Unit 42 rem mid
Rem mid: Unit 42; lemma continues; reading with the letter.
Greek
ἐλεγμούς"; –διττῶς λέγεται τὸ ἐλέγξαι· πολλάκις τις ἐλέγξαι οὐ δύναται. οὐκ ἔχει τοσαύτην παρρησίαν οὐδὲ δύναμιν τοσαύτην λόγου ὥστε ἐλέγχειν, καὶ προσποιεῖται μὴ ἀκούειν. οἷον αἱρεθικός τις πάρεστιν. λέγει ἄθεα δόγματα, αἱρεθικὰς γνώμας. ἐὰν μὴ δυνώμεθα ἐλέγξαι τὰ παρ' ἐκείνου λεγόμενα, "ὡς ἄνθρωποι οὐκ ἀκούοντες" λεγόμεθα· ταράττει γὰρ μᾶλλον τὸ ἀκοῦσαι τοιούτων ὁμιλιῶν ἢ ὠφελεῖ. εἴρηται γοῦν· "φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί". εἴ τις χρηστὸν ἦθος ἔχων οἶδεν αὐτὸ τοῦτο ὅτι πρὸς κακὰς ὁμιλίας προστῆναι οὐ δύναται, οὐκ ὀφείλει παρέχειν τὴν ἀκοήν, ἀλλ' ὡς κωφὸς γενέσθαι. ἄλλος δὲ ἔχων τὸ ἐλέγξαι τὰς αἰσχίστας ὁμιλίας οὐ ποιεῖ τοῦτο, ὅταν εἰδῇ ὅτι οὐ λυσιτελεῖ τέως ἐκείνῳ ἐλεγχθῆναι· ἔλεγον γὰρ ὅτι ὡς αἱ τροφαὶ ἰατρικῶς καιρίως προσάγονται, οὕτω καὶ τὰ βοηθήματα τῇ ψυχῇ. 179 βοηθήματα δέ πώς εἰσιν τῆς ψυχῆς τὰ τοιαῦτα, οἷον· "ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον". ὅταν φανερώσῃς διὰ τοῦ ἐλέγξαι τὸν ἁμαρτάνοντα, ἐπιτίμησον. ὅταν ἐπιτιμήσῃς πάλιν αὐτάρκως τὴν ἐπιτιμίαν ποιησάμενος, παρακάλεσον. βοηθήματα ψυχῆς βοηθήματα διαδεχέσθω. οὐ τοῦ τυχόντος δέ ἐστιν ταῦτα εἰδέναι, ἀλλὰ τοῦ ἐπισταμένου ψυχῆς ἰατρείαν. 16 ὅτι ἐπὶ σοί, κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, κύριε ὁ θεός μου. ἐπεὶ ἤλπισα ἐπὶ σέ, σὺ εἰσάκουσόν μου. θαρρῶ ὅτι πάντα τὰ παρ' ἐμοῦ ὑπαρχ̣θ̣η῀̣ν̣αι ἐκείνῳ δυνάμενα, ὑπαρχθήσεται. διὰ τοῦτο θαρρῶν σ̣οὶ τῷ μείζονι καὶ τῷ εἰδότι πῶς ἐλέγχειν καὶ τίνα δ̣εῖ, ἐσιω´̣πησα, ὡσεὶ κωφὸς γέγονα οὐκ ἔχων ἐν τῷ στόματί μο̣υ ἐλέγχους. καὶ οὕτω δὲ στικτέον· ἐπεὶ ἐπὶ σοὶ ἤλπισα, σὺ εἰσάκουσόν μου· κωφὸς γὰρ πρὸς ἐκεῖνον καὶ ἄλαλος γεγονὼς καὶ οὐκ ἔχων ἐν τῷ στόματι ἐλέγχους, κατὰ διάνοιαν πρὸς σὲ ἐβόων. οὕτω φαίνεται γενόμενον καὶ ἐν τῇ ἐξόδῳ ἐπὶ τοῦ Μ̣ωυσέως, ὁπηνίκα κατεδίωξεν Φαραὼθ μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως καὶ τῆς στρατιᾶς, καὶ τρόπον τινὰ συνεκλείσθησαν οἱ Ἑβραῖοι ὥστε περαιτέρω μὴ δύνασθαι διαβῆναι. ἐδίωκεν ἡ στρατιὰ τοῦ Φαραὼθ καὶ αὐτὸς ὁ τύραννος, ἐδιώκοντο οἱ Ἑβραῖοι, "οἱ υἱοὶ Ἰσραήλ". καὶ οἱ μὲν ἦσαν ὡπλισμένοι καὶ παντευχίαν πᾶσαν ἐπιφερόμενοι καὶ δύναμιν στρατιωτικὴν καὶ ἱππικὴν καὶ πεζικήν. οἱ δὲ αὐτ̣ο`̣ τοῦτο γυμνοὶ ταῖς χερσὶν ἦσαν βακτηρίας κατέχοντες. συνεκλείσθησαν καὶ οὐκέτι ἠδύναντο περαιτέρω χωρη῀̣σαι· οὐδὲ γὰρ πόρρω ἠδύναντο δραμεῖν κωλυούσης τῆς θαλάσσης οὐδὲ ἐπὶ δεξιὰ ἢ ἐπὶ θάτερα ὑποστρέψαι. πάλιν ὑποπεσεῖν ἦν τοῖς ἐχθροῖς. ὥσπερ οὖν 269 ἔν τινι γαλεάγρᾳ καὶ ἐντὸς ἀρκύων ληφθέντες οἱ Ἑβραῖοι ἐσφάδαζον καὶ ηγωντο Μωσέα ὅτι· "οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ εἴπομέν σοι ἐν Αἰγύπτῳ· πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις"; καὶ ἰδοὺ φθαρῶμεν ἐν τῇ ἐρήμῳ ταύτῃ. ὁ στρατηγὸς ἐλάλει παρακλητικοὺς λόγους αὐτὸς Μωυσῆς· "θαρσεῖτε καὶ στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ κυρίου ἣν ποιήσει ὑμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους, ἔτι οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον". τοιαῦτα ἔδει τὸν στρατηγὸν μὴ λιποθυμίας τῷ λαῷ λέγειν· οὐδὲ γὰρ τὴν εὐχὴν ἀναπέμπειν ἐκ τοῦ φανεροῦ. ἐνόμιζον ἐκεῖνοι ὅτι καὶ αὐτὸς ἀπέγνω̣ τὴν σωτηρίαν. ἀλλ' ἔλεγεν μὲν τὰ παραθαρσύνοντα, πρὸς τὸν θεὸν δὲ τὰ πρὸς διάνοιαν ἐβόα. καὶ ἵνα δείξῃ ὁ θεὸς ὅτι οὐ συντυχικῶς, ἐὰν γένηται βοήθεια, λέγει· "τί βοᾷς πρός με"; πρὸς μὲν θεὸν κατὰ τὸ σιωπώμενον ἐβόα, ἔλεγε δὲ παραθαρσύνοντας λόγους. μέγα δὲ κακόν ἐστιν δεινοῦ τινος ἐφεστηκότος καὶ τὸν στρατηγὸν ὥσπερ σφαδάσαι. εἰς ἀπόγνωσιν ἄγει. 17 ὅτι εἶπα· μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου". εἶπον τοῦτο· διὰ τοῦτο ἐσιώπησα καὶ ὡσεὶ κωφὸς γέγονα καὶ ὡς οὐκ ἔχων ἐλεγμούς, μήποτε τολμήσαντός μου ταῦτα ἐπικρατέστεροι γενόμενοι ἐπιχαρῶσίν μοι, ἐπικερτομήσουσιν κατ' ἐμοῦ. διὰ τοῦτο καὶ ὁ ἀπόστολος λέγει ὅτι· μὴ τόδε ποιεῖτε, "ἵνα μὴ ἐπιχαρῇ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκακίαν ὑμῶν". οὐκοῦν ἐπὶ τοῦ βλαπτομένου χαίρει ἐκεῖνος. "ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμοί". εἰ γὰρ μὴ ἦς ὑπολαβών με μὴ ὀρθῶς μηδὲ ὃν δεῖ τρόπον ὑψώσαντά σε, ἐπέχαιρον ἐκεῖνοι. καὶ ἐν ἄλλοις λέγει· "μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· καὶ ἀναστήσομαι". ἐπὶ τῷ πτώματί μου ἐπιχαίρεις, ἀλλ' ἴσθι ὅτι ἀναστήσομαι. ὅταν οὖν στήσω, ἡ χαρά σου εἰς πένθος μεταβάλλει καὶ αἱ ἐπικερτομοῦσαι ᾠδαὶ εἰς θρήνους τρέπονται. 17 καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορημόνησαν. ἐὰν κἂν κλόνος γένηται τῶν ποδῶν μου, ἐπ' ἐμὲ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.