γὰρ ἐπήγαγεν· "εὐχαριστῶ διὰ Ἰησοῦ Χριστοῦ", ὃς ἐλευθέρωσέν με ἀπὸ τοῦ σώματος. ταλαιπωρίαν οὖν λέγομεν ἐνγενέσθαι τῇ ψυχῇ ἀπὸ τοῦ σώματος τοῦ θανάτου. οὐ καθάπαξ λαμβάνομεν τὸ σῶμα θανάτου εἶναι, ἀλλὰ τὸ τοιόνδε σῶμα. ὅταν τις τούτῳ τῷ σώματι χρᾶται ὡς τὰς πρὸς θάνατον ποιεῖν ἁμαρτίας, σῶμα θανάτου λοιπὸν περίκειται. δυνατὸν δὲ αὐτὸ ποιῆσαι μὴ σῶμα θανάτου· ὅταν γὰρ χωρίσω ἀπ' αὐτοῦ τ̣ὰ ποιου῀̣ντα αὐτὸ θανάτου σῶμα, οὐκέτι θανάτου σῶμά ἐστιν. καὶ ὥσπερ τὸ σῶμα τοῦτο τὸ αἰσθητὸν ἔχε̣ι̣ καὶ ὕλην ὑποκειμένην καὶ εἶδος σώματος, καὶ ἔστιν χωρίσαι τὸ σῶμα τοῦτο ἀπὸ τοῦ παχέως σώματος. ὅταν μόνας τὰς τρεῖς διαστάσεις λάβῃ ἄνευ ὕλ̣ης, τοῦτο τὸ σῶμα οὔκ ἐστιν ο̣ὐσ̣ία̣. ἐν τοῖς οὖν προχείροις τούτοις ὅταν λέγηται ὅτι οἷον· "χρῶμα ἐν σώματι", οὐκοῦν καὶ ἐν τινὶ σώματι, διὰ τοῦ "χρῶμα" εἰπεῖν "ἐν σώματι" ἔδειξεν ὅτι τοῦτο τὸ σῶμα σημαίνει τὸ ὁρώμενον, οὗ ἁπτόμεθα. ὅταν δὲ λέγῃ ἓν εἶδος εἶναι τοῦ ποσοῦ τὸ σῶμα, οὐ τοῦτο λέγει· πῶς γὰρ οὐσία δύναται εἶναι γένους οὐσ̣ίας; ὥστε ὁμωνυμεῖ τὸ σῶμα· τὸ μὲν γὰρ κατὰ τὰς τρεῖς διαστάσεις λαμβάνεται ἄνευ ὕλης. τοῦτο δέ ἐστιν̣ τὸ ποσὸν σῶμα· τὸ γὰρ μετὰ τῆς ὕλης οὐ μόνας τὰς διαστάσεις χωρὶς τῆς ὑποκειμένης λαμβάνομεν οὐσίας ἀλλὰ σὺν αὐτῇ. ἄλλ̣ο ἐστὶν τοῦτο τὸ σῶμα. τὸ σῶμα οὖν τότε θανάτου ἐστίν, ὅταν τὰ ἐνεργοῦντα αὐ264 τοῦ καὶ τὰ κ̣ινήματ̣α ἁμαρτητικῶς γίνηται. δυνατὸν οὖν τοῦτο χωρίσαι ἀπὸ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.