Unit 41 rem mid
Rem mid: Unit 41; lemma continues; reading with the letter.
Greek
τοῦ σώματος. ὅταν λάβω ὀφθαλμὸν μὴ ὁρῶντα ἐπιβλαβῶς, μὴ μοιχικῶς ὁρῶντα, ἀπέστησα τὸν ὀφθαλμὸν τὸν τοῦ θανάτου ἀπὸ τῆς οὐσίας. καὶ ἐφ' ἑκάστης μέλους καὶ ἐφ' ἑκάστης αἰσθήσεως ἐὰν τοῦτο γίνηται, ἀποβάλλεται τὸ τοῦ θανάτου σῶμα. οὐ τὸ σῶμα ἀποβάλλομεν ἀλλὰ τὸ τοῦ θανάτου. καὶ τὸν φαῦλον ἄνθρωπον ἐὰν εἰς σπουδαῖον μεταβαλόντα ἴδωμεν, λέγομεν ὅτι ἐφθάρη ὁ φαῦλος ἄνθρωπος, οὐχ̣ ὁ ἄνθρωπος. "καὶ κατεκάμφθην". ἡ κακία κατωφερής ἐστιν, κατακάμπτει τὸν ἔχοντα· ἀεὶ γὰρ ἐπικείμενα τὰ μεγάλα ἄχθη κατασπᾷ καὶ κατακάμπτει τὸν βαστάζοντα. αὐτίκα γοῦν ἐκείνην τὴν ἔχουσαν "πνεῦμα ἀσθενείας" ὀκτωκαίδεκα ἔτεσιν λέγει ὅτι· "συνκύψασα ἦν καὶ μὴ ἀνανεύουσα εἰς τὸ παντελές". οὐδέποτε ἄνω ἑαυτὴν ἐπῆρεν. ὁ ἁμαρτάνων οὖν συνκύπτει καὶ κάτω βλέπει. λέγει γοῦν· "τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ"· καὶ πάλιν ἐν Ἰηρεμίᾳ λέγεται· "ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν". οἱ ἀφεστηκότες τῆς θείας πηγῆς γράφονται, ἐνπολιτογραφοῦνται τῇ γῇ, ὡς τὸ πολίτευμα κάτω ἔχοντες καὶ "τὴν εἰκόνα τοῦ χοικοῦ" φέροντες. τῶν δὲ μαθητῶν "τὰ ὀ νόματα ἐνγέγραπται ἐν τοῖς οὐρανοῖς". οὐ τὰς προσηγορίας ταύτας τὰς ἐκ συλλαβῶν συνκειμένας λέγει, ἀλλὰ τὰς ἰδίας ποιότητας τὰς σημαινούσας αὐτῶν τὴν ψυχὴν καὶ τὸν νοῦ ἀποδίδοται γὰρ ὁρισμὸς ὀνο´̣ματος οὕτως· ὄνομά ἐστιν κεφαλαιώδης προσηγορία παραστατικὴ τῆς ποιότητος τοῦ ὀνομαζομένου. αὕτη δέ ἐστιν ἡ προσηγορικὴ ὀνομασία, ἄνθρωπος, οὐρανός. "ἐνγέγραπται" οὖν, τουτέστιν κατετάχθη. 7 ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. εἰ καὶ "κατεκάμφθην ἕως τέλους" ἐκ τῆς προσούσης ταλαιπωρίας, ἀλλ' οὐκ ἀναισθητῶ τοῦτο. σκυθρωπάζων γοῦν πορεύομαι τὴν "κατὰ θεὸν λύπην τὴν μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργαζομένην". καὶ οὕτω σκυθρωπάζων πορεύομαι ὅλην τὴν ἡμέραν. εὖ δὲ καὶ τὸ "πορεύομαι". οὐ ῥιφεὶς πρηνὴς μένει ἀλλὰ πορεύεται. οὐκ "ἐβάθυνεν εἰς γῆν κάθισιν", οὐ τὰ μετάφρενα ἔθηκεν τῇ γῇ ἀλλὰ πορεύεται. "σκυθρωπάζων" οὖν "ἐπορευόμην". ἐνη´̣ργουν ἐκεῖνα ἃ μετεβίβαζέν με ἐκ τῆς ταλαιπωρίας. τότε δὲ ἐκ τῆς ταλαιπωρίας μεταβιβάζομαι, ἐὰν τὰ αἴτια τῆς ταλαιπωρίας ἀπόθωμαι. 8 ὅτι ἡ ψυχή μου ἐνεπλήσθη ἐνπαιγμάτων. ἡ ψυχή μου ἐπλήσθη ἁμαρτημάτων. ἐνπαιγμοὶ δέ εἰσιν τὰ ἁμαρτήματα. ὁ ἀπατῶν ἐνπαίζει τῷ ἀπατωμένῳ, καὶ οὕτως πληροῦται ἡ 175 ψυχὴ ἐνπαιγμάτων. κεῖται δὲ ἔν τισιν ἀντιγράφοις "αἱ ψόαι μου". λέγονται περὶ ταύτας συνίστασθαι τὰ σπέρματα. ὅταν τις τοίνυν ὑποσυρῇ εἰς ἀκολασίαν καὶ φιλήδονος μᾶλλον σπεύδῃ ἢ φιλόθεος εἶναι, τὰς ψόας ἐνπαιγμῶν ἔχει πεπλησμένας. 8 καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. ὅσον εἰμὶ πεπληρωμένος τούτων τῶν ἐνπαιγμάτων, οὐ μόνον οὐχ ὑγιαίνει μου ἡ σάρξ, ἀλλὰ καὶ νοσήσασα οὕτω διακειμένη οὐ δέχεται ἴασιν. ὥσπερ ἀδύνατόν ἐστιν τὸν αἰσθ̣η̣τω῀̣ς νοσοῦντα ἔτι ἐν τῷ νοσεῖν ὄντα ὑγείαν ἀναλαβεῖν, οὕτως ὁ πληρωθεὶς ἐνπαιγμάτων οὐ δύναται εἰρηνεύουσαν ποιη´̣σασθαι τὴν σάρκα, τουτέστι̣ν σώφρονα, ἢ μὴ διαστασιάζουσα̣ν̣ πρὸς ἑαυτήν. 9 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. δύναται κάκωσιν καὶ ταπείνωσιν ἑκούσιον λέγειν. ἐπεὶ ἐν αἰσθήσει γέγονα τοῦ ἐπάρματος τῆς κακίας καὶ τῆς βλάβης καὶ τοῦ τύφου, προαιρετικῶς εἰς ταπείνωσιν ἐμαυτὸν περιήγαγον, ἵνα ὑψωθῶ· "πᾶς" γὰρ "ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται". ε᾿̣κ παραλλήλου τὴν κάκωσιν δεῖ κ̣αὶ τὴν ταπείνωσιν λαβεῖν. τότε δὲ ἑκουσίως γίνεται, ὅταν, ὡς εἶπον, τὸ ὑψωθὲν ταπεινώσῃ ἑαυτόν, ἵν' ὑψω̣θῇ ὑπὸ τοῦ θεοῦ. δυνατὸν καὶ οὕτως· ἐκ τῶν περιεστηκότων ἐπιπόνων καὶ φορτίων β̣αρέων "ἐταπεινώθην, ἐκακώθην ἕως σφόδρα". ἐπιτεταμένην ἔσχον τὴν κάκωσιν. 9 ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. οὐκ ἐπιπλάστως ἀποκλαιόμενος τὰ κακὰ τὰ περιεστηκότα μοι, ἀλλὰ "ἀπὸ στεναγμοῦ τῆς καρδίας μου"· νοῶν ἐν τίνι στένειν δεῖ, ἔστενον. 265 10 καὶ ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου. ὁ δίκαιος ἔρωτα καὶ πόθον ἔχει ἀεὶ τῶν ἀρετῶν καὶ τῶν ἐπαινετῶς πραττομένων. λέγεται γοῦν περὶ τοῦ δικαίου· "ἐπιθυμία δικαίου πᾶσα ἀγαθή". τὰ δὲ ἀγαθὰ παρρησίαν ἔχει ἐπίπροσθεν εἶναι θεοῦ. "ἐναντίον σου" οὖν, τουτέστιν ἔνπροσθέν σου, ἐστὶν "πᾶσα ἡ ἐπιθυμία μου". ἐπαινετὴν οὖν ἐνταῦθα λημπτέον "τὴν ἐπιθυμίαν μ̣ου", οἵα ἐστὶν καὶ περὶ ἧς αὐτὸς οὗτος λέγει· "εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον, τὸν ἐνπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου". αἱ τοιαῦται οὖν ἐπιθυμίαι πᾶσαι τοῦ δικαίου εὐπαρρησίαστοι οὖσαι ἐπίπροσθέν εἰσιν θεοῦ. δυνατὸν δὲ καὶ εἰς τὸ ἕτερον σημαινόμενον τῆς ἐπιθυμίας ἐκλαβεῖν τὴν λέξιν. διὰ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.