Commentarii in Psalmos · §u44-open

Commentarii in Psalmos Unit 44 opening

Unit 44.

Lemma-led open — παλαιὰς ἔθου τὰς ἡμέρας μου

Greek

ὁλοσχερέσ̣τερον ἅμα τῷ ἄρξασθαι λέγουσιν αὐτοῖς τὰ θεωρήματα τὰ καταληφθέντα αὐτοῖς, ἵνα καὶ γνῶσιν, ὅσων λείπονται, καὶ πόθον λάβωσιν τοῦ κατορθῶσαι καὶ ἀναλαβεῖν. 6 ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου. ἡ προτέρα ἀνάγνωσις ἡ δ̣ημωδεστέρα αὕτη ἐστίν· "παλαιὰς ἔθου τὰς ἡμέρας μου". οὔκ εἰμι νέος ἢ νεοπαγής, οὐ νῦν τοῦ ζῆν ἀρξάμενος, ἀλλὰ "παλαιὰς ἔθου τὰς ἡμέρας μου". καὶ τοῦτο δὲ ῥητέον· ἀεὶ τὸ ἐπερχόμενον παλαιοῖ τὸ φθάσαν. οὕτω γοῦν νόμοι παλαιου῀̣νται. τοῦτο οὖν λέγει· τὰς παλαιὰς ἃς εἶχον ἡμέρας, ὅτε κατὰ τὸν παλαιὸν ἔζων ἄνθρωπον, πεπαλαίωνται, ἀπῆλθαν· τὸν νέον ἐνεδυσάμην. ὁ μέντοι πρόχειρος ἐρεῖ ὅτι· "ἰδοὺ γέρων γέγονα. γνώρισόν μοι τὸ πέρας, πότε ἀποθνῄσκω". "ἰδοὺ παλαιςτὰς ἔθου τὰς ἡμέρας μου". ἐπεὶ ὁμώνυμόν ἐστιν τὸ ὄνομα τὸ "παλαιστής"–σημαίνει δὲ καὶ τὸν α᾿̣θλοῦντα ἐν πάλῃ, δηλοῖ δὲ καὶ μέτρον τι–, ἀμφοτέρως αὐτὸ ἐκλαβεῖν ἔστιν. λέγει ὅτι· "τὰς ἡμέρας μου ἐν πάλῃ κ̣αι`̣ ἀγω̣νίζεσθαι ἔθου"· ἀεὶ γὰρ ἔχομεν τοὺς πολεμοῦντας. καὶ ὁτὲ μὲν πειρασμὸς ἀνθρώπινος λαμβάνει καὶ τὰ ἀνθρώπινα πάθη πολεμεῖ καὶ παλαίει, ποτὲ πονηραὶ δυνάμεις· "οὐκ ἔστιν" γὰρ "ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα"–ἡμῖν, ἄλλοις δὲ ναί–, "ἀλλὰ πρὸς ἀρχάς, πρὸς τὰς ἐξουσίας". ἵνα ᾖ τοῦτο, "ἀγῶνας ἔθου τὰς ἡμέρας μου". δύναται δὲ καὶ ἐπὶ μέτρου λεχθῆναι· ὡς πρὸς τὸν αἰῶνα τοῦ αἰῶνος αἱ ἡμέραι ἃς ζῶ, παλαιστοῦ λόγον ἐπέχουσιν. καὶ ὥσπερ πάντα τὰ ἔθνη λέγει πολλὰ ὄντα "σταγόνα ἀπὸ κάδου"–ὡς πρὸς τὸν κάδον τῶν λογικῶν σταγὼν ὅλα τὰ ἔθνη εἰσίν–καὶ "ῥοπὴν ζυγοῦ"–μέχρι τοῦ ῥέψαι καταταλαντεύει τὸ βάρος, οὐχ ὥστε κάτω καθελκύσαι τὴν πλάστινγα–, ὡς πρὸς τὸ μέγεθος τῶν παλαἰώνων καὶ τὴν μακρότητα τῶν ἡμερῶν, ἣν ὑφίσταται ὁ δυνάμενος εὖ διάγειν· "ὁ φιλῶν", λέγει, "τὸν πατέρα καὶ τὴν μητέρα μακροχρόνιος ἔσται". καὶ οὐκ ἤδη κατὰ τὸ ῥητὸν τοῦτο εὑρίσκεται. 6 καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐναντίον σου. τὸ τῆς ὑποστάσεως ὄνομα πολλὰ σημαίνει. ἐπὶ τοῦ παρόντος δὲ δύο σημαινομένων χρεία. λέγεταί ποτε ἡ οὐσία ὑπόστασις· ὡς ὅταν λέγηται ὁ υἱὸς 186 "χαρακτὴρ τῆς θεοῦ ὑποστάσεως", τῆς θεοῦ οὐσίας καὶ ὑπάρξεως. λέγεται δὲ ὑπόστασις καὶ ἡ τελεία ὑπομονὴ καθ' ἣν ὑφίσταταί τις τὰ ἐπίπονα. λέγει οὖν ἀμφοτέρως· "ἡ οὐσία τῆς ψυχῆς μου ἐναντίον σου ὡς οὐδέν ἐστιν", ὡς πρὸς σὲ μεγάλην τινὰ οὐσίαν. καὶ ὀφείλουσα εἶναι τελεία κατὰ σὲ τὸν πατέρα, ἠλάττωσα αὐτήν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, λέγει περί τινων· "υἱοὶ Σιὼν οἱ τίμιοι οἱ ἐπηρμένοι χρυσίῳ καὶ ἀργυρίῳ πῶς ἐγενήθησαν εἰς ἀγγεῖα ὀστράκινα"; ἰδοὺ ἠλαττώθη αὐτῶν ἡ οὐσία. νοητῶς δε̣ι῀̣ τ̣ου῀̣τ̣ο λ̣αβεῖν· ὀστράκινα σκεύη γεγένηνται. λοιδορούμενον τὸ χρυσίον ἐλαττοῦται καὶ τῆς τιμῆς ἑαυτοῦ πολὺ ἀπολείπεται. ὁ μὴ συ̣νιεὶς τὴν προσοῦσαν αὐτῷ τιμὴν θεόθεν, "συνπαραβάλλεται τοῖς κτήνεσιν τοῖς ἀνοήτοις", καὶ ἡ ὑπόστασις αὐτοῦ δι' εὐτέλε̣ι̣αν οὐδὲν ἐνομίσθη. ἐπειδὴ δὲ καὶ τὴν ὑπομονὴν σημαίνει, λέγει ὅτι· εἰ καὶ ὑπέμεινα ποθῶν ἰδεῖν τὸ πέρας μου καὶ παρακαλῶ ἵνα γνωρίσῃς μοι τοῦτο, ἀλλ' οὐ῀̣ν γε ἡ ὑπομονή μου αὕτη ἡ οὕτως ὡς πρὸς σὲ βραχεῖά τίς ἐστιν. 6 πλὴν τὰ σύνπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. διχῶς τοῦτο γνῶναι δεῖ· τὰ μὲν πάντα τὰ διὰ τὸν ἄνθρωπον ματαιότης ἐστίν, ὡς ἀρτίως ἑρμήνευσεν ὁ ἐκκλησιαστής. πρὸς τὰ ὑπεραναβεβηκότα καὶ τέλεια̣ καὶ τὰ ἀληθῶς αἰώνια ἡ ὑπόστασις ματαία ἐστίν, πλὴν "πᾶς ἄνθρωπος ζῶν". οὕτω οὖν 276 δυνατὸν εἰπεῖν· καὶ ἂν π̣άντα ματαιότης ἐστὶν τὰ ἄλλα παρὰ τὸν ἄνθρωπον, οἷον τὰ θνητὰ ζῷα, τὰ πρόσκαιρα, καὶ ἂν ἄψυχα ὦσιν, ἀλλ' ὁ ἄνθρωπος μόνος ζῶν ἐστιν, ζῶν κατὰ τὴν ζωὴν ἐκείνην ἣν ζῶσιν κατὰ τὸν Ἀβραάμ· "οὐκ ἔστιν" γὰρ "ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων". καὶ ὁ ἄνθρωπος ὁ ζῶν κατὰ τὴν ἀνθρωπίνην καὶ αὐτὸς μάταιός ἐστιν. διαστατέον οὖν οὕτως· τάδε πάντα ματαιότης ἐστίν̣· κἂν γὰρ θνητὰ ὦσιν, τεθνηκότα

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.