Unit 43 rem close
Rem CLOSEOUT: Unit 43 CLOSEOUT.
Greek
σχὼν κατὰ διάνοιαν τάραχόν τινα ἢ ἐν λογισμοῖς καὶ μηδὲν ἐνεργήσας κατὰ τὴν ταραχὴν τῶν λογισμῶν μηδὲ εἰπών, ἔχει τὸ τεταράχθαι καὶ μὴ λελαληκέναι. ὁ τοιοῦτος ἐντὸς ἔχ̣ει τὴν καρδίαν τεθερμανμ̣ένην. 4 καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. τὸ ἐντός μου. καὶ οὕτω καθ' ἕκ̣αστ̣ον ἡμῶν ἄνθρωποι δύο συνεστήκασιν, ὧν ὁ μὲν ἔξω, ὁ δὲ ἔσω. ὅταν τοίνυν ταραχὴ γένηται τῇ ψυχῇ καὶ μὴ ἐπὶ τὸν ἔξω ἄνθρωπον τὴν ταραχὴν μεταγάγῃ, ἀλλὰ τηρήσῃ αὐτὴν ἔνδον ὥστε καταγνῶναι αὐτῆς καὶ ἀποδακρύσασθαι αὐτήν, ἐντὸς ἔχει τὴν καρδίαν θερμανθεῖσαν, οὐχ ἵνα πράξῃ, ἀλλ' ἵνα μὴ πράξῃ. ἐν τῇ ἐμῇ μελέτῃ ἐκκαίεται τὸ πῦρ. ἐν τῇ ἄλλ̣ων φωνῇ καὶ πράξει καὶ διανοίᾳ ἐκκαίεται πῦρ ψαῦον αὐτῶν, πυροῦν αὐτούς. "ἀνεκαύθη ἡ καρδία αὐτῶν ὡς κλίβανος πυρός". ὧδε ἡ μελέτη ὡς πῦρ ἐξεκάη ἔχουσα ὕλην ὑποκειμένην καυστήν. ἡ δὲ μελέτη καὶ ἡ θέρμη τοῦ ἁγίου ἡ δ̣ιάπυρος, ἡ γινομένη ὑπὸ τοῦ ζέοντος πνεύματος. ἐκκαίεται οὖν τὸ πῦρ, ἵν' ἐνεργήσῃ τι, οὐχ ἵνα βλάψῃ καὶ ἀναλώσῃ. "οὐχὶ ἡ καρδία ἡμῶν ἦν καιομένη ἐν τῇ ὁδῷ, ἡνίκα διήνοιγεν ἡμῖν τὰς γραφάς"; ἡ καῦσις αὕτη ἐπαινετή ἐστιν. καὶ ἐπὶ τῶν τεχνητῶν δὲ σκόπει· ἔνια θερμαίνεται, ἵνα μεταρυθμισθῇ καὶ εἰς σκεῦος μεταβῇ, χρυσός, ἄργυρος. ἐὰν δὲ πυρωθῇ ξύλα ἠ`̣ ἄλλο τι, ἡ θέρμη βλαβερά ἐστιν. 4 ἐλάλησα ἐν γλώσσῃ. εἰ καὶ οὐκ ἔασα αὐτὴν ἔξω γενέσθαι, ἀλλ' ἐντός μου μείνασα πύρωσιν ἐκ μελέτης μοι περιεποιήσατο, τῇ δὲ γλώττῃ ἐλάλησα λοιπόν· "γνώρισόν μοι, κύριε, τὸ πέρας μου". ἀπὸ γλώττης τῆς ἐμῆς εἶπον τοῦτο· γλῶσσα γὰρ ἡ κατὰ φύσιν τοῦ ἔχοντος αὕτη ἐστίν· οἷον ὁ σώφρων τὰ σωφροσύνης λαλῶν ἐν γλώττῃ τῇ ἑαυτοῦ λαλεῖ, τοῦ σώφρονος, οὐκ ἐν γλώττῃ τοῦ ἀν θρώπου. καὶ ὁ θηρῶν μὲν τὸ πέρας ἑαυτοῦ μαθεῖν καὶ τῷ θεῷ προσάγων τὴν πεῦσιν, τῇ ἐμῇ γλώττῃ, οὐ τῇ δολίου ἀνθρώπου, ἀλλ' ἐμοῦ τοῦ θέλοντος γνῶναι τὸ πέρας μου ἐν γλώττῃ ἐλάλησα. ὁ λόγος μου οὗτος οὐκ ἐπίπλαστός ἐστιν. ὅταν τις ὑποκριτὴς λέγῃ περὶ σωφροσύνης οὐκ ὢν σώφρων, οὐ τῇ ἑαυτοῦ γλώττῃ λαλεῖ. ὁ δὲ σώφρων ὅτε περὶ σωφροσύνης διεξέρχεται λόγους, τῇ τοῦ σώφρονος γλώττῃ λαλεῖ. οὐδεὶς οὖν ὑποκριτὴς τῇ κατὰ φύσιν γλώττῃ λαλεῖ, ἀλλὰ τῇ ἐπιπλάστῳ. ὁ λύκος ὅτε δορὰν περικείμενος προβάτου πρόσεισιν τῇ Χριστοῦ ποίμνῃ, λαλεῖ οὐ τῇ γλώττῃ τῇ ἑαυτοῦ, ἀλλὰ μιμεῖται τὴν τοῦ προβάτου φωνήν, ἵν' ὡς ὅμοιος ὁμοίοις συντυχὼν βλάψῃ. 5 γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν. θεώρει ὡς μετανοοῦντός ἐστιν πρόσωπον τὸ ταῦτα λέγον. παρέστη μοι φυλάξαι τὰς ὁδούς μου, θεῖναι τῷ 185 στόματί μου φυλακήν. συνστάντος τοῦ ἁμαρτωλοῦ κατεναντίον μου καὶ ἐρεθίζοντος, ἀγαθὰ ἔλαβον ἐν διανοίᾳ τὰ πείσαντά με μὴ λαλῆσαι αὐτῷ. τοῦτο οὖν λέγω· ἐπεὶ πολλῶν ἐμαυτὸν ἐθεώρησα λειπόμενον–μόλις γὰρ ἠρξάμην προκοπῆς̣–, "γνώρισόν μοι, κύριε, τὸ πέρας μου", ἵνα γνῶ, πόσος μοι λείπεται χρόνος τῆς ζωῆς, εἰ αὐτάρκης ἐστὶν π̣ρὸς τὸ τελειωθῆναι καὶ πληρωθῆναι. οὕτω γοῦν καὶ ἄλλος ἔλεγεν· "τὴν ὀλιγότητα τῶν ἡμερῶν ἀπάγγειλόν μοι· μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμε ρῶν μου". τρόπον τινὰ ἐν τῇ ἡμισείᾳ̣ τῶν ἡμερῶν τῶν ἀπὸ τοῦ ἁγίου φωτὸς γινομένων εἰμί. μή με οὖν ἀναγάγῃς οὕτως. πλήρωσον οὖν τὰς ἡμέρας μου. πληροῖ δὲ ὁ θεὸς τάς τινων ἡμέρας οὐκ αὔξησιν αὐτῶν παρέχων· ὅταν γὰρ λέγῃ ὅτι· "μακρότητι ἡμερῶν ἐνπλήσω αὐτὸν" περὶ τοῦ δικαίου, οὐ τοῦτο λέγομεν ὅτι πολυετῆν αὐτὸν ποιεῖ. εἰσὶν καὶ ἀσεβεῖς πολλὰ ἔτη ζήσαντες. "καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου". δύναται καὶ "τὸν ἀριθμὸν τῶν ἡμερῶν μου" εἰπεῖν ὅτι· πολλά με ἐφώτισας, ἐν ἡμέραις γέγονα· ἕκαστος γὰρ φωτισμὸς ἡμέρα ἐστι´̣ν. τὸν ἀριθμὸν οὖν τῶν φωτισμῶν μου δήλω275 σόν μοι, ἵνα γνῶ, τί μοι λείπει. ὡς εἰ ἔλεγέν τις πόθον λαβὼν τέχνης ἢ ἐπιστήμης, μήπω δὲ τελείαν γνῶσιν ἐσχηκὼς τῆς παιδεύσεως–λέγει· "φανέρωσόν μοι, τίνα ἐστὶν τὰ φωτεινὰ τῆς ἐπιστήμης, ἵνα γνῶ, ποῖα ἔχω καὶ ποῖα λείπομαι". μακάριόν ἐστιν τὸ ἀριθμητὰ ἔχειν πράγματα καὶ ἔργα καὶ νοήματα, τὰ ἄξια τοῦ ἀριθμεῖσθαι. ἀμέλει γοῦν περὶ τῆς πόρνης λέγεται· "ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκας". οὐ τοῦτο λέγει πάντως ὅτι ἄπειροί εἰσιν, ἀλλ' οὐκ ἄξιοι τοῦ ἀριθμεῖσθαι. ἐν οὐδενὶ λόγῳ ἢ ἀριθμῷ κεῖνται. 5 ἵνα γνῶ τί ὑστερῶ ἐγώ. ἐὰν μάθω τὸν ἀριθμὸν τῶν ἡμερῶν μου καὶ τὸ πέρας μου, μέχρι πότε̣ παραγίνεται, γιγνώσκω, ἐν τίσιν ὑστερῶ, τίνα ἐστὶν ἃ οὔπω ἔμαθον. οἱ πόθον οὖν ἐνποιοῦντες ἐπιστή μης
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.