Unit 42 rem close
Rem CLOSEOUT: Unit 42 CLOSEOUT.
Greek
μεγαλορημονοῦσιν. δύναται δὲ ταῦτα λέγειν· ἐπεὶ "ἐταράχθη ἡ καρδία μου ἐντός μου καὶ ἐνκατέλειψέν με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστιν μετ' ἐμοῦ", ἐκλονήθησαν οἱ πόδες μου, οὐ μέντοι ἔπεσαν. ὅτι δὲ συμβαίνει τοιαῦτα τοῖς μάλιστα μετανοοῦσιν, καὶ ἐξ ἄλλου ψαλμοῦ ἔστιν μαθεῖν· "ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ 180 θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις". πρόσωπόν ἐστιν μετανοῦντος. οὐχ ἃ λέγει τὸ μετανοοῦν πρόσωπον ἀπὸ τῆς διαθέσεως τοῦ προσποιησαμένου μετανοεῖν ἀπαγγέλλεται· ἔγνων ὅτι "ὡς ἀγαθὸς ὁ θεὸς τοῦ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ" ποιεῖ ἃ ποιεῖ. ἐγὼ δὲ ὁ ἀκμὴν ἀβέβαιος–τὸν μετανοοῦντα λοιπὸν εἰσάγει–μικροῦ δεῖν ἐκλονήθην καὶ ἔπεσα. καὶ λέγω ἀποστολικὸν τούτῳ συνῳδόν· "οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστιν"–ἡμεῖς οἱ τέλειοι, οἱ τοῦ πνεύ ματος μαθηταί, οἱ τὸν θεῖον καὶ πνευματικὸν νόμον δεξάμενοι–. "ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν". οὐχ ὁ εἰδὼς ὅτι ὁ νόμος πνευματικός ἐστιν, σάρκινός ἐστιν ὑπὸ τὴν ἁμαρτίαν πεπραμένος· διέστελλεν γὰρ ἑαυτὸν ἀπ' ἐκείνων. "οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστιν", καθόλου λέγει περὶ τῶν ἁγίων. "ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν". καὶ πολλά γε δόγματα ὑποβάλλει αὕτη ἡ βραχυτάτη λέξις· "σάρκινός εἰμι"· οὐ κατὰ φύσιν, οὐκ ἐκ κατασκευῆς εἰμι τοιοῦτος, ἀλλὰ "πραθεὶς ὑπὸ τὴν ἁμαρτίαν". ὁ δὲ πραθεὶς ὑπό τινα δεσπότην ἵνα γένηται, οὔκ ἐστιν κατὰ φύσιν σάρκινος· ἐκ πράσεως̣ γὰρ̣ γεγένηται αὐτῷ ἡ κατάστασις ἡ οὕτω. καὶ ἐνταῦθα· "ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες", τῆς ψυχῆς δηλονότι. τό τε "παρὰ μικρὸν" τοῦτο δηλοῖ ὅτι ὅλως οὐ κεκλόνηται· ὁ γὰρ λέγων ὅτι· "παρὰ μικρὸν ἐσφάγην", δείκνυσιν ὅτι οὐκ ἐσφάγην. "παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου". καλῶς ἔτρεχον, ἐβάδιζον ὡς δεῖ, ἔβαινον εὐθεῖα διαβήματα. μικροῦ δὲ δεῖν ἐξε̣χύθη ταῦτα. ἐκχύννεται δέ, ὅταν ἀναχαιτίσῃ καὶ εἰς τὰ ὀπίσω ὁ τρέχων στραφῇ. καὶ ἐξ αὐτῆς γοῦν τῆς λέξεως σκόπει· λάβε μοί τινα ἀνιόντα εἰς ὑψηλὸν τόπον ἀμμώδη . τὸν κλόνον οὖν τῶν ποδῶν μου ἑωρακότες καὶ οὔπω πτῶμα ἐπ' ἐμὲ ἐμεγαλορημόνησαν, ὑπε̣ρηφανίας λόγους εἰρή270 κασιν. εἴποι ἂν ἐν ἄλλῳ ῥητῷ· "μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· ἀναστήσομαι". ὁ δὲ νῦν λέγων οὐδὲ ἔπεσεν ὅλως, ἀλλὰ μόνον ἐκλονήθησαν οἱ πόδες· εἰ γὰρ ὁ πεσὼν ἀν ίσταται καὶ τὴν ἐπίχαριν τῆς ἐχθρᾶς καταλείπει, πολλῷ πλέον ὁ μηδὲ πεσών. εὐκολώτερόν ἐστιν στῆσαι καὶ ἐρεῖσαι τοὺς πόδας ὅταν κλονηθῇ τις ἢ ἀναστῆναι πεπτωκότα. εἰ τοίνυν τὸ δυσχερὲς γίνεται, πολλῷ πλέον τὸ εὔκολον ταχέως κατορθοῦται. 18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος. ἐγὼ κἂν ἐν κινήσει γέγονα καὶ ἡ ἰσχύς μου ἐνκατέλιπέν με καὶ τὸ φῶς τῶν ὀφθαλμῶν οὐκ ᾖν μετ' ἐμοῦ καὶ ἐκλονήθησαν οἱ πόδες μου, εἰς μάστιγάς εἰμι ἕτοιμος· μὴ γὰρ παραιτοῦμαι ὑπὸ σοῦ μαστιχθῆναι, ὡς υἱὸν ἀγαπώμενον παιδεύεις. "μὴ ὀλιγώρει παιδείας κυρίου· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται". ἐπεὶ τοίνυν υἱός εἰμι, εἰ καὶ μαστιγῶν αἴτια ἐμαυτῷ συνηγίοχα, παραιτοῦμαι δὲ τὸ ὑπ' ἐκείνων μεγαλορημονηθῆναι, τὸ ἐκείνων ὡς ἀνατρεπόντων. ἕτοιμος δέ εἰμι εἰς τὸ ὑπὸ σοῦ μαστιχθῆναι. 18 καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστιν διὰ παντός. ἀλγῶ ὅτι ὅλως γέγονα ἐν τοῖς ἐπιτιμίαν φέρουσιν, ἐν τοῖς φέρουσιν μάστιγας. ὁ λυπούμενος τὴν "κατὰ θεὸν λύπην τὴν μετάνοιαν εἰς σωτηρίαν" ἐπ̣ιφέρουσαν ἔχει τὴν ἀλγηδόνα ἐπίπροσθεν ἑαυτοῦ ἀεί. ὥσπερ ὁ ἔχων νεκρὸν καὶ ὀλοφυρόμενος αὐτὸν ὅσον ὁρᾷ αὐτὸν κλαίει, οὕτως ὁ γενόμενος ἐν τοῖς φέρουσιν ἀλγη δόνα ὅσον ὁρᾷ αὐτὰ ὀλοφύρεται καὶ κλαίει καὶ ἐπίπροσθεν ἑαυτοῦ ἔχει διὰ παντὸς τὴν ἀλγηδόνα. φέρε εἰπεῖν, οἷον γέγονέν τις ἐν νόσῳ ἀνιάτῳ· ἐκ τοῦ πόνου ταύτης τῆς νόσου ἔχει ἀλγηδόνα ἐπίπροσθεν. ἐὰν ἰατρός τις ἢ θεοῦ βοήθεια περιγράψῃ τὸ αἴτιον τῆς ἀλγηδόνος νόσημα, εὐθέως ἀποβάλλει τὴν ἀλγηδόνα καὶ λέγει· "ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί". καὶ λέγει ὅτι· "ἤκουσεν κύριος καὶ ἐλέησέν με". καὶ ἵνα σαφέστερον εἴπω· Λάζαρος ὁ ἀδελφὸς τῶν περὶ τὴν Μαρίαν καὶ Μάρθαν τεθνήκει, καὶ ἐν ὅσῳ ἐν τῷ τεθνάναι ἦν, ἐλυποῦντο ἐκεῖναι καὶ εἰς 181 τοσοῦτόν γε ὠλοφύροντο ὡς τοὺς ἐληλυθότας ἐπὶ τῷ παρακαλέσαι κλαίειν μετ' αὐτῶν. ὅτε δὲ εἶπεν· "Λάζαρε, δεῦρο ἔξω", καὶ ἀπεβλήθη τὸ πένθος, οὐκέτι
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.